- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:20.1-20.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アンブロネス族撃破の夜、無防備な陣地で敵の異様な咆哮を聞いたローマ軍は夜戦を恐れるが戦闘は起きず、翌朝マリウスは伏兵を配置した上で丘上に布陣し、激昂して攻めのぼるテウトネス族を迎え撃つ構えを整える。
ἐπεὶ δὲ πολλοὺς τῶν Ἀμβρώνων οἱ Ῥωμαῖοι διαφθείραντες ἀνεχώρησαν ὀπίσω καὶ σκότος ἐπέσχεν, οὐχ ὥσπερ ἐπʼ εὐτυχήματι τοσούτῳ τὸν στρατὸν ἐδέξαντο παιᾶνες ἐπινίκιοι καὶ πότοι κατὰ σκηνὰς καὶ φιλοφροσύναι περὶ δεῖπνα καὶ τὸ πάντων ἥδιστον ἀνδράσιν εὐτυχῶς μεμαχημένοις, ὕπνος ἤπιος, ἀλλʼ ἐκείνην μάλιστα τὴν νύκτα φοβερὰν καὶ ταραχώδη διήγαγον.1
ローマ兵たちは多くのアンブロネス族を討ち取ったのちに引き返し、暗闇が辺りを覆ったが、これほどの大勝利の後にふさわしく軍勢を勝ち歌や天幕での酒宴、夕餉を囲む歓談、そして幸運にも戦い抜いた男たちにとって何よりも心地よい穏やかな眠りが迎えることはなく、彼らはその夜をとりわけ恐怖と混乱のうちに過ごした。
ἦν μὲν γάρ αὐτοῖς ἀχαράκωτον τὸ στρατόπεδον καὶ ἀτείχιστον, ἀπελείποντο δὲ τῶν βαρβάρων ἔτι πολλαὶ μυριάδες ἀήττητοι, καὶ συμμεμιγμένων τούτοις ὅσοι διαπεφεύγεσαν τῶν Ἀμβρώνων,2 ὀδυρμὸς ἦν διὰ νυκτός, οὐ κλαυθμοῖς οὐδὲ στεναγμοῖς ἀνθρώπων ἐοικώς, ἀλλὰ θηρομιγής τις ὠρυγὴ καὶ βρύχημα μεμιγμένον ἀπειλαῖς καὶ θρήνοις ἀναπεμπόμενον ἐκ πλήθους τοσούτου τά τε πέριξ ὄρη καὶ τὰ κοῖλα τοῦ ποταμοῦ περιεφώνει.
というのも、彼らにとって陣営は逆茂木も城壁もない無防備な状態であり、異民族の方には依然として何万人もの無傷の軍勢が残っていたうえ、これらにアンブロネス族の生き残りが合流して、夜通し慟哭の声が上がっていたからである。その声は人間の泣き声や嘆きには似ず、野獣のそれのような咆哮と唸り声に脅迫と悲嘆が入り混じったもので、これほどの大群衆から発せられて周囲の山々や川の渓谷に谺した。
καὶ κατεῖχε φρικώδης ἦχος τὸ πεδίον, τοὺς δὲ Ῥωμαίους δέος, αὐτόν τε τὸν Μάριον ἔκπληξις ἄκοσμόν τινα καὶ ταραχώδη νυκτομαχίαν προσδεχόμενον. οὐ μὴν ἐπῆλθον οὔτε νυκτὸς οὔτε τῆς ἐπιούσης ἡμέρας, ἀλλὰ συντάττοντες ἑαυτοὺς καὶ παρασκευαζόμενοι διετέλουν.
そして陰惨な響きが平原を覆い、ローマ兵たちには恐怖が、マリウス自身にも無秩序で混乱した夜戦を予期して戦慄が襲った。もっとも、敵はその夜も翌日も攻めてはこず、隊列を整えて準備を整えることに終始した。
ἐν τούτῳ δὲ Μάριος, ἦσαν γάρ ἐκ κεφαλῆς τῶν βαρβάρων νάπαι περικλινεῖς καὶ κατάσκιοι δρυμοῖς αὐλῶνες, ἐνταῦθα Κλαύδιον Μάρκελλον ἐκπέμπει μετὰ τρισχιλίων ὁπλιτῶν, ἐνεδρεῦσαι κελεύσας κρύφα καὶ μαχομένοις ἐξόπισθεν ἐπιφανῆναι. τοὺς δὲ ἄλλους δειπνήσαντας ἐν ὥρᾳ καὶ κοιμηθέντας ἅμʼ ἡμέρᾳ συνέταττε πρὸ τοῦ χάρακος ἀγαγών, καὶ προεξέπεμπε τοὺς ἱππέας εἰς τὸ πεδίον.
その間にマリウスは、異民族の頭上に傾斜のある森林と樹木に覆われた谷間があったため、そこにクラウディウス・マルケッルスを三千の重装歩兵とともに派遣し、密かに待ち伏せして、敵が交戦したところで背後から姿を現すよう命じた。そして他の兵たちには時刻通りに夕食を取らせて休息させ、夜明けとともに陣地の前に導き出して整列させ、騎兵をあらかじめ平原へと繰り出した。
θεασάμενοι δὲ οἱ Τεύτονες οὐκ ἠνέσχοντο καταβαίνοντας αὐτοῖς ἐξ ἴσου διαγωνίζεσθαι τοὺς Ῥωμαίους,3 ἀλλὰ σὺν τάχει καὶ διʼ ὀργῆς ὁπλισάμενοι τῷ λόφῳ προσέβαλον. ὁ δὲ Μάριος ἑκασταχοῦ διαπέμπων τοὺς ἡγεμόνας ἑστάναι καὶ καρτερεῖν παρεκάλει, πελασάντων δὲ εἰς ἐφικτὸν ἐξακοντίσαι τοὺς ὑσσούς, εἶτα χρῆσθαι ταῖς μαχαίραις καὶ τοῖς θυρεοῖς ἀντερείσαντας βιάζεσθαι·
これを目にしたテウトネス族は、ローマ軍が下りてきて自分たちと対等の条件で勝負するのを待つことができず、性急にかつ怒りに任せて武装し、丘へと攻めのぼってきた。マリウスは指揮官たちを各所に派遣し、その場に踏み止まって持ち堪え、敵が投擲の届く距離まで近づいたらピルムを投げ、そののち刀剣を振るい、大盾を押し当てて圧迫するよう促した。
τῶν γάρ τόπων ἐπισφαλῶν ὄντων ἐκείνοις οὔτε τόνον ἕξειν τὰς πληγὰς οὔτε ῥώμην τὸν συνασπισμόν,4 ἐν περιτροπῇ καὶ σάλῳ τῶν σωμάτων ὄντων διὰ τὴν ἀνωμαλίαν. ταῦτα ἅμα παρῄνει καὶ δρῶν ἑωρᾶτο πρῶτος· οὐδενὸς γάρ ἤσκητο χεῖρον τὸ σῶμα, καὶ πάντας πολὺ τῇ τόλμῃ παρήλλαττεν.
なぜなら足場が敵にとって不安定であるため、傾斜のために身体がふらつき揺れることで、打撃に力が入ることも、密集隊形に強度が生まれることもないからである。彼はこれらの指示を与えるとともに、自らが率先して行動するところを見せた。彼の肉体は誰にも劣らず鍛え上げられており、その大胆さにおいてもすべての人をはるかに凌駕していたからである。
- 20.1οὐχ ὥσπερ ἐπʼ εὐτυχήματι τοσούτῳ τὸν στρατὸν ἐδέξαντο παιᾶνες ἐπινίκιοι... ἀλλʼ ἐκείνην μάλιστα τὴν νύκτα φοβερὰν καὶ ταραχώδη διήγαγον
主節の前半では「παιᾶνες... ὕπνος ἤπιος」が主語で「τὸν στρατὸν ἐδέξαντο」と受ける構文(「これらが軍勢を迎えた」)になっているが、「ἀλλʼ」以降では主語が軍勢(ローマ兵たち)に暗黙裡に転換し、他動詞「διήγαγον」の主語となっている。対比の強調に伴う自然な主語交替の構造である。
- 20.2συμμεμιγμένων τούτοις ὅσοι διαπεφεύγεσαν τῶν Ἀμβρώνων
属格独立構文(genitive absolute)として機能しているが、分詞「συμμεμιγμένων」の意味上の主語は先行詞の省略された関係節「ὅσοι διαπεφεύγεσαν τῶν Ἀμβρώνων」([τούτων]ὅσοι...)である。指示代名詞「τούτοις」は直前の「ἔτι πολλαὶ μυριάδες」を指す与格。
- 20.5οὐκ ἠνέσχοντο καταβαίνοντας αὐτοῖς ἐξ ἴσου διαγωνίζεσθαι τοὺς Ῥωμαίους
動詞「ἀνέχομαι」が通例の分詞補足ではなく対格+不定詞構文(「τοὺς Ῥωμαίους... διαγωνίζεσθαι」)を取る用法。「καταβαίνοντας」は不定詞の意味上の主語である「τοὺς Ῥωμαίους」を修飾する分詞。「αὐτοῖς」は「ἐξ ἴσου」(「彼らと対等に」)に結びつく与格である。
- 20.6τῶν γάρ τόπων ἐπισφαλῶν ὄντων ἐκείνοις οὔτε τόνον ἕξειν τὰς πληγὰς οὔτε ῥώμην τὸν συνασπισμόν
マリウスの訓示(「παρεκάλει」)の内容を承けた間接話法で、不定詞「ἕξειν」が用いられている。主語は対格の「τὰς πληγάς」および「τὸν συνασπισμόν」。「τῶν γὰρ τόπων ἐπισφαλῶν ὄντων」と末尾の「ἐν περιτροπῇ... τῶν σωμάτων ὄντων」の二つの属格独立構文が理由を説明している。
