- 底本
- Plutarch. Perrin, Bernadotte, editor. Plutarch's Lives, Vol. IV. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:20.1-20.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ファルナバゾスの偽りの告発取り下げ書状に欺かれたリュサンドロスは、帰還後にその策略を悟って狼狽し、アンモン神への誓願を口実にしてスパルタを離れようとする。
ὁ δὲ Λύσανδρος, ἐλθούσης τῆς σκυτάλης πρὸς αὐτὸν εἰς τὸν Ἑλλήσποντον, διεταράχθη, καὶ μάλιστα τὰς τοῦ Φαρναβάζου δεδιὼς κατηγορίας, ἐσπούδασεν εἰς λόγους αὐτῷ συνελθεῖν, ὡς λύσων τὴν διαφοράν. καὶ συνελθὼν ἐδεῖτο γράψαι περὶ αὐτοῦ πρὸς τοὺς ἄρχοντας ἑτέραν ἐπιστολὴν ὡς οὐδὲν ἠδικημένον οὐδʼ ἐγκαλοῦντα.1
スクュタレがヘレスポントスにいるリュサンドロスのもとに届くと、彼は激しく動揺し、とりわけファルナバゾスによる告発を恐れて、紛争を解決しようと彼と会談することに努めた。そして会談すると、〔ファルナバゾス〕は何の被害も受けておらず告発もしていない旨を記した自分についての別の書状を政務官たち宛てに書いてくれるよう彼に懇願した。
πρὸς Κρῆτα δὲ ἄρα, τὸ τοῦ λόγου, κρητίζων2 ἠγνόει τὸν Φαρνάβαζον. ὑποσχόμενος γὰρ ἅπαντα ποιήσειν, φανερῶς μὲν ἔγραψεν οἵαν ὁ Λύσανδρος ἠξίωσεν ἐπιστολήν, κρύφα δὲ εἶχεν ἑτέραν αὐτόθι γεγραμμένην. ἐν δὲ τῷ τὰς σφραγῖδας ἐπιβάλλειν ἐναλλάξας τὰ βιβλία μηδὲν διαφέροντα τῇ ὄψει, δίδωσιν ἐκείνην αὐτῷ τὴν κρύφα γεγραμμένην.
だが彼は、ことわざにあるように「クレタ人に対してクレタ流を弄して」ファルナバゾスを見誤っていたのである。というのも、ファルナバゾスはすべて行うと約束し、表向きはリュサンドロスが求めた通りの書状を書いたが、ひそかにその場で書かれたもう一通を手元に用意していたからである。そして封印を押す際に、外見には何の差もない書簡をすり替え、ひそかに書かれたその別の書状を彼に手渡した。
ἀφικόμενος οὖν ὁ Λύσανδρος εἰς Λακεδαίμονα καὶ πορευθείς, ὥσπερ ἔθος ἐστίν, εἰς τὸ ἀρχεῖον, ἀπέδωκε τοῖς ἐφόροις τὰ γράμματα τοῦ Φαρναβάζου, πεπεισμένος ἀνῃρῆσθαι τὸ μέγιστον αὐτοῦ τῶν ἐγκλημάτων· ἠγαπᾶτο γὰρ ὁ Φαρνάβαζος ὑπὸ τῶν Λακεδαιμονίων, προθυμότατος ἐν τῷ πολέμῳ τῶν βασιλέως στρατηγῶν γεγενημένος.
そこでリュサンドロスはスパルタに到着し、慣習通り政務会館へと赴くと、ファルナバゾスの書状をエポロスたちに差し出した。自分に対する最大の告発はこれで帳消しになったと信じ込んでいたのである。というのも、ファルナバゾスは王の配下の将軍たちのなかで戦争において最も熱心であったため、スパルタ人たちから重んじられていたからである。
ἐπεὶ δὲ ἀναγνόντες οἱ ἔφοροι τὴν ἐπιστολὴν ἔδειξαν αὐτῷ, καὶ συνῆκεν ὡς "οὐκ ἆρʼ Ὀδυσσεύς ἐστιν αἱμύλος μόνος," τότε μὲν ἰσχυρῶς τεθορυβημένος ἀπῆλθεν· ἡμέραις δὲ ὀλίγαις ὕστερον ἐντυχὼν τοῖς ἄρχουσιν ἔφη δεῖν αὐτὸν εἰς Ἄμμωνος ἀναβῆναι καὶ τῷ θεῷ θῦσαι θυσίας ἃς εὔξατο πρὸ τῶν ἀγώνων.
しかし、エポロスたちはその書状を読み上げるとそれを彼に見せ、彼は 「ずる賢いのはひとりオデュッセウスばかりではなかったのだ」 ということを悟った。その場ではひどく狼狽して立ち去ったが、数日後に政務官たちに面会し、アンモンの神殿へ詣でて戦いの前に誓願した生贄を神に捧げねばならないと述べた。
ἔνιοι μὲν οὖν ἀληθῶς φασιν αὐτῷ πολιορκοῦντι τὴν τῶν Ἀφυταίων πόλιν ἐν Θρᾴκῃ κατὰ τοὺς ὕπνους παραστῆναι τὸν Ἄμμωνα· διὸ καὶ τὴν πολιορκίαν ἀφείς, ὡς τοῦ θεοῦ προστάξαντος, ἐκέλευσε τοὺς Ἀφυταίους Ἄμμωνι θύειν καὶ τὸν θεὸν ἐσπούδασεν εἰς τὴν Λιβύην πορευθεὶς ἐξιλάσασθαι.
一部の人々は、彼がトラキアのアピュティス人の都市を包囲していたとき、夢枕にアンモン神が立ったというのは真実であると伝えている。それゆえに彼は神の命があったとして包囲を解き、アピュティス人たちにアンモン神へ生贄を捧げるよう命じ、自らもリビュアに赴いてその神の怒りを宥めようと努めたのだという。
τοῖς δὲ πλείστοις ἐδόκει πρόσχημα ποιεῖσθαι τὸν θεόν, ἄλλως δὲ τοὺς ἐφόρους δεδοικὼς καὶ τὸν οἴκοι ζυγὸν οὐ φέρων οὐδʼ ὑπομένων ἄρχεσθαι πλάνης ὀρέγεσθαι3 καὶ περιφοιτήσεως τινός, ὥσπερ ἵππος ἐκ νομῆς ἀφέτου καὶ λειμῶνος αὖθις ἥκων ἐπὶ φάτνην καὶ πρὸς τὸ σύνηθες ἔργον αὖθις ἀγόμενος. ἣν μὲν γὰρ Ἔφορος τῆς ἀποδημίας ταύτης αἰτίαν ἀναγράφει, μετὰ μικρὸν ἀφηγήσομαι.
だが大半の人々には、彼が神を口実にしているにすぎず、実のところはエポロスたちを恐れ、本国における軛に耐えられず、支配されることも我慢できずに、どこか遠くを放浪し巡歴することを望んでいるのだと思われた。それはあたかも、繋がれることのない牧草地や草原から再び飼い葉桶のところへ戻され、いつもの労役に再び連れて行かれる馬のようであった。エポロスがこの旅立ちについて記している理由については、追って語ることにしよう。
- 20.1ὡς οὐδὲν ἠδικημένον οὐδʼ ἐγκαλοῦντα
接続詞 ὡς のあとに続く対格分詞 ἠδικημένον および ἐγκαλοῦντα は、書状の差出人であるファルナバゾスの主張・立場を表す構文(いわゆる絶対対格、または間接話法における対格主語と連動した対格分詞)。「自分は何の被害も受けておらず、何の告発もしていないという趣旨で」という意味を担う。
- 20.2πρὸς Κρῆτα δὲ ἄρα, τὸ τοῦ λόγου, κρητίζων
τὸ τοῦ λόγου は「ことわざにあるように」を意味する慣用的・挿入的な対格句(限定の対格または副詞的対格)。κρητίζω は「クレタ人のように振る舞う=嘘をつく、欺く」という意味で、全体として「クレタ人を相手に嘘をつこうとする(嘘つきを相手に一杯食わそうとする)」というギリシアの著名な諺句を踏まえている。
- 20.6τοῖς δὲ πλείστοις ἐδόκει πρόσχημα ποιεῖσθαι τὸν θεόν, ἄλλως δὲ τοὺς ἐφόρους δεδοικὼς καὶ τὸν οἴκοι ζυγὸν οὐ φέρων οὐδʼ ὑπομένων ἄρχεσθαι πλάνης ὀρέγεσθαι
主動詞 ἐδόκει はリュサンドロスを主語とする人称構文で、2つの補語不定詞 ποιεῖσθαι と ὀρέγεσθαι を支配する。πρόσχημα ποιεῖσθαι τὸν θεόν では τὸν θεόν が直接目的語、πρόσχημα が述語対格(「神を口実にする」)。続く δεδοικώς, οὐ φέρων, οὐδʼ ὑπομένων(補語不定詞 ἄρχεσθαι を伴う)は主語リュサンドロスに一致する主格の情況分詞として πλάνης ὀρέγεσθαι の理由を表す。
