← プルタルコス

マリウス伝

§33.1-33.3

同盟市戦争でのマリウスの不振と指揮権辞任

同盟市戦争において、老齢と身体の不調から精彩を欠いたマリウスはスッラに名声を奪われる一方、慎重な戦術で敵の挑発を退け、兵士の不甲斐なさを皮肉ったのち病を理由に指揮権を返上する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§33.1

οὗτος ὁ πόλεμος τοῖς πάθεσι ποικίλος γενόμενος καὶ ταῖς τύχαις πολυτροπώτατος ὅσον Σύλλᾳ προσέθηκε δόξης καὶ δυνάμεως, τοσοῦτον ἀφεῖλε Μαρίου,1 βραδὺς γάρ ἐφάνη ταῖς ἐπιβολαῖς, ὄκνου τε περὶ πάντα καὶ μελλήσεως ὑπερέβαλλεν, εἴτε τοῦ γήρως τὸ δραστήριον ἐκεῖνο καὶ θερμὸν ἐν αὐτῷ κατασβεννύντος ἑξηκοστὸν γάρ ἤδη καὶ πέμπτον ἔτος ὑπερέβαλλεν, εἴτε, ὡς αὐτὸς ἔλεγε, περὶ νεῦρα γεγονὼς νοσώδης καὶ σώματι δύσεργος ὢν ὑπέμενε παρὰ δύναμιν αἰσχύνῃ τὰς στρατείας.2

この戦争は苦難において多様であり、巡り合わせにおいて極めて変転を極めたが、それがスッラに名声と権勢をもたらしたのと同等に、マリウスからはそれを減じた。というのも、彼は企図において遅鈍に見え、あらゆることにおいて躊躇と引き延ばしが過剰であったからである。それは、老齢が彼の中でかつてのあの活動力と熱情を消し去りつつあったためか(実際、彼はすでに六十五歳を越えていた)、それとも彼自身が語っていたように、神経の病に冒され身体を動かすのが困難でありながら、恥を避けるあまり自らの能力を超えて従軍を耐え忍んでいたためかであった。

§33.2

οὐ μὴν ἀλλὰ καὶ τότε μάχῃ τε μεγάλῃ νικήσας ἑξακισχιλίους ἀνεῖλε τῶν πολεμίων, καὶ λαβὴν οὐδαμῇ παρέσχεν αὐτοῖς, ἀλλὰ καὶ περιταφρευόμενος ἠνέσχετο καὶ χλευαζόμενος καὶ καλούμενος οὐ παρωξύνθη. λέγεται δὲ Ποπλίου Σίλωνος, ὃς μέγιστον εἶχε τῶν πολεμίων ἀξίωμα καὶ δύναμιν, εἰπόντος πρὸς αὐτόν, εἰ μέγας εἶ στρατηγός, ὦ Μάριε, διαγώνισαι καταβάς, ἀποκρίνασθαι,3 Σὺ μὲν οὖν, εἰ μέγας εἶ στρατηγός, ἀνάγκασόν με διαγωνίσασθαι μὴ βουλόμενον.

それにもかかわらず、その時にも彼は大会戦で勝利して敵の六千人を討ち取り、敵にいかなる隙も与えなかったばかりか、塹壕で包囲されても耐え忍び、嘲笑され挑発されても激昂しなかった。そして、敵の中で最大の信望と勢力を誇っていたポプリウス・シロが彼に向かって、「もしお前が偉大な将軍であるなら、マリウスよ、下りてきて決戦せよ」と言ったのに対し、「いやむしろ、もしお前が偉大な将軍であるなら、望んでいない私に無理やり決戦を強いてみよ」と答えたと伝えられている。

§33.3

πάλιν δέ ποτε τῶν μὲν πολεμίων καιρὸν ἐπιχειρήσεως παραδιδόντων, τῶν δὲ Ῥωμαίων ἀποδειλιασάντων, ὡς ἀνεχώρησαν ἀμφότεροι, συναγαγὼν εἰς ἐκκλησίαν τοὺς στρατιώτας, ἀπορῶ, φησί, πότερον εἴπω τοὺς πολεμίους ἀνανδροτέρους ἢ ὑμᾶς· οὔτε γάρ ἐκεῖνοι τὸν νῶτον ὑμῶν οὔτε ὑμεῖς ἐκείνων τὸ ἰνίον ἰδεῖν ἐδυνήθητε. τέλος δὲ ἀφῆκε τὴν στρατηγίαν ὡς ἐξαδυνατῶν τῷ σώματι διὰ τὴν ἀσθένειαν.

またある時、敵が攻撃の好機を与えたにもかかわらず、ローマ兵たちが怖気づき、双方が退却したのち、兵士たちを集会に召集して、「私は当惑している」と彼は言った、「敵とお前たちのどちらをより臆病と言うべきか。というのも、彼らはお前たちの背中を見ることも、お前たちは彼らのうなじを見ることすらできなかったのだから」。 そして最後には、病のために身体が衰弱しきったとして指揮権を辞任した。

構文注3 件
  1. 33.1ὅσον Σύλλᾳ προσέθηκε δόξης καὶ δυνάμεως, τοσοῦτον ἀφεῖλε Μαρίου

    相関詞 ὅσον... τοσοῦτον は程度・数量を表し、δόξης καὶ δυνάμεως は προσέθηκε の直接目的語に対する部分属格。後半の ἀφεῖλε は「奪う・減じる」の意で、属格 Μαρίου を伴って「マリウスから(名声・権勢を)減じた」という意味をなす。ここでは中性代名詞 τοσοῦτον(先行する δόξης καὶ δυνάμεως を補って解する)が ἀφεῖλε の直接目的語となり、Μαρίου は分離の属格として置かれている。

  2. 33.1εἴτε τοῦ γήρως τὸ δραστήριον ἐκεῖνο καὶ θερμὸν ἐν αὐτῷ κατασβεννύντος ἑξηκοστὸν γάρ ἤδη καὶ πέμπτον ἔτος ὑπερέβαλλεν, εἴτε, ὡς αὐτὸς ἔλεγε, περὶ νεῦρα γεγονὼς νοσώδης καὶ σώματι δύσεργος ὢν ὑπέμενε παρὰ δύναμιν αἰσχύνῃ τὰς στρατείας.

    二者択一の理由を示す εἴτε... εἴτε... の構文であるが、前者が属格独立構文(τοῦ γήρως... κατασβεννύντος)であるのに対し、後者は定動詞節(γεγονὼς... ὢν ὑπέμενε...)となっており、構文の非対称性(変形構文)が見られる。また、前者の節中には ἑξηκοστὸν γάρ ἤδη καὶ πέμπτον ἔτος ὑπερέβαλλεν(「実際すでに六十五歳を越えていたからである」)という挿入的な理由説明文が挟まれている。

  3. 33.2λέγεται δὲ Ποπλίου Σίλωνος, ὃς μέγιστον εἶχε τῶν πολεμίων ἀξίωμα καὶ δύναμιν, εἰπόντος πρὸς αὐτόν, εἰ μέγας εἶ στρατηγός, ὦ Μάριε, διαγώνισαι καταβάς, ἀποκρίνασθαι

    非人称表現 λέγεται(「〜と言われている」)に続く対格不定詞構文において、不定詞 ἀποκρίνασθαι の意味上の主語であるマリウス(対格または主格)が先行文脈から自明なため省略されている。その直前にある Ποπλίου Σίλωνος... εἰπόντος は属格独立構文(時・契機)であり、関係節 ὃς μέγιστον εἶχε... がその先行詞であるシロを修飾して挿入されているため、文の骨格は λέγεται [Μάριον]... ἀποκρίνασθαι である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:33.1-33.3