- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:25.1-25.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
リュサンドロスは国制変革を正当化するため演説草稿や神託の捏造を試み、デルポイやドドナ、アンモン神殿の買収を図るが失敗し、著者はその精緻な謀略の経緯をある学者の記録に基づいて叙述すると予告する。
πρῶτον μὲν οὖν ἐπεχείρησε καὶ παρεσκευάσατο πείθειν διʼ ἑαυτοῦ τοὺς πολίτας, καὶ λόγον ἐξεμελέτα πρὸς τὴν ὑπόθεσιν γεγραμμένον ὑπὸ Κλέωνος τοῦ Ἁλικαρνασσέως. ἔπειτα τὴν ἀτοπίαν καὶ τὸ μέγεθος τοῦ καινοτομουμένου πράγματος ὁρῶν ἰταμωτέρας δεόμενον βοηθείας, ὥσπερ ἐν τραγῳδίᾳ μηχανὴν αἴρων ἐπὶ τοὺς πολίτας, λόγια πυθόχρηστα καὶ χρησμοὺς συνετίθει καὶ κατεσκεύαζεν, ὡς οὐδὲν ὠφελησόμενος ὑπὸ τῆς Κλέωνος δεινότητος, εἰ μὴ φόβῳ θεοῦ τινι καὶ δεισιδαιμονίᾳ προεκπλήξας καὶ χειρωσάμενος ὑπαγάγοι πρὸς τὸν λόγον τοὺς πολίτας.1
そこでまず、彼は自らの手で市民たちを説得しようと試みて準備を進め、ハリカルナッソスのクレオンによってこの主題のために書かれた演説草稿を練習した。次いで、企てられている新機軸の異様さと重大さにはより大胆な支援が必要であると見て、悲劇において市民たちに対して舞台装置の機械を吊り上げるかのように、アポロンの神託や予言を作り上げ捏造した。それは、神への何らかの畏れと迷信によってあらかじめ圧倒し屈服させて市民たちを自分の言葉に従わせるのでなければ、クレオンの弁舌の巧みさからは何の益も得られないと考えたからであった。
ἔφορος μὲν οὖν φησιν αὐτόν, ὡς τήν τε Πυθίαν ἐπιχειρήσας διαφθεῖραι καὶ τὰς Δωδωνίδας αὖθις ἀναπείθων διὰ Φερεκλέους ἀπέτυχεν, εἰς Ἄμμωνος ἀναβῆναι καὶ διαλέγεσθαι τοῖς προφήταις πολὺ χρυσίον διδόντα, τοὺς δὲ δυσχεραίνοντας εἰς Σπάρτην τινὰς ἀποστεῖλαι τοῦ Λυσάνδρου κατηγορήσοντας, ἐπεὶ δὲ ἀπελύθη, τοὺς Λίβυας ἀπιόντας εἰπεῖν·2 ἀλλʼ ἡμεῖς γε βέλτιον, ὦ Σπαρτιᾶται, κρινοῦμεν, ὅταν ἥκητε πρὸς ἡμᾶς εἰς Λιβύην οἰκήσοντες, ὡς δὴ χρησμοῦ τινος ὄντος παλαιοῦ Λακεδαιμονίους ἐν Λιβύῃ κατοικῆσαι.3
さてエフォロスによれば、彼はピューティアーを金で買収しようと企て、次いでフェレクレースを通じてドドナの巫女たちを説得しようとしたものの失敗したため、アンモン神殿へと登り、多額の黄金を差し出しながら神託の預言者たちと交渉した。しかし彼らは憤慨して、リュサンドロスを告発すべく何人かの者をスパルタへと派遣した。そしてリュサンドロスが無罪放免となったとき、リビア人たちは立ち去りながらこう言った。 「だがスパルタ人よ、お前たちがリビアに植民するために我らのもとに来るとき、我らはより良く裁きを下すであろう」それはあたかも、ラケダイモン人たちがリビアに入植するという古い神託が実に存在するかのような物言いだった。
τὴν δὲ ὅλην ἐπιβουλὴν καὶ σκευωρίαν τοῦ πλάσματος οὐ φαύλην οὖσαν οὐδὲ ἀφʼ ὧν ἔτυχεν ἀρξαμένην, ἀλλὰ πολλὰς καὶ μεγάλας ὑποθέσεις, ὥσπερ ἐν διαγράμματι μαθηματικῷ, προσλαβοῦσαν καὶ διὰ λημμάτων χαλεπῶν καὶ δυσπορίστων ἐπὶ τὸ συμπέρασμα προϊοῦσαν, ἡμεῖς ἀναγράψομεν ἀνδρὸς ἱστορικοῦ καὶ φιλοσόφου λόγῳ κατακολουθήσαντες.
この虚構の謀略と工作の全体は、決して取るに足らないものでも、手当たり次第に始まったものでもなく、数学の図形証明のように多くの重大な前提を受け入れ、得難く困難な補助命題を経て結論へと進むものであったが、私は歴史家にして哲学者である人物の記述に従って、これを記録することにしよう。
- 25.2ὡς οὐδὲν ὠφελησόμενος ὑπὸ τῆς Κλέωνος δεινότητος, εἰ μὴ φόβῳ θεοῦ τινι καὶ δεισιδαιμονίᾳ προεκπλήξας καὶ χειρωσάμενος ὑπαγάγοι πρὸς τὸν λόγον τοὺς πολίτας
ὡς+未来分詞(ὠφελησόμενος)は主語(リュサンドロス)の主観的意図・予期を表す(「〜と考え/信じて」)。続く条件文 εἰ μὴ ... ὑπαγάγοι は間接話法における希求法(直説法未来または ἐάν+接続法の過去文脈における転換)であり、リュサンドロスの内的な思考・計算内容(「もし〜屈服させなければ、何らの益も得られないだろう」)を示している。
- 25.3Ἔφορος μὲν οὖν φησιν αὐτόν, ὡς τήν τε Πυθίαν ἐπιχειρήσας διαφθεῖραι καὶ τὰς Δωδωνίδας αὖθις ἀναπείθων διὰ Φερεκλέους ἀπέτυχεν, εἰς Ἄμμωνος ἀναβῆναι καὶ διαλέγεσθαι τοῖς προφήταις πολὺ χρυσίον διδόντα, τοὺς δὲ δυσχεραίνοντας εἰς Σπάρτην τινὰς ἀποστεῖλαι τοῦ Λυσάνδρου κατηγορήσοντας, ἐπεὶ δὲ ἀπελύθη, τοὺς Λίβυας ἀπιόντας εἰπεῖν
主動詞 φησιν に支配された長大な対格不定詞構文。不定詞の主語が入れ替わる点に注意が必要である。前半は αὐτόν(リュサンドロス)が主語で ἀναβῆναι と διαλέγεσθαι を取り、後半は対比の τοὺς δέ(神託の神官たち)が主語となって ἀποστεῖλαι を取り、さらに結びでは τοὺς Λίβυας(リビア人たち)を主語として εἰπεῖν が導かれている。ὡς ... ἀπέτυχεν と ἐπεὶ δὲ ἀπελύθη はその間に挿入された時・状況を示す従属節である。
- 25.3ὡς δὴ χρησμοῦ τινος ὄντος παλαιοῦ Λακεδαιμονίους ἐν Λιβύῃ κατοικῆσαι
ὡς と属格独立構文(χρησμοῦ τινος ὄντος παλαιοῦ)が組み合わされ、発言者(リビア人たち)の前提や口実を示す(「〜という神託が実際にあるかのように」)。不定詞句 Λακεδαιμονίους ... κατοικῆσαι は名詞 χρησμοῦ の内容を具体的に説明する同格・釈明的不定詞(epexegetical infinitive)として機能している。
