- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:30.1-30.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ハンニバルは戦死したマルケッルスの遺体を丁重に火葬して遺骨を送るが、混乱の中で骨は失われ、異伝や各地の記念碑およびその子孫が紹介されて生涯が結ばれる。
Ἀννίβᾳ δὲ τῶν μὲν ἄλλων ἐλάχιστος ἦν λόγος, Μάρκελλον δὲ πεπτωκέναι πυθόμενος αὐτὸς ἐξέδραμεν ἐπὶ τὸν τόπον, καὶ τῷ νεκρῷ παραστάς καὶ πολὺν χρόνον τήν τε ῥώμην τοῦ σώματος καταμαθὼν καὶ τὸ εἶδος, οὔτε φωνὴν ἀφῆκεν ὑπερήφανον, οὔτε ἀπʼ ὄψεως τὸ χαῖρον, ὡς ἄν τις ἐργώδη πολέμιον καὶ βαρὺν ἀπεκτονώς,1 ἐξέφηνεν, ἀλλʼ ἐπιθαυμάσας τὸ παράλογον τῆς τελευτῆς τὸν μὲν δακτύλιον ἀφείλετο, τὸ δὲ σῶμα κοσμήσας πρέποντι κόσμῳ καὶ περιστείλας ἐντίμως ἔκαυσε καὶ τὰ λείψανα συνθεὶς εἰς κάλπιν ἀργυρᾶν, καὶ χρυσοῦν ἐμβαλὼν στέφανον, ἀπέστειλε πρὸς τὸν υἱόν. τῶν δὲ Νομάδων τινὲς περιτυχόντες τοῖς κομίζουσιν ὥρμησαν ἀφαιρεῖσθαι τὸ τεῦχος, ἀντιλαμβανομένων δʼ ἐκείνων ἐκβιαζόμενοι καὶ μαχόμενοι διέρριψαν τὰ ὀστᾶ.
ハンニバルは他の者たちのことなどほとんど意に介さなかったが、マルケッルスが倒れたと知ると、自らその現場へと駆けつけ、遺体のそばに立って長い時間その肉体の頑健さと容貌を見つめた。しかし傲慢な言葉を発することも、厄介で手強い敵を討ち果たした者がするかもしれないように、その表情に歓びを露わにすることもなかった。むしろその死の思いがけなさに驚嘆し、指輪は外したものの、遺体にふさわしい装飾を施し、丁重に包んで火葬に付し、遺骨を銀の壺に収めて黄金の冠を入れ、その息子のもとへと送り届けた。しかしヌミディア兵の一部が護送の者たちに出くわし、その容器を奪い取ろうとしたため、護送の者たちが抵抗すると、力づくで争ううちに骨をまき散らしてしまった。
πυθόμενος δὲ Ἀννίβας, καὶ πρὸς τοὺς παρόντας εἰπὼν, οὐδὲν ἄρα δυνατὸν γενέσθαι ἄκοντος θεοῦ τοῖς μὲν Νομάσιν ἐπέθηκε δίκην, οὐκέτι δὲ κομιδῆς ἢ συλλογῆς τῶν λειψάνων ἐφρόντισεν, ὡς δὴ κατὰ θεόν τινα καὶ τῆς τελευτῆς καὶ τῆς ἀταφίας παραλόγως οὕτω τῷ Μαρκέλλῳ γενομένης.2
これを知ったハンニバルは、居合わせた者たちに、「神の意に反しては、何事も起こり得ないものだ」と言い、ヌミディア兵たちには罰を下したが、もはや遺骨を回収したり集めたりすることには意を用いなかった。マルケッルスの死も埋葬されずに終わったことも、このように人知を超えて何か神の意志によって生じたのだと考えたからである。
ταῦτα μὲν οὖν οἱ περὶ Κορνήλιον Νέπωτα καὶ Οὐαλέριον Μάξιμον ἱστορήκασι· Λίβιος δὲ καὶ Καῖσαρ ὁ Σεβαστὸς κομισθῆναι τήν ὑδρίαν πρὸς τὸν υἱὸν εἰρήκασι καὶ ταφῆναι λαμπρῶς. ἦν δὲ ἀνάθημα Μαρκέλλου δίχα τῶν ἔν Ῥώμῃ γυμνάσιον μὲν ἐν Κατάνῃ τῆς Σικελίας, ἀνδριάντες δὲ καὶ πίνακες τῶν ἐκ Συρακουσῶν ἔν τε Σαμοθρᾴκῃ παρὰ τοῖς θεοῖς, οὓς Καβείρους ὠνόμαζον, καὶ περὶ Λίνδον ἐν τῷ ἱερῷ τῆς Ἀθηνᾶς.
さて、これらはコルネリウス・ネポスやウァレリウス・マクシムスの徒が記していることである。しかしリウィウスや尊厳者カエサルは、壺は息子のもとへ届けられ、壮麗に葬られたと述べている。マルケッルスの奉納物は、ローマにあるもののほかには、シケリアのカタネの体育場、またサモトラケのカベイロイと名づけられた神々のもと、およびリンドス周辺のアテナの神殿に、シュラクサイからの品々のうちの立像や絵画があった。
ἐκεῖ δὲ αὐτοῦ τῷ ἀνδριάντι τοῦτʼ ἦν ἐπιγεγραμμένον, ὡς Ποσειδώνιός φησι, τὸ ἐπίγραμμα· "οὗτός τοι Ῥώμης ὁ μέγας, ξένε, πατρίδος ἀστήρ, Μάρκελλος κλεινῶν Κλαύδιος ἐκ πατέρων. ἑπτάκι τὰν ὑπάταν ἀρχὰν ἐν Ἄρηϊ φυλάξας, τὸν πολὺν ἀντιπάλοις ὃς κατέχευε φόνον." . τήν γὰρ ἀνθύπατον ἀρχήν, ἣν δὶς ἦρξε, ταῖς πέντε προσκατηρίθμησεν ὑπατείαις ὁ τὸ ἐπίγραμμα ποιήσας.3
そこにあった彼の立像には、ポセイドニオスが述べるように、次のような顕彰詩が刻まれていた。 "異郷の人よ、これぞ祖国ローマの偉大なる星、 名高き祖先から出でたクラウディウス・マルケッルスなり。 戦場にて七度、最高の権能を守り、 敵に夥しき殺戮を浴びせし者。" 。というのも、顕彰詩の作者は、彼が二度務めた前執政官の職を、五度の執政官職に数え加えたからである。
γένος δʼ αὐτοῦ λαμπρὸν ἄχρι Μαρκέλλου τοῦ Καίσαρος ἀδελφιδοῦ διέτεινεν, ὃς Ὀκταβίας ἦν τῆς Καίσαρος ἀδελφῆς υἱὸς ἐκ Γαΐου Μαρκέλλου γεγονώς, ἀγορανομῶν δὲ Ῥωμαίων ἐτελεύτησε νυμφίος, Καίσαρος θυγατρὶ χρόνον οὐ πολὺν συνοικήσας. εἰς δὲ τιμὴν αὐτοῦ καὶ μνήμην Ὀκταβία μὲν ἡ μήτηρ τήν βιβλιοθήκην ἀνέθηκε, Καῖσαρ δὲ θέατρον ἐπιγράψας Μαρκέλλου.
そして彼の輝かしい家系は、カエサルの甥であるマルケッルスにまで続いた。彼はカエサルの妹オクタウィアの子でガイウス・マルケッルスから生まれ、ローマの按察官を務めていたときに、新郎の身で、カエサルの娘と短い間結婚生活を送っただけで世を去った。そして彼への栄誉と追憶のために、母オクタウィアは図書館を奉納し、カエサルはマルケッルスの名を冠して劇場を奉納したのである。
- 30.1ὡς ἄν τις ἐργώδη πολέμιον καὶ βαρὺν ἀπεκτονώς
小辞 ἄν と分詞 ἀπεκτονώς が結びつき、潜在的・仮定的な比較(「〜を殺害した者ならするかもしれないように」)を表している。構文的には ὡς ἄν [τις ἐκφήνειεν] ἀπεκτονώς と主動詞の省略を補って読むことも可能である。
- 30.3ὡς δὴ κατὰ θεόν τινα καὶ τῆς τελευτῆς καὶ τῆς ἀταφίας παραλόγως οὕτω τῷ Μαρκέλλῳ γενομένης
接続詞 ὡς δὴ を伴う属格独立構文(genitive absolute)であり、主語は τῆς τελευτῆς καὶ τῆς ἀταφίας、動詞は γενομένης。ハンニバル自身が抱いた主観的な判断・解釈(「〜と見なして」「〜と考えたから」)を示している。
- 30.5τήν γὰρ ἀνθύπατον ἀρχήν, ἣν δὶς ἦρξε, ταῖς πέντε προσκατηρίθμησεν ὑπατείαις ὁ τὸ ἐπίγραμμα ποιήσας
直前の詩句にある ἑπτάκι τὰν ὑπάταν ἀρχάν(七度の執政権能)という表現に対する散文の注釈文。関係代名詞 ἣν δὶς ἦρξε の先行詞は前置された目的語 τήν ἀνθύπατον ἀρχήν(前執政官職)であり、文の骨格は「詩の作者(ὁ τὸ ἐπίγραμμα ποιήσας)が、二度務めた前執政官職を、五度の執政官職(ταῖς πέντε ὑπατείαις)に加算した(προσκατηρίθμησεν)」となる。
