- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:21.1-21.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ファブリキウスはピュロス暗殺計画を告発し、ピュロスは捕虜を無償返還するもローマは講和を拒否する。その後アスクルムの戦いが勃発し、ピュロスは象の力で辛勝するが甚大な損害を被り、「もう一度勝てば全滅する」と語る。
μετὰ ταῦτα τὸν Φαβρικίου τὴν ἀρχὴν παραλαβόντος1 ἧκεν ἀνήρ εἰς τὸ στρατόπεδον πρὸς αὐτὸν ἐπιστολὴν κομίζων, ἣν ἔγραψεν ὁ τοῦ βασιλέως ἰατρός ἐπαγγελλόμενος φαρμάκοις ἀναιρήσειν τὸν Πύρρον, εἰ χάρις αὐτῷ παρʼ ἐκείνων ὁμολογηθείη λύσαντι τὸν πόλεμον ἀκινδύνως, ὁ δὲ Φαβρίκιος δυσχεράνας πρὸς τὴν ἀδικίαν τοῦ ἀνθρώπου, καὶ τὸν συνάρχοντα διαθεὶς ὁμοίως, ἔπεμψε γράμματα πρὸς τὸν Πύρρον κατὰ τάχος φυλάττεσθαι τὴν ἐπιβουλὴν κελεύων.
この後、ファブリキウスが執政官の職務に就いたとき、陣営の彼のもとに一人の男が書簡を携えてやって来た。それは王の医師が書いたもので、危険を冒さずに戦争を終わらせた暁に彼らから報酬を約束されるなら、毒薬によってピュロスを殺害しようと申し出る内容であった。しかしファブリキウスはその男の不義を憎み、同僚の執政官も同じ気持ちにさせて、ピュロスのもとへ直ちに書簡を送り、その陰謀を警戒するよう促した。
εἶχε δὲ οὕτως τὰ γεγραμμένα· Γάιος Φαβρίκιος καὶ Κόιντος Αἰμίλιος ὕπατοι Ῥωμαίων Πύρρῳ βασιλεῖ χαίρειν. οὔτε φίλων εὐτυχὴς ἔοικας εἶναι κριτὴς οὔτε πολεμίων, γνώσῃ δὲ τὴν πεμφθεῖσαν ἡμῖν ἐπιστολὴν ἀναγνούς, ὅτι χρηστοῖς καὶ δικαίοις ἀνδράσι πολεμεῖς, ἀδίκοις δὲ καὶ κακοῖς πιστεύεις.
その書面は次のようなものであった。 「ローマの執政官ガイウス・ファブリキウスおよびクイントゥス・アエミリウスより、ピュロス王へ挨拶を送る。そなたは味方の目利きにも敵の目利きにも恵まれていないようだ。我々に送られた書簡を読めば、そなたが戦っているのは実直で公正な男たちであり、信を置いているのは不正で邪悪な者たちであることがわかるであろう。
οὐδὲ γὰρ ταῦτα σῇ χάριτι μηνύομεν,2 ἀλλʼ ὅπως μὴ τὸ σὸν πάθος ἡμῖν διαβολὴν ἐνέγκῃ καὶ δόλῳ δόξωμεν, ὡς ἀρετῇ μὴ δυνάμενοι, κατεργάσασθαι τὸν πόλεμον. ἐντυχὼν τούτοις τοῖς γράμμασιν ὁ Πύρρος καὶ τὴν ἐπιβουλὴν ἐξελέγξας τὸν μὲν ἰατρὸν ἐκόλασε, Φαβρικίῳ δὲ καὶ Ῥωμαίοις ἀμοιβὴν ἐδωρεῖτο προῖκα τοὺς αἰχμαλώτους, καὶ πάλιν ἔπεμψε τὸν Κινέαν διαπραξόμενον αὐτῷ τὴν εἰρήνην.
我々がこのことを知らせるのはそなたへの好意からではなく、そなたの受難が我々に汚名をもたらし、勇気によって成し遂げ得なかったために策略によって戦争を終わらせたと思われることのないようにするためである」この手紙を読んで陰謀を暴いたピュロスは、医師を処罰する一方、ファブリキウスとローマ人たちへの返礼として捕虜たちを無償で返還し、自らのために講和を結ぶべく再びキネアスを派遣した。
οἱ δὲ Ῥωμαῖοι, μήτε εἰ χάρις ἐστὶ παρὰ πολεμίου, μήτε εἰ μισθὸς τοῦ μὴ ἀδικηθῆναι, λαβεῖν προῖκα τοὺς ἄνδρας ἀξιώσαντες3 ἴσους ἀπέλυσαν αὐτῷ Ταραντίνων καὶ Σαυνιτῶν, περὶ δὲ φιλίας καὶ εἰρήνης οὐδὲν εἴων διαλέγεσθαι πρὶν ἀράμενος τὰ ὅπλα καὶ τὸν στρατὸν ἐξ Ἰταλίας αἷς ἦλθε ναυσὶν ἀποπλεύσῃ πάλιν εἰς Ἤπειρον.
しかしローマ人たちは、それが敵からの好意であろうと、害を受けなかったことへの報酬であろうと、捕虜たちを無償で受け取ることを潔しとせず、タレントゥム人およびサムニウム人の捕虜を同数だけピュロスに返還した。そして友好と和平については、彼が武具と軍勢をイタリアから引き揚げ、渡航してきたときの船で再びエペイロスへ出航するまでは、一切の協議を許さなかった。
ἐκ τούτου μάχης ἄλλης τῶν πραγμάτων αὐτῷ δεομένων ἀναλαβὼν τὴν στρατιὰν ἐχώρει, καὶ περὶ Ἄσκλον πόλιν τοῖς Ῥωμαίοις συνάψας καὶ βιαζόμενος πρὸς χωρία δύσιππα καὶ ποταμὸν ὑλώδη καὶ τραχύν, ἔφοδον τῶν θηρίων οὐ λαβόντων ὥστε προσμῖξαι τῇ φάλαγγι, τραυμάτων πολλῶν γενομένων καὶ νεκρῶν πεσόντων, τότε μὲν διεκρίθη μέχρι νυκτὸς ἀγωνισάμενος.
このため、事態がさらなる戦闘を彼に要求したため、彼は軍勢を率いて進軍し、アスクルムの町の近郊でローマ軍と交戦した。しかし、騎兵に適さない地形や森林の生い茂る険しい川へ押し込まれ、猛獣たちが密集方陣に突入するための突撃路を取れなかったため、多数の負傷者と死者を出しながらも、そのときは夜になるまで戦った末に戦闘は中断された。
τῇ δ’ ὑστεραίᾳ στρατηγῶν διʼ ὁμαλοῦ τὴν μάχην θέσθαι καὶ τοὺς ἐλέφαντας ἐν τοῖς ὅπλοις γενέσθαι τῶν πολεμίων, προέλαβε τὰς δυσχωρίας φυλακῇ, καὶ πολλὰ καταμίξας ἀκοντίσματα καὶ τοξεύματα τοῖς θηρίοις ἐπῆγε μετὰ ῥώμης καὶ βίας πυκνὴν καὶ συντεταγμένην τὴν δύναμιν. οἱ δὲ Ῥωμαῖοι τὰς διακλίσεις καὶ τὰς ἀντιπαραγωγὰς τὰς πρότερον οὐκ ἔχοντες, ἐξ ἐπιπέδου συνεφέροντο κατὰ στόμα· καὶ σπεύδοντες ὤσασθαι τοὺς ὁπλίτας πρὶν ἐπιβῆναι τὰ θηρία, δεινοὺς περὶ τὰς σαρίσας τῶν ξιφῶν ἀγῶνας εἶχον, ἀφειδοῦντες ἑαυτῶν καὶ τὸ τρῶσαι καὶ καταβαλεῖν ὁρῶντες, τὸ δὲ παθεῖν εἰς οὐδὲν τιθέμενοι.
翌日、ピュロスは平地で戦闘を行い、象たちを敵の武具に直接ぶつけようと図り、あらかじめ警備兵を配して難所を占拠させ、多数の槍兵や弓兵を猛獣たちの隊列に混在させて、緊密に整列させた軍勢を力と勢いをもって前進させた。ローマ軍は以前のような旋回や迂回機動をとることができず、平坦な地で正面から激突した。そして猛獣たちが襲いかかる前に重装歩兵を押し返そうと焦るあまり、剣を用いてサリッサを相手に恐るべき戦いを繰り広げ、自らを顧みず、傷を負わせ討ち倒すことのみを見据え、自らが被害を受けることなど何とも思わなかった。
χρόνῳ δὲ πολλῷ λέγεται μὲν ἀρχὴ τροπῆς κατʼ αὐτὸν γενέσθαι τὸν Πύρρον ἐπερείσαντα τοῖς ἀντιτεταγμένοις, τὸ δὲ πλεῖστον ἀλκῇ καὶ βίᾳ τῶν ἐλεφάντων κατειργάσατο,4 χρήσασθαι τῇ ἀρετῇ πρὸς τὴν μάχην τῶν Ῥωμαίων μὴ δυναμένων, ἀλλʼ οἷον ἐφόδῳ κύματος ἢ σεισμοῦ κατερείποντος οἰομένων δεῖν ἐξίστασθαι, μηδὲ ὑπομένειν ἀπράκτους ἀποθνῄσκειν, ἐν τῷ μηδὲν ὠφελεῖν πάντα πάσχοντας τὰ χαλεπώτατα.
長い時間の後、敵の戦列に圧力を加えたピュロス自身の正面から潰走が始まったと伝えられているが、勝利の大部分を成し遂げたのは象たちの武勇と威力であった。ローマ兵は戦いにおいてその勇猛を発揮することができず、押し寄せる大波や崩壊する地震に遭ったかのように退避せざるを得ないと考え、何の効果も上げられないまま最も過酷な災難をことごとく被りつつ、無為に死んでいくことに耐えられなかったのである。
τῆς δὲ φυγῆς οὐ μακρᾶς εἰς τὸ στρατόπεδον γενομένης ἑξακισχιλίους ἀποθανεῖν φησι τῶν Ῥωμαίων Ἱερώνυμος, τῶν δὲ περὶ Πύρρον ἐν τοῖς βασιλικοῖς ὑπομνήμασιν ἀνενεχθῆναι τρισχιλίους πεντακοσίους καὶ πέντε τεθνηκότας.
陣営への退却は遠距離ではなかったが、ヒエロニュモスによればローマ兵は六千人が戦死し、ピュロス側は王室日誌の記録によれば三千五百五人が死者として報告されたという。
ὁ μέντοι Διονύσιος οὔτε δύο περὶ Ἄσκλον μάχας οὔτε ὁμολογουμένην ἧτταν ἱστορεῖ γενέσθαι Ῥωμαίων, ἅπαξ δὲ μέχρι δυσμῶν ἡλίου μαχεσαμένους μόλις ἀπαλλαγῆναι, τοῦ Πύρρου τρωθέντος ὑσσῷ τὸν βραχίονα καὶ τὴν ἀποσκευὴν ἅμα Δαυνίων διαρπασάντων, ἀποθανεῖν δὲ καὶ Πύρρου καὶ Ῥωμαίων ἄνδρας ὑπὲρ μυρίους πεντακισχιλίους ἑκατέρων. διελύθησαν δὲ ἀμφότεροι· καὶ λέγεται τὸν Πύρρον εἰπεῖν πρός τινα τῶν συνηδομένων αὐτῷ, ἂν ἔτι μίαν μάχην Ῥωμαίους νικήσωμεν, ἀπολούμεθα παντελῶς. πολὺ μὲν γὰρ ἀπωλώλει μέρος ἧς ἄγων ἧκε δυνάμεως, φίλοι δὲ καὶ στρατηγοὶ πλὴν ὀλίγων ἅπαντες, μεταπέμπεσθαι δὲ οὐκ ἦσαν ἕτεροι, καὶ τοὺς αὐτόθι συμμάχους ἀμβλυτέρους ἑώρα, τοῖς δὲ Ῥωμαίοις ὥσπερ ἐκ πηγῆς οἴκοθεν ἐπιρρεούσης ἀναπληρούμενον εὐπόρως καὶ ταχὺ τὸ στρατόπεδον, καὶ ταῖς ἥτταις οὐκ ἀποβάλλοντας τὸ θαρρεῖν, ἀλλὰ καὶ ῥώμην καὶ φιλονεικίαν ὑπʼ ὀργῆς ἐπὶ τὸν πόλεμον προσλαμβάνοντας.
しかしディオニュシオスは、アスクルム近郊で二度の戦闘があったとも、明白なローマ軍の敗北があったとも伝えていない。ただ一度、日没まで戦った末にかろうじて引き分けとなり、ピュロスは腕を投槍で負傷し、同時にダウニア人たちによって輜重が略奪され、戦死者はピュロス側とローマ側の双方がそれぞれ一万五千人を超えたとしている。双方は兵を退いた。そしてピュロスは、自らの勝利を祝う者の一人に向かってこう言ったと伝えられている。 「我々がもしローマ軍にもう一戦勝利するならば、我々は完全に滅び去るであろう」彼が率いてきた軍勢の大部分が失われ、側近や将軍たちもわずかな者を除いて皆討ち死にしており、新たに呼び寄せるべき増援もなく、この地の同盟者たちも熱意を失っているのを彼は見て取ったからである。これに対してローマ軍は、故郷から泉が湧き出るかのように陣営が容易かつ速やかに補充され、敗北によっても勇気を失うことなく、むしろ怒りによって戦争へのさらなる活力と対抗心を増していたのであった。
- 21.1τὸν Φαβρικίου τὴν ἀρχὴν παραλαβόντος
文脈上「ファブリキウスが職務に就いたとき」を意味する独立属格構文である。冠詞が対格形 τὸν となっているが、これは後続の固有名詞属格 Φαβρικίου に対応する冠詞 τοῦ の誤写または筆写上の混同と解される。
- 21.3οὐδὲ γὰρ ταῦτα σῇ χάριτι μηνύομεν
σῇ χάριτι は所有形容詞を伴う与格表現で、「そなたへの好意/恩恵として」「そなたのために」という動機や目的を表す。客体的な意味合い(あなたを喜ばせるため)を帯びた様態・原因の与格である。
- 21.4μήτε εἰ χάρις ἐστὶ παρὰ πολεμίου, μήτε εἰ μισθὸς τοῦ μὴ ἀδικηθῆναι, λαβεῖν προῖκα τοὺς ἄνδρας ἀξιώσαντες
否定辞 μήτε... μήτε に導かれる二つの条件文(「敵からの好意であろうと、害を受けなかったことへの報酬であろうと」)が、主文的分詞句 λαβεῖν... ἀξιώσαντες(受け取ることを妥当とみなさず)に挿入されて理由・譲歩の前提条件を限定している。ἀξιόω はここでは不定詞 λαβεῖν を伴って「〜することをよしとする/ふさわしいとみなす」の意味。
- 21.7ἀρχὴ τροπῆς κατʼ αὐτὸν γενέσθαι τὸν Πύρρον ἐπερείσαντα τοῖς ἀντιτεταγμένοις, τὸ δὲ πλεῖστον ἀλκῇ καὶ βίᾳ τῶν ἐλεφάντων κατειργάσατο
前半は λέγεται に支配された人称構文の主格不定詞構文(ἀρχὴ τροπῆς... γενέσθαι)であるが、後半は接続詞 δέ を挟んで不定詞構文から抜け出し、主語ピュロス(あるいは象たちを取り仕切る力)を主語とする直説法動詞 κατειργάσατο へと破格的に構文が推移している(変則的並列)。
