← プルタルコス

マリウス伝

§16.1-16.5

マリウスの持久戦術と出撃を望む兵士の不満

マリウスは敵の挑発に乗らず兵士を陣内に留め、敵の姿を見慣れさせて恐怖を克服させようとするが、敵の略奪と挑発に耐えかねた兵士たちは出撃を拒むマリウスへの不満と抗議の声を上げる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§16.1

ὁ δὲ τούτων μὲν οὐκ ἐφρόντιζεν, ἐν δὲ τῷ χάρακι τοὺς στρατιώτας συνεῖχε, καὶ καθήπτετο πικρῶς τῶν θρασυνομένων, καὶ τοὺς προπίπτοντας ὑπὸ θυμοῦ καὶ μάχεσθαι βουλομένους προδότας ἀπεκάλει τῆς πατρίδος, οὐ γάρ ὑπὲρ θριάμβων τὴν φιλοτιμίαν εἶναι1 καὶ τροπαίων, ἀλλʼ ὅπως νέφος τοσοῦτον πολέμου καὶ σκηπτὸν ὠσάμενοι διασώσουσι τὴν Ἰταλίαν.

しかしマリウスはこれらを意に介さず、陣営の柵の中に兵士たちをとどめ、逸る者たちを厳しく叱責し、怒りに駆られて突出し戦うことを望む者たちを祖国の裏切り者と呼んだ。というのも、野心は凱旋式や戦勝記念標のためではなく、このような戦争の暗雲と稲妻を押し払ってイタリアを救い出すことにあるからだ、というのであった。

§16.2

ταῦτα μὲν ἰδίᾳ πρὸς τοὺς ἡγεμόνας καὶ τοὺς ὁμοτίμους ἔλεγε, τοὺς δὲ στρατιώτας ὑπὲρ τοῦ χάρακος ἱστὰς ἀνὰ μέρος καὶ θεᾶσθαι κελεύων εἴθιζε τὴν μορφὴν ἀνέχεσθαι τῶν πολεμίων καὶ τήν φωνὴν ὑπομένειν ὅλως οὖσαν ἀλλόκοτον καὶ θηριώδη, σκευήν τε καὶ κίνησιν αὐτῶν καταμανθάνειν, ἅμα τῷ χρόνῳ τὰ φαινόμενα δεινὰ ποιουμένους τῇ διανοίᾳ χειροήθη διὰ τῆς ὄψεως· ἡγεῖτο γὰρ πολλὰ μὲν ἐπιψεύδεσθαι τῶν οὐ προσόντων τὴν καινότητα τοῖς φοβεροῖς,2 ἐν δὲ τῇ συνηθείᾳ καὶ τὰ τῇ φύσει δεινὰ τὴν ἔκπληξιν ἀποβάλλειν.

こうしたことを彼は内々に指揮官たちや同輩の者たちに語っていたが、兵士たちに対しては、交代で陣地の柵の上に立たせて敵を眺めさせ、敵の姿に耐え、全く異様で野獣のようなその叫び声に耐え忍び、彼らの装備や動きをつぶさに観察することに慣れさせ、時とともに、恐ろしく思われるものを視覚を通じて心の中で馴れ親しんだものにさせた。というのも、新奇さは恐ろしいものに対して、実際には備わっていない多くのものを虚偽として付け加えるが、慣れのうちでは本質的に恐ろしいものもその恐怖を失う、と考えたからである。

§16.3

τῶν δὲ οὐ μόνον ἡ καθʼ ἡμέραν ὄψις ἀφῄρει τι τοῦ θάμβους, ἀλλὰ καὶ πρὸς τὰς ἀπειλὰς τῶν βαρβάρων καὶ τὸν κόμπον οὐκ ἀνεκτὸν ὄντα θυμὸς αὐτοῖς παριστάμενος ἐξεθέρμαινε καὶ διέφλεγε τὰς ψυχάς, οὐ μόνον ἀγόντων καὶ φερόντων τὰ πέριξ ἅπαντα τῶν πολεμίων, ἀλλὰ καὶ τῷ χάρακι ποιουμένων προσβολὰς μετὰ πολλῆς ἀσελγείας καὶ θρασύτητος, ὥστε φωνὰς καὶ διαγανακτήσεις τῶν στρατιωτῶν πρὸς τὸν Μάριον ἐκφέρεσθαι.

彼らにとって、日々の光景が幾らか驚きや恐れを奪っただけでなく、蛮族の脅迫や耐えがたい誇大口調に対して彼らに湧き起こる怒りがその心を熱くし燃え上がらせた。敵が周囲のあらゆるものを略奪し運び去っているだけでなく、陣営の柵に対しても甚だしい横暴と大胆さをもって攻撃を仕掛けてきたためであり、その結果、兵士たちの叫びと憤慨の声がマリウスのもとへ伝わるようになった。

§16.4

τίνα δὴ καταγνοὺς ἀνανδρίαν ἡμῶν Μάριος εἴργει μάχης ὥσπερ γυναῖκας ὑπὸ κλεισὶ καὶ θυρωροῖς; φέρε, παθόντες ἀνδρῶν πάθος ἐλευθέρων3 ἐρώμεθα πότερον ἄλλους ἀναμένει μαχουμένους ὑπὲρ τῆς Ἰταλίας, ἡμῖν δὲ λειτουργοῖς χρήσεται διὰ παντός, ὅταν δέῃται τάφρους ὀρύσσειν καὶ πηλὸν ἐκκαθαίρειν καὶ ποταμούς τινας παρατρέπειν;

「マリウスはわれわれのいかなる臆病さを咎め立てて、女のように鍵や門番のもとに置いて戦いから遠ざけているのか。さあ、自由人の気概を抱き、問うてみようではないか。彼はイタリアのために戦う別の者たちを待っており、一方で塹壕を掘り、泥を掻き出し、川の流れを変える必要が生じるたびに、われわれを終始単なる作業員として使うつもりなのか。

§16.5

ἐπὶ ταῦτα γάρ, ὡς ἔοικεν, ἤσκει τοῖς πολλοῖς πόνοις ἡμᾶς, καὶ ταῦτα τῶν ὑπατειῶν ἀποδειξάμενος ἔργα τοῖς πολίταις ἐπάνεισιν. ἢ τὰ Κάρβωνος αὐτὸν φοβεῖ καὶ Καιπίωνος, οὓς ἐνίκησαν οἱ πολέμιοι, πολὺ μὲν αὐτοὺς τῆς Μαρίου δόξης καὶ ἀρετῆς ἀποδέοντας,4 πολὺ δὲ χείρονα στρατὸν ἄγοντας; ἀλλὰ καὶ παθεῖν τι δρῶντας, ὡς ἐκεῖνοι, κάλλιον ἢ καθῆσθαι πορθουμένων τῶν συμμάχων θεατάς.

どうやら、こうしたことのためにこそ、彼は幾多の苦労によってわれわれを鍛錬してきたのであり、これらを自らの執政官職の業績として市民に示して帰還するつもりらしい。あるいは、かつて敵に敗れたカルボやカエピオの運命を恐れているのだろうか。かの者たちはマリウスの名声や武勇にはるかに及ばず、はるかに劣る軍勢を率いていたというのに。しかし、かの者たちのように何かをなし遂げようとして打撃を受けるほうが、同盟者たちが略奪されるのを傍観者として座視しているよりも優れているのだ」。

構文注4 件
  1. 16.1οὐ γάρ ὑπὲρ θριάμβων τὴν φιλοτιμίαν εἶναι

    間接話法の不定詞構文。直前の動詞(ἀπεκάλει)から導かれるマリウスの発言・主張の内容を表す。主語は対格の τὴν φιλοτιμίαν であり、続く ἀλλʼ ὅπως ... διασώσουσι は不定詞ではなく目的節(または努力・配慮を表す接続構文)へと構文が切り替わっている(variatio)。

  2. 16.2πολλὰ μὲν ἐπιψεύδεσθαι τῶν οὐ προσόντων τὴν καινότητα τοῖς φοβεροῖς

    語順の倒置(hyperbaton)が見られる構造。主語は後置された τὴν καινότητα(新奇さ)であり、動詞 ἐπιψεύδεσθαι は「〜(与格)に〜(対格)を虚偽として付け加える」を意味する。πολλά が直接目的語で、τῶν οὐ προσόντων はそれに係り「備わっていない性質のうちの多くを」を表す部分属格、τοῖς φοβεροῖς は間接目的語の与格である。

  3. 16.4παθόντες ἀνδρῶν πάθος ἐλευθέρων

    動詞 πάσχω と同語源の名詞 πάθος を組み合わせた同族対格(cognate accusative)構文。ここでの πάθος は受動的な「被害・苦難」ではなく、心の中に生じる「感情・気概」を意味し、「自由人の心持ち・誇りを抱いて」を表す。

  4. 16.5πολὺ μὲν αὐτοὺς τῆς Μαρίου δόξης καὶ ἀρετῆς ἀποδέοντας

    関係詞節中の目的語 οὓς(カルボとカエピオ)を、代名詞 αὐτούς によって再び明示し直した上で分詞 ἀποδέοντας を一致させた同格的対格分詞構文。関係節内に挿入された譲歩的ニュアンス(「彼らはマリウスの名声と武勇に劣っていたとはいえ」)を担う。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg031.humanitext-grc2:16.1-16.5