← プルタルコス

ピュロス伝

§1.1-1.4

エペイロス王統の神話的起源と系譜

エペイロスにおける王統の神話的起源(ファエトーン、デウカリオーン、ネオプトレモス)と、ピュロスという名およびアキレウス崇拝の由来を述べ、タルリュパースによる中興を経てピュロス王の誕生に至る系譜をたどる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.1

Θεσπρωτῶν καὶ Μολοσσῶν1 μετὰ τὸν κατακλυσμὸν ἱστοροῦσι Φαέθοντα βασιλεῦσαι πρῶτον, ἕνα τῶν μετὰ Πελασγοῦ παραγενομένων εἰς τὴν Ἤπειρον ἔνιοι δὲ Δευκαλίωνα καὶ Πύρραν εἱσαμένους τὸ περὶ Δωδώνην ἱερὸν αὐτόθι κατοικεῖν ἐν Μολοσσοῖς.2

大洪水の後、ペラスゴスとともにエーペイロスへとやって来た者たちの一人であるファエトーンが、テスプローティアー人とモロッソイ人を最初に統治したと伝えられている。しかし一部の人々は、デウカリオーンとピュラーがドドーナ周辺の神域を創建し、そこでモロッソイ人たちの間に定住したと伝えている。

§1.2

χρόνῳ δὲ ὕστερον Νεοπτόλεμος ὁ Ἀχιλλέως λαὸν ἀγαγὼν αὐτός τε τὴν χώραν κατέσχε καὶ διαδοχὴν βασιλέων ἀφʼ αὑτοῦ κατέλιπε, Πυρρίδας ἐπικαλουμένους· καὶ γὰρ αὐτῷ Πύρρος ἦν παιδικὸν ἐπωνύμιον. καὶ τῶν γνησίων παίδων ἐκ Λανάσσης τῆς Κλεοδαίου τοῦ Ὕλλου γενομένων ἕνα Πύρρον ὠνόμασεν. ἐκ τούτου δὲ καὶ Ἀχιλλεὺς ἐν Ἠπείρῳ τιμὰς ἰσοθέους ἔσχεν, Ἄσπετος ἐπιχωρίῳ φωνῇ προσαγορευόμενος.

時を経てのち、アキレウスの子ネオプトレモスが軍勢を率いて自らその地を占領し、自分に由来してピュリダイと称される王たちの後継の家系を残した。というのも、彼自身、幼少のあだ名がピュロスであったからである。そして、ヒュロスの子クレオダイオスの娘ラナッサとの間に生まれた嫡出の子らのうちの一人を、彼はピュロスと名づけた。これによってエーペイロスでもアキレウスは神に等しい栄誉を受け、土地の方言でアスペトスと呼ばれるようになった。

§1.3

μετὰ δὲ τοὺς πρώτους, τῶν διὰ μέσου βασιλέων ἐκβαρβαρωθέντων καὶ γενομένων τῇ τε δυνάμει καὶ τοῖς βίοις ἀμαυροτέρων,3 Θαρρύπαν πρῶτον ἱστοροῦσιν Ἑλληνικοῖς ἔθεσι καὶ γράμμασι καὶ νόμοις φιλανθρώποις διακοσμήσαντα τὰς πόλεις ὀνομαστὸν γενέσθαι, Θαρρύπου δὲ Ἀλκέτας υἱὸς ἦν, Ἀλκέτα δὲ Ἀρύβας, Ἀρύβου δὲ καὶ Τρῳάδος Αἰακίδης.

初代の者たちののち、中間の時代の王たちが野蛮化し、その勢力においても生活においてもより微弱なものとなってからは、タルリュパースが初めてギリシアの風習や文字や人道的な法によって都市を整え、名声を得るに至ったと伝えられている。そしてタルリュパースの子はアルケタースであり、アルケタースの子はアリュッバース、アリュッバースとトローアスの子がアイアキデースであった。

§1.4

οὗτος ἔγημε τὴν Μένωνος τοῦ Θεσσαλοῦ θυγατέρα Φθίαν, ἀνδρὸς εὐδοκίμου περὶ τὸν Λαμιακὸν πόλεμον γενομένου καὶ μέγιστον ἀξίωμα τῶν συμμάχων μετὰ Λεωσθένην λαβόντος.4 ἐκ δὲ τῆς Φθίας τῷ Αἰακίδῃ γίνονται θυγατέρες Δηιδάμεια καὶ Τρῳάς, υἱὸς δὲ Πύρρος.

このアイアキデースは、ラミア戦争において名声を博し、レオステネースに次いで同盟軍の中で最大の声望を得た男であるテッサリア人メノーンの娘フティアーを妻とした。そしてアイアキデースにはフティアーとの間に娘デーイダメイアとトローアスが、息子としてピュロスが生まれた。

構文注4 件
  1. 1.1Θεσπρωτῶν καὶ Μολοσσῶν

    不定詞 βασιλεῦσαι が支配する目的語の属格。文頭に前置され、支配を受ける部族(テスプローティアー人とモロッソイ人)を強調している。

  2. 1.1ἔνιοι δὲ Δευκαλίωνα καὶ Πύρραν εἱσαμένους τὸ περὶ Δωδώνην ἱερὸν αὐτόθι κατοικεῖν ἐν Μολοσσοῖς

    前の節の動詞 ἱστοροῦσι が省略されており、対格 Δευκαλίωνα καὶ Πύρραν を意味上の主語とする不定詞 κατοικεῖν が続いている。一致する分詞 εἱσαμένους は「創建したのち」という時制的な前後関係を示す副詞的分詞。

  3. 1.3τῶν διὰ μέσου βασιλέων ἐκβαρβαρωθέντων καὶ γενομένων τῇ τε δυνάμει καὶ τοῖς βίοις ἀμαυροτέρων

    独立属格構文。主節(Θαρρύπαν πρῶτον ἱστοροῦσιν...)に対する時間的・状況的背景を表す。τῇ τε δυνάμει καὶ τοῖς βίοις は「観点の与格(限定の与格)」で、ἀμαυροτέρων(より微弱な)にかかる。

  4. 1.4ἀνδρὸς εὐδοκίμου περὶ τὸν Λαμιακὸν πόλεμον γενομένου καὶ μέγιστον ἀξίωμα τῶν συμμάχων μετὰ Λεωσθένην λαβόντος

    直前の Μένωνος τοῦ Θεσσαλοῦ に同格として係る属格の名詞句および分詞句。γενομένου と λαβόντος が καί で結ばれ、メノーンの事績を修飾している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg030.humanitext-grc2:1.1-1.4