← プルタルコス

マルケルス伝

§9.1-9.4

カンナエ敗戦後の防衛とファビウスとの対比

カンナエの敗戦後、マルケルスはローマを防衛しカヌシウムの残余部隊を率いて戦線に復帰する。ローマ人は慎重なファビウスと果敢なマルケルスを併用し、ハンニバルもこの二人をそれぞれ盾と剣、家庭教師と好敵手として警戒した。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§9.1

Ἀννίβου δὲ ἐμβαλόντος εἰς Ἰταλίαν ἐπέμφθη μὲν ὁ Μάρκελλος ἐπὶ Σικελίαν στόλον ἄγων ἐπεὶ δὲ ἡ περὶ Κάννας ἀτυχία συνέπεσε καὶ Ῥωμαίων οὐκ ὀλίγαι μυριάδες ἐν τῇ μάχῃ διεφθάρησαν, ὀλίγοι δὲ σωθέντες εἰς Κανύσιον συνεπεφεύγεσαν, ἦν δὲ προσδοκία τὸν Ἀννίβαν εὐθὺς ἐπὶ τὴν Ῥώμην ἐλᾶν, ὅπερ ἦν κράτιστον τῆς δυνάμεως ἀνῃρηκότα,1 πρῶτον μὲν ὁ Μάρκελλος ἀπὸ τῶν νεῶν ἔπεμψε τῇ πόλει φυλακὴν πεντακοσίους καὶ χιλίους ἄνδρας, ἔπειτα δόγμα τῆς βουλῆς δεξάμενος εἰς Κανύσιον παρῆλθε, καὶ τοὺς ἐκεῖ συνειλεγμένους παραλαβὼν ἐξήγαγε τῶν ἐρυμάτων ὡς οὐ προησόμενος τὴν χώραν. Ῥωμαίοις δὲ τῶν ἡγεμονικῶν καὶ δυνατῶν ἀνδρῶν οἱ μὲν ἐτεθνήκεσαν ἐν ταῖς μάχαις, Φαβίου δὲ Μαξίμου τοῦ πλεῖστον ἔχοντος ἀξίωμα πίστεως καὶ συνέσεως, τὸ λίαν ἀπηκριβωμένον ἐν τοῖς ὑπὲρ τοῦ μὴ παθεῖν λογισμοῖς ὡς ἀργὸν ἐπὶ τὰς πράξεις καὶ ἄτολμον ᾐτιῶντο·2

ハンニバルがイタリアへ侵攻した際、マルケルスは艦隊を率いてシケリアへと派遣された。しかしカンナエでの敗厄が生じ、ローマ軍の数万の兵が戦闘で討ち死にし、生き延びたわずかな者たちがカヌシウムへと逃げ集まり、最も精鋭たる軍勢を壊滅させたハンニバルが直ちにローマへと進軍してくるという危機感が募ると、マルケルスはまず艦隊から千五百人の兵士をローマ市の守備隊として送り、次いで元老院の決議を受け取ってカヌシウムへと赴き、そこに集まっていた者たちを引き取って、国土を放棄するつもりはないとして防壁の外へと導き出した。他方ローマ人たちは、将帥たる有力者たちのうち一部は戦闘で戦死しており、信任と分別において最大の権威を誇るファビウス・マクシムスについても、害を被らぬための計算における過剰な精密さを、軍事行動には怠惰で臆病であるとして非難していた。

§9.3

καὶ νομίζοντες ἀποχρῶντα τοῦτον ἔχειν πρὸς ἀσφάλειαν, οὐ διαρκῆ δὲ πρὸς ἄμυναν στρατηγόν, ἐπὶ τὸν Μάρκελλον ἀφεώρων, καὶ τὸ θαρραλέον αὐτοῦ καὶ δραστήριον πρὸς τὴν ἐκείνου κεραννύντες καὶ ἁρμόττοντες εὐλάβειαν καὶ πρόνοιαν, ποτὲ μὲν ἀμφοτέρους ἅμα χειροτονοῦντες ὑπάτους, ποτὲ δὲ ἐν μέρει, τὸν μὲν ὕπατον, τὸν δὲ ἀνθύπατον, ἐξέπεμπον.

そして、この人物を安全の確保には十分であるが反撃を行うには不十分な将軍であるとみなし、マルケルスへと目を向け、マルケルスの果敢で精力的な気質をファビウスの慎重さと深慮に融合させ調和させながら、ある時は両者を同時に執政官に選出し、ある時は交代で、一方を執政官、他方を前執政官として出征させた。

§9.4

ὁ δὲ Ποσειδώνιός φησι τὸν μὲν Φάβιον θυρεὸν καλεῖσθαι, τὸν δὲ Μάρκελλον ξίφος, αὐτὸς δὲ ὁ Ἀννίβας ἔλεγε τὸν μὲν Φάβιον ὡς παιδαγωγὸν φοβεῖσθαι, τὸν δὲ Μάρκελλον ὡς ἀνταγωνιστήν ὑφʼ οὗ μὲν γὰρ κωλύεσθαι κακόν τι ποιεῖν, ὑφʼ οὗ δὲ καὶ πάσχειν.3

ポセイドニオスは、ファビウスは「盾」、マルケルスは「剣」と呼ばれたと述べている。そしてハンニバル自身も、ファビウスのことは家庭教師のように恐れ、マルケルスのことは好敵手として恐れたと語っていた。というのも、前者によって悪事をなすことを阻まれ、後者によって打撃を被りさえしたからである。

構文注3 件
  1. 9.1ὅπερ ἦν κράτιστον τῆς δυνάμεως ἀνῃρηκότα

    完了分詞 ἀνῃρηκότα は男性対格単数で、間接話法節(ἦν δὲ προσδοκία...)内で未来不定詞 ἐλᾶν の意味上の主語となっている τὸν Ἀννίβαν と一致する。関係代名詞 ὅπερ は中性単数で、関係節内の述語 κράτιστον に牽引・一致しつつ、先行詞となる軍勢の最精鋭部(全体のうち最も強力な部分)を実質的に指している。

  2. 9.2Φαβίου δὲ Μαξίμου ... τὸ λίαν ἀπηκριβωμένον ... ᾐτιῶντο

    動詞 αἰτιάομαι は人を属格(Φαβίου Μαξίμου)、非難の内容・性質を対格(中性名詞化した分詞句 τὸ λίαν ἀπηκριβωμένον)にとる構文。「ファビウス・マクシムスの〜という極端な厳密さを非難した」の意。前置詞句 ἐν τοῖς ὑπὲρ τοῦ μὴ παθεῖν λογισμοῖς がこの分詞を修飾し、接続詞 ὡς に導かれる形容詞句 ὡς ἀργὸν ... καὶ ἄτολμον が非難の理由・見解を表す述語的補語を形成している。

  3. 9.4ὑφʼ οὗ μὲν γὰρ κωλύεσθαι κακόν τι ποιεῖν, ὑφʼ οὗ δὲ καὶ πάσχειν

    関係代名詞 ὅς が μέν ... δέ を伴って代名詞・指示詞的に用いられ、前述の「ファビウス(前者)」と「マルケルス(後者)」をそれぞれ指す。主動詞 ἔλεγε から続く不定詞構文(κωλύεσθαι, πάσχειν)であり、意味上の主語はハンニバル自身。前半は受動(「害を与えることを阻まれる」)、後半は能動(「自分自身も打撃・損害を被る」)の不定詞となっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:9.1-9.4