← プルタルコス

マリウス伝

§26.1-26.5

ウェルケッラエの戦いと猛暑に苦しむキンブリ族

ウェルケッラエの戦いで敵の誘引策に乗ったローマ軍が突撃し、両将が勝利を祈願するなか、砂塵による視界不良と酷暑がローマ軍に有利に働き、キンブリ族は暑さに苦しむ。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§26.1

τότε δὲ οὐχὶ κατὰ στόμα προσεφέροντο τοῖς Ῥωμαίοις, ἀλλʼ ἐκκλίνοντες ἐπὶ δεξιὰ ὑπῆγον αὑτοὺς κατὰ μικρόν, ἐμβάλλοντες εἰς τὸ μέσον αὐτῶν τε καὶ τῶν πεζῶν ἐξ ἀριστερᾶς παρατεταγμένων, καὶ συνεῖδον μὲν οἱ τῶν Ῥωμαίων στρατηγοὶ τὸν δόλον, ἐπισχεῖν δὲ τοὺς στρατιώτας οὐκ ἔφθησαν,1 ἀλλʼ ἑνὸς ἐκβοήσαντος ὅτι φεύγουσιν οἱ πολέμιοι, πάντες ὥρμησαν διώκειν.

しかしその時、彼らはローマ軍に対して正面から向かってくるのではなく、右へと傾きつつ少しずつ身を引いていき、自軍と左翼に整列していた歩兵との間に彼らを誘い込もうとしていた。ローマ軍の将軍たちはその計略を察知したものの、兵士たちを引き留めるのに間に合わず、一人が敵は逃走中だと叫ぶや否や、全員が追撃へと駆け出した。

§26.2

καὶ τὸ πεζὸν ἐν τούτῳ τῶν βαρβάρων ἐπῄει καθάπερ πέλαγος ἀχανὲς κινούμενον. ἐνταῦθα νιψάμενος ὁ Μάριος τὰς χεῖρας καὶ πρὸς τὸν οὐρανὸν ἀνασχὼν εὔξατο τοῖς θεοῖς κατὰ ἑκατόμβης, εὔξατο δὲ καὶ Κάτλος ὁμοίως ἀνασχὼν τὰς χεῖρας καθιερώσειν τὴν τύχην τῆς ἡμέρας ἐκείνης, τὸν δὲ Μάριον καὶ θύσαντα λέγεται τῶν ἱερῶν αὐτῷ δειχθέντων μέγα φθεγξάμενον εἰπεῖν ἐμὴ ἡ νίκη.

そしてその間に異民族の歩兵は、まるで動く広大な海原のように進軍してきた。そこでマリウスは手を清め、天へと差し伸べて百犠牲を捧げると神々に誓いを立てた。またカトゥルスも同様に手を差し伸べて、その日の幸運の女神を神聖化すると誓った。さらにマリウスは犠牲を捧げ、生贄の内臓が示されると、大声で叫んでこう言ったと伝えられる。 「勝利は我がものだ。」

§26.3

γενομένης δὲ τῆς ἐφόδου πρᾶγμα νεμεσητὸν παθεῖν τὸν Μάριον οἱ περὶ Σύλλαν ἱστοροῦσι. κονιορτοῦ γὰρ ἀρθέντος, οἷον εἰκός, ἀπλέτου καὶ τῶν στρατοπέδων ἀποκεκρυμμένων, ἐκεῖνον μέν, ὡς τὸ πρῶτον ὥρμησε πρὸς τὴν δίωξιν, ἐπισπασάμενον τὴν δύναμιν ἀστοχῆσαι τῶν πολεμίων καὶ παρενεχθέντα τῆς φάλαγγος ἐν τῷ πεδίῳ διαφέρεσθαι πολὺν χρόνον, τῷ δὲ Κάτλῳ τοὺς βαρβάρους ἀπὸ τύχης συρραγῆναι,2 καὶ γενέσθαι τὸν ἀγῶνα κατʼ ἐκεῖνον καὶ τοὺς ἐκείνου μάλιστα στρατιώτας, ἐν οἷς αὐτὸς ὁ Σύλλας τετάχθαι φησί·

だが突撃が始まると、マリウスは神の怒りを招くような不面目を被ったとスッラの一派は伝えている。すなわち、予想通り凄まじい砂塵が立ち昇って両軍の陣が見えなくなると、彼は追撃へと駆け出すやいなや軍を引き連れて敵を見失い、方陣の脇を通り過ぎて平原の中を長いあいださまよったのに対し、異民族は偶然にもカトゥルスと衝突し、戦いは主として彼と彼の兵士たちのところで生じ、その中にスッラ自身も配置されていたと語っている。

§26.4

συναγωνίσασθαι δὲ τοῖς Ῥωμαίοις τὸ καῦμα καὶ τὸν ἥλιον ἀντιλάμποντα τοῖς Κίμβροις. δεινοὶ γὰρ ὄντες ὑπομεῖναι κρύη, καὶ τόποις ἐντεθραμμένοι σκιεροῖς, ὡς λέλεκται, καὶ ψυχροῖς, ἀνετρέποντο πρὸς τὸ θάλπος, ἱδρῶτά τε μετὰ ἄσθματος πολὺν ἐκ τῶν σωμάτων ἀφιέντες καὶ τοὺς θυρεοὺς προβαλλόμενοι πρὸ τῶν προσώπων, ἅτε δὴ καὶ μετὰ τροπὰς θέρους τῆς μάχης γενομένης, ἃς ἄγουσι Ῥωμαῖοι πρὸ τριῶν ἡμερῶν τῆς νουμηνίας τοῦ νῦν μὲν Αὐγούστου, τότε δὲ Σεξτιλίου μηνός.

また、猛暑とキンブリ族の顔を正面から照らしつける太陽も、ローマ軍に味方した。なぜなら彼らは寒さに耐えることには長けており、すでに述べられたように日陰の冷涼な土地で育っていたため、暑さに対して弱り果て、身体から激しい喘ぎとともに多量の汗を流し、盾を顔の前に掲げたからである。これは、ローマ人が現在の8月、当時のセクスティリス月の新月の3日前に祝う夏至を過ぎて、戦いが起こったためでもあった。

§26.5

ὤνησε δὲ καὶ πρὸς τὸ θαρρεῖν ὁ κονιορτὸς ἀποκρύψας τοὺς πολεμίους, οὐ γάρ κατεῖδον ἐκ πολλοῦ τὸ πλῆθος, ἀλλὰ δρόμῳ τοῖς κατʼ αὑτοὺς ἕκαστοι προσμείξαντες ἐν χερσὶν ἦσαν, ὑπὸ τῆς ὄψεως μὴ προεκφοβηθέντες. οὕτω δ’ ἦσαν διάπονοι τὰ σώματα καὶ κατηθληκότες ὡς μήτε ἱδροῦντά τινα μήτε ἀσθμαίνοντα Ῥωμαίων ὀφθῆναι3 διὰ πνίγους τοσούτου καὶ μετὰ δρόμου τῆς συρράξεως γενομένης, ὡς τὸν Κάτλον αὐτὸν ἱστορεῖν λέγουσι μεγαλύνοντα τοὺς στρατιώτας.

また、砂塵が敵を覆い隠したことも勇気をもたらすのに役立った。彼らは敵の多勢を遠くから見ることがなく、それぞれが駆け足で自らの正面の敵に接触して乱闘に入り、その光景によってあらかじめ恐れを抱くことがなかったからである。そして彼らの肉体は激しく鍛え抜かれ訓練されていたため、これほどの猛暑のなか、駆け足で衝突が起こったにもかかわらず、ローマ兵の中で汗をかいている者や息を切らしている者は一人も見られなかったと、カトゥルス自身が自らの兵を称賛して記録していると伝えられる。

構文注3 件
  1. 26.1ἐπισχεῖν δὲ τοὺς στρατιώτας οὐκ ἔφθησαν

    οὐ φθάνω+不定詞(または分詞)の慣用表現で、「…する暇がない」「…するのに間に合わない」の意。ここでは兵士たちが衝動的に追撃を始めるのを将軍たちが制止できなかった状況を表す。

  2. 26.3ἐκεῖνον μέν, ὡς τὸ πρῶτον ὥρμησε πρὸς τὴν δίωξιν, ἐπισπασάμενον τὴν δύναμιν ἀστοχῆσαι τῶν πολεμίων καὶ παρενεχθέντα τῆς φάλαγγος ἐν τῷ πεδίῳ διαφέρεσθαι πολὺν χρόνον, τῷ δὲ Κάτλῳ τοὺς βαρβάρους ἀπὸ τύχης συρραγῆναι

    先行する ἱστοροῦσι に支配される対格不定詞構文(ἐκεῖνον... ἀστοχῆσαι... διαφέρεσθαι)とσυρραγῆναι と結ぶ与格 τῷ Κάτλῳ を先頭に置いた対格不定詞構文(τῷ δὲ Κάτλῳ τοὺς βαρβάρους... συρραγῆναι)が μέν... δέ で対置されている。ἐκεῖνον はマリウスを指し、παρενεχθέντα τῆς φάλαγγος(属格は分離の属格)は敵陣の横を通り過ぎて逸れたことを意味する。

  3. 26.5οὕτω δ’ ἦσαν διάπονοι τὰ σώματα καὶ κατηθληκότες ὡς μήτε ἱδροῦντά τινα μήτε ἀσθμαίνοντα Ῥωμαίων ὀφθῆναι

    οὕτω... ὡς による結果構文(結果を表す不定詞 ὀφθῆναι)。διάπονοι τὰ σώματα の τὰ σώματα は限定・観点の対格(いわゆる「ギリシア的対格」)。否定辞 μήτε... μήτε は ὡς+不定詞構文における一般的な否定辞 μή を反映している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:26.1-26.5