← プルタルコス

リュサンドロス伝

§12.1-12.7

勝利の前兆とアイゴスポタモイの隕石

アイゴスポタモイの戦勝に伴う前兆として、ディオスクロイの出現や有名な隕石の落下が挙げられ、アナクサゴラスの宇宙論、ダイマコスの火球目撃譚、および隕石落下の自然科学的要因をめぐる諸説が吟味される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§12.1

ἦσαν δέ τινες οἱ τοὺς Διοσκούρους ἐπὶ τῆς Λυσάνδρου νεὼς ἑκατέρωθεν, ὅτε τοῦ λιμένος ἐξέπλει πρῶτον ἐπὶ τοὺς πολεμίους, ἄστρα τοῖς οἴαξιν ἐπιλάμψαι λέγοντες.1 οἱ δὲ καὶ τὴν τοῦ λίθου πτῶσιν ἐπὶ τῷ πάθει τούτῳ σημεῖόν φασι γενέσθαι· κατηνέχθη γάρ, ὡς ἡ δόξα τῶν πολλῶν, ἐξ οὐρανοῦ παμμεγέθης λίθος εἰς Αἰγὸς ποταμούς. καὶ δείκνυται μὲν ἔτι νῦν, σεβομένων αὐτὸν τῶν Χερρονησιτῶν· λέγεται δὲ Ἀναξαγόραν προειπεῖν ὡς τῶν κατὰ τὸν οὐρανὸν ἐνδεδεμένων σωμάτων, γενομένου τινὸς ὀλισθήματος ἢ σάλου, ῥῖψις ἔσται καὶ πτῶσις ἑνὸς ἀπορραγέντος·2 εἶναι δὲ καὶ τῶν ἄστρων ἕκαστον οὐκ ἐν ᾗ πέφυκε χώρᾳ· λιθώδη γὰρ ὄντα καὶ βαρέα λάμπειν μὲν ἀντερείσει καὶ περικλάσει τοῦ αἰθέρος, ἕλκεσθαι δὲ ὑπὸ βίας σφιγγόμενα δίνῃ καὶ τόνῳ τῆς περιφορᾶς, ὥς που καὶ τὸ πρῶτον ἐκρατήθη μὴ πεσεῖν δεῦρο,3 τῶν ψυχρῶν καὶ βαρέων ἀποκρινομένων τοῦ παντός.

また、リュサンドロスの船が敵に向かって港から最初に出撃したとき、舵の両側にディオスクロイの星が輝いたと述べる人々もいた。さらに、かの隕石の落下もこの災難の兆候となったと主張する者たちもいる。というのも、多くの人々の説によれば、巨大な石が天からアイゴスポタモイへと落下したからである。そしてそれは今なお示されており、ケルソネソスの住民たちから崇められている。 アナクサゴラスは、天に縛りつけられた物体に何らかの滑落や動揺が生じたならば、破断した一つが投げ落とされ落下するであろうと予言していたと言われている。また、星々のめいめいも本来あるべき自然の場所にはなく、それらは石のようで重いものであるが、アイテールの反跳と屈折によって輝き、回転の渦と張力によって締め付けられて無理に牽引されているのであり、それはあたかも、最初に冷たく重いものが全体から分離された際、ここ(地上)へ落下しないよう引き止められたのと同じ理屈であるという。

§12.3

ἔστι δέ τις πιθανωτέρα δόξα ταύτης, εἰρηκότων ἐνίων ὡς οἱ διᾴττοντες ἀστέρες οὐ ῥύσις εἰσὶν οὐδʼ ἐπινέμησις αἰθερίου πυρὸς ἐν ἀέρι κατασβεννυμένου περὶ τὴν ἔξαψιν αὐτήν, οὐδὲ ἀέρος εἰς τὴν ἄνω χώραν πλήθει λυθέντος ἔκπρησις καὶ ἀνάφλεξις, ῥῖψις δὲ καὶ πτῶσις οὐρανίων σωμάτων οἷον ἐνδόσει τινὶ τόνου καὶ περιτρόπου κινήσεως ἐκπαλῶν φερομένων οὐ πρὸς τὸν οἰκούμενον τόπον τῆς γῆς, ἀλλὰ τῶν πλείστων ἐκτὸς εἰς τὴν μεγάλην ἐκπιπτόντων θάλατταν· διὸ καὶ λανθάνουσι.

これよりもさらに説得力のある説があり、ある人々は次のように述べている。すなわち、流星とはアイテール的な火が発火のまさにその瞬間に大気中で消滅しつつ流出し燃え広がるものではなく、また上方の領域へと大量に発散した空気が破裂し引火したものでもなく、天体の投出と落下なのであり、いわば張力と回転運動の弛緩によって投げ出された天体が、人の住む地上の場所に向かってではなく、その大半は外側の広い海へと落ちていくために、人目に触れずに終わるのである、と。

§12.4

τῷ δʼ Ἀναξαγόρᾳ μαρτυρεῖ καὶ Δαΐμαχος ἐν τοῖς Περὶ εὐσεβείας, ἱστορῶν ὅτι πρὸ τοῦ πεσεῖν τὸν λίθον ἐφʼ ἡμέρας ἑβδομήκοντα καὶ πέντε συνεχῶς κατὰ τὸν οὐρανὸν ἑωρᾶτο πύρινον σῶμα παμμέγεθες, ὥσπερ νέφος φλογοειδές, οὐ σχολάζον, ἀλλὰ πολυπλόκους καὶ κεκλασμένας φορὰς φερόμενον, ὥστε ὑπὸ σάλου καὶ πλάνης ἀπορρηγνύμενα πυροειδῆ σπάσματα φέρεσθαι πολλαχοῦ καὶ ἀστράπτειν, ὥσπερ οἱ διᾴττοντες ἀστέρες.

さらにダイマコスも『敬虔について』の中でアナクサゴラスのために証言しており、石が落下する前の七十五日間連続して、天に炎のような雲に似た巨大な火の物体が見え、それは静止することなく複雑に折れ曲がった軌道を描いて動いており、動揺と迷走によって破断した火のような破片があちこちに飛び散り、流星のように光を放っていたと記録している。

§12.5

ἐπεὶ δὲ ἐνταῦθα τῆς γῆς ἔβρισε καὶ παυσάμενοι φόβου καὶ θάμβους οἱ ἐπιχώριοι συνῆλθον, ὤφθη πυρὸς μὲν οὐδὲν ἔργον οὐδʼ ἴχνος τοσοῦτο, λίθος δὲ κείμενος, ἄλλως μὲν μέγας, οὐθὲν δὲ μέρος, ὡς εἰπεῖν, ἐκείνης τῆς πυροειδοῦς περιοχῆς ἔχων. ὅτι μὲν οὖν εὐγνωμόνων ὁ Δαΐμαχος ἀκροατῶν δεῖται δῆλός ἐστιν·4

そして、それがこの土地に落ち、現地の人々が恐怖と驚嘆から醒めて集まったとき、火の作用も痕跡も全く見られず、ただ横たわる石が見つかっただけであった。その石は、それ自体としては巨大であったが、あの炎の球体の広がりから見れば、いわば何分の一にも満たないものであった。したがって、ダイマコスが好意的な聞き手を必要としていることは明白である。

§12.6

εἰ δὲ ἀληθὴς ὁ λόγος, ἐξελέγχει κατὰ κράτος τοὺς φάσκοντας ἔκ τινος ἀκρωρείας ἀποκοπεῖσαν πνεύμασι καὶ ζάλαις πέτραν, ὑποληφθεῖσαν δʼ ὥσπερ οἱ στρόβιλοι, καὶ φερομένην, ᾗ πρῶτον ἐνέδωκε καὶ διελύθη τὸ περιδινῆσαν, ἐκριφῆναι καὶ πεσεῖν.

しかし、もしこの記述が真実であるならば、それは風や突風によってある峰から岩が削り取られ、旋風のように巻き上げられて運ばれ、渦を巻かせていた力が最初に緩んで消滅した地点で投げ出されて落下したのだと主張する者たちを完全に論破することになる。

§12.7

εἰ μὴ νὴ Δία5 πῦρ μὲν ἦν ὄντως τὸ φαινόμενον ἐπὶ πολλὰς ἡμέρας, σβέσις δὲ καὶ φθορὰ μεταβολὴν ἀέρι παρέσχεν εἰς πνεύματα βιαιότερα καὶ κινήσεις, ὑφʼ ὧν συνέτυχε καὶ τὸν λίθον ἐκριφῆναι. ταῦτα μὲν οὖν ἑτέρῳ γένει γραφῆς διακριβωτέον.

もっとも、誓って言うが、何日にもわたって見えていたものは真に火であり、その消滅と破壊が大気に変化をもたらしてより激しい風と運動を引き起こし、それらによって偶然その石も投げ飛ばされた、というのでない限りは。だが、これらについては別の種類の著作で詳述されるべきであろう。

構文注5 件
  1. 12.1ἦσαν δέ τινες οἱ ... λέγοντες

    ἦσαν δέ τινες の後に定冠詞+分詞 οἱ ... λέγοντες(「〜と述べる人々」)が続く構文(「〜と述べる人々もいた」)。λέγοντες の目的語として対格不定詞構文 τοὺς Διοσκούρους ... ἐπιλάμψαι(ディオスクロイの星が輝いたこと)が続く。

  2. 12.2ὡς τῶν κατὰ τὸν οὐρανὸν ἐνδεδεμένων σωμάτων, γενομένου τινὸς ὀλισθήματος ἢ σάλου, ῥῖψις ἔσται καὶ πτῶσις ἑνὸς ἀπορραγέντος

    προειπεῖν(予言した)に導かれる ὡς 節の中で、γενομένου τινὸς ὀλισθήματος ἢ σάλου(何らかの滑落や動揺が生じたならば)が属格独立構文(条件を表す)。τῶν ... ἐνδεδεμένων σωμάτων は全体属格(partitive genitive)で、ῥῖψις ... καὶ πτῶσις に従属する属格 ἑνὸς ἀπορραγέντος(破断した一つのもの)に係る。

  3. 12.2ὥς που καὶ τὸ πρῶτον ἐκρατήθη μὴ πεσεῖν δεῦρο

    阻止・妨害を表す動詞 ἐκρατήθη(抑え止められた)に、余剰否定(redundant negative)の μή を伴う不定詞 πεσεῖν が後続する構文(「地上に落下しないよう阻止された」)。

  4. 12.5ὅτι μὲν οὖν εὐγνωμόνων ὁ Δαΐμαχος ἀκροατῶν δεῖται δῆλός ἐστιν

    非人称構文(δῆλόν ἐστιν ὅτι...)ではなく人称構文が用いられている。主語 ὁ Δαΐμαχος に文末の述語 δῆλός ἐστιν が人称的に呼応しており、「ダイマコスが好意的な聞き手を必要としていることは明白である」の意。εὐγνωμόνων ... ἀκροατῶν は δεῖται の目的語として属格をとる。

  5. 12.7εἰ μὴ νὴ Δία

    対話や論証において反論や例外的可能性を挿入する慣用句(「〜でない限りは、誓って言うが」「もっとも〜というのなら別だが」)。νὴ Δία はゼウスに誓う挿入句(parenthetical oath)。直前の反論(自然現象説の論破)に対して唯一考えうる例外仮説を提示している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg032.humanitext-grc2:12.1-12.7