- 底本
- Plutarch. Plutarch's Lives, Vol. IX. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1920.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:15.1-15.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ピュロスは軍勢を整えてイタリアへ向けて出航したが、イオニア海で激しい嵐に遭って大半の艦船を失い、自らも海へ飛び込んで疲弊しつつメッサピアの地に辛うじて漂着した。
πρῶτον μὲν οὖν ἀπέστειλε τὸν Κινέαν τοῖς Ταραντίνοις στρατιώτας ἄγοντα τρισχιλίους· ἔπειτα πολλῶν ἱππηγῶν καὶ καταφράκτων καὶ πορθμείων παντοδαπῶν ἐκ Τάραντος κομισθέντων ἐνεβίβαζεν ἐλέφαντας εἴκοσι καὶ τρισχιλίους ἱππεῖς, πεζοὺς δὲ δισμυρίους καὶ δισχιλίους τοξότας καὶ σφενδονήτας πεντακοσίους, γενομένων δὲ πάντων ἑτοίμων ἀναχθεὶς ἔπλει· καὶ μέσον ἔχων τὸν Ἰόνιον1 ἁρπάζεται βορέᾳ ἀνέμῳ παρʼ ὥραν ἐκραγέντι.
そこでまず、彼は三千の兵を率いるキネアスをタラスの人々のもとへと派遣した。次いで、タラスから運ばれてきた多くの馬匹輸送船、有甲船、各種の渡し舟に、二十頭の象、三千の騎兵、二万の歩兵、二千の射手、五百の投石兵を乗り込ませた。そして準備がすべて整うと、出航して進航した。ところがイオニア海の中ほどに達したとき、季節外れに吹き荒れた北風に襲われた。
καὶ βιασθεὶς αὐτὸς μὲν ἀρετῇ καὶ προθυμίᾳ ναυτῶν καὶ κυβερνητῶν ἐξανέφερε καὶ προσανῆγε τῇ γῇ πολυπόνως καὶ παραβόλως, τοῦ δὲ ἄλλου στόλου συγχυθέντος καὶ τῶν νεῶν σκεδασθεισῶν αἱ μὲν ἀποσφαλεῖσαι τῆς Ἰταλίας ἐξεώσθησαν εἰς τὸ Λιβυκὸν καὶ Σικελικὸν πέλαγος, τὰς δὲ ὑπερβαλεῖν μὴ δυνηθείσας ἄκραν Ἰαπυγίαν2 νύξ τε κατελάμβανε, καὶ πολλὴ καὶ χαλεπὴ θάλασσα παίουσα πρὸς χωρία δύσορμα καὶ τυφλὰ πάσας διέφθειρε πλὴν τῆς βασιλικῆς.
そして〔ピュロス〕自身は、荒波に揉まれながらも水夫や舵手たちの奮闘と熱意によって持ちこたえ、多大の労苦と危険を冒して陸地へと船を近づけたが、残りの艦隊は混乱に陥り、船々は散り散りとなった。あるものはイタリアを見失ってリビア海やシケリア海へと吹き流され、またあるものはイアピュギア岬を回り切ることができず、夜に捕らえられたうえ、猛り狂う激しい波が避難しがたく見通しの利かない岩場に叩きつけて、旗艦を除く全船を破壊してしまった。
αὕτη δὲ πλαγίου μὲν ἔτι ὄντος τοῦ κύματος ἠμύνετο καὶ διέφευγε μεγέθει καὶ ῥώμῃ τὰς ἐπιβολὰς τῆς θαλάσσης· ἐπεὶ δὲ περιελθὸν ἀπὸ γῆς ἀπήντα τὸ πνεῦμα καὶ κίνδυνον εἶχεν ἡ ναῦς ἀντίπρῳρος ἱσταμένη πρὸς κλύδωνα πολὺν διαρραγῆναι, τὸ δὲ ἐφέντας αὖθις ἠγριωμένῳ πελάγει καὶ πνεύματι τροπὰς λαμβάνοντι παντοδαπὰς φέρεσθαι3 φοβερώτερον ἐφαίνετο τῶν παρόντων κακῶν, ἄρας ὁ Πύρρος αὑτὸν ἀφῆκεν εἰς θάλασσαν, καὶ τῶν φίλων καὶ τῶν δορυφόρων εὐθὺς ἦν ἅμιλλα καὶ προθυμία περὶ αὐτόν. ἡ δὲ νύξ καὶ τὸ κῦμα μετὰ ψόφου μεγάλου καὶ τραχείας ἀνακοπῆς χαλεπὴν ἐποίει τὴν βοήθειαν, ὥστε μόλις ἡμέρας ἤδη μαραινομένου τοῦ πνεύματος ἐκπεσεῖν αὑτὸν ἐπὶ τὴν γῆν,4 τῷ μὲν σώματι παντάπασιν ἀδυνάτως ἔχοντα, τόλμῃ δὲ καὶ ῥώμῃ τῆς ψυχῆς ἀνταίροντα πρὸς τὴν ἀπορίαν.
この旗艦は、波がまだ横腹を打っている間は、その大きさと頑丈さによって海の襲撃を防ぎ、切り抜けていた。しかし風が陸側から回り込んで吹きつけ、船が正面から大波に立ち向かう形となって裂開する危険が生じる一方、荒れ狂う海とあらゆる向きへと変化する風に再び身を委ねて漂流することは、目前の危険よりもさらに恐ろしく思われたため、ピュロスは身を起こして海へと身を投げた。すると側近たちや近衛兵たちの間ですぐさま彼をめぐる救出の競い合いと献身が起こった。しかし夜の暗闇と、凄まじい轟音と荒々しい引き波を伴う波が救助を困難にしたため、ようやく夜が明けて風が衰え始めた頃に、彼は陸地へと打ち上げられた。その肉体は完全に疲弊しきっていたが、不屈の気概と魂の剛毅さによってその窮境に立ち向かっていた。
ἅμα δὲ οἵ τε Μεσσάπιοι, καθʼ οὓς ἐξεβράσθη, συνέθεον βοηθοῦντες ἐκ τῶν παρόντων προθύμως, καὶ προσεφέροντο τῶν σῳζομένων ἔνιαι νεῶν, ἐν αἷς ἦσαν ἱππεῖς μὲν ὀλίγοι παντάπασι πεζοὶ δὲ δισχιλίων ἐλάττους, ἐλέφαντες δὲ δύο.
それと同時に、彼が漂着した地のメッサピア人たちが駆け寄ってきて、手元にある限りの力で熱心に救護にあたった。また生き残った船のうちの何隻かも岸へと漂着したが、それらに乗っていたのはごく少数の騎兵と、二千人に満たない歩兵、そして二頭の象だけであった。
- 15.1μέσον ἔχων τὸν Ἰόνιον
ἔχω に場所の対格(τὸν Ἰόνιον)が続く航海用語的表現で、「イオニア海の中央に達したとき」「イオニア海の中ほどを航行していたとき」の意。分詞 ἔχων は時間節(「〜していた際」)に相当する副詞的用法。
- 15.2τὰς δὲ ὑπερβαλεῖν μὴ δυνηθείσας ἄκραν Ἰαπυγίαν
対格分詞句 τὰς ... δυνηθείσας は後続の主語 νύξ に対する直接目的語(νύξ τε κατελάμβανε)として置かれているが、続く重文(καὶ πολλὴ καὶ χαλεπὴ θάλασσα ... πάσας διέφθειρε)における πάσας の指示対象とも呼応している。文頭に対格句を先置(fronting)させて対比(αἱ μέν ... τὰς δέ)を際立たせた構文。
- 15.3τὸ δὲ ἐφέντας αὖθις ἠγριωμένῳ πελάγει καὶ πνεύματι τροπὰς λαμβάνοντι παντοδαπὰς φέρεσθαι
定冠詞中性単数対格/主格の τό に名詞的不定詞 φέρεσθαι が結合した主語句(「〜に身を任せて漂流すること」)。不定詞の意味上の主語として不特定の「人間たち(乗組員)」を想定した対格分詞 ἐφέντας(ἐφίημι のアオリスト能動分詞対格複数)が取られている。全体として述語形容詞 φοβερώτερον ἐφαίνετο の主語を構成する。
- 15.4ὥστε μόλις ἡμέρας ἤδη μαραινομένου τοῦ πνεύματος ἐκπεσεῖν αὑτὸν ἐπὶ τὴν γῆν
結果を表す ὥστε 構文(ὥστε + 対格不定詞)。ピュロス自身を再帰代名詞対格 αὑτὸν で不定詞 ἐκπεσεῖν の意味上の主語として明示し、その後に分詞句(ἔχοντα, ἀνταίροντα)が対格で一致している。ἡμέρας は時を表す属格(「夜が明けて」)、μαραινομένου τοῦ πνεύματος は独立属格句。
