← プルタルコス

マルケルス伝

§28.1-28.3

不吉な前兆とハンニバル決戦への執念

マルケッルスはエトルリアの動揺を鎮め、神殿奉献の挫折や数々の不吉な前兆によってローマに留め置かれながらも、老齢を押してハンニバルとの決戦に激しい執念を燃やす。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§28.1

παραλαβὼν δὲ τὴν ἀρχήν πρῶτον μὲν ἐν Τυρρηνίᾳ μέγα κίνημα πρὸς ἀπόστασιν ἔπαυσε καὶ κατεπράϋνεν ἐπελθὼν τὰς πόλεις· ἔπειτα ναὸν ἐκ τῶν Σικελικῶν λαφύρων ᾠκοδομημένον ὑπʼ αὐτοῦ Δόξης καὶ Ἀρετῆς καθιερῶσαι βουλόμενος, καὶ κωλυθεὶς ὑπὸ τῶν ἱερέων οὐκ ἀξιούντων ἑνὶ ναῷ δύο θεοὺς περιέχεσθαι,1 πάλιν ἤρξατο προσοικοδομεῖν ἕτερον, οὐ ῥᾳδίως φέρων τὴν γεγενημένην ἀντίκρουσιν, ἀλλʼ ὥσπερ οἰωνιζόμενος.

職務に就くと、まずエトルリアにおいて離反に向かう大きな動揺を鎮め、諸都市を巡って沈静化させた。次いで、シチリアの戦利品から自ら建立した「名誉と徳」の神殿を奉献しようとしたが、一つの神殿に二柱の神が収まることを認めない神官たちに阻まれたため、生じた邪魔立てを平気では受け止めず、むしろ不吉な前兆であるかのように思って、再び別の神殿を隣接して建て始めた。

§28.2

καὶ γὰρ ἄλλα πολλὰ σημεῖα διετάραττεν αὐτόν, ἱερῶν τινων κεραυνώσεις καὶ μύες τὸν ἐν Διὸς χρυσὸν διαφαγόντες ἐλέχθη δὲ καὶ βοῦν ἀνθρώπου φωνὴν ἀφεῖναι καὶ παιδίον ἔχον κεφαλὴν ἐλέφαντος γενέσθαι· καὶ περὶ τὰς ἐκθύσεις καὶ ἀποτροπὰς δυσιεροῦντες οἱ μάντεις κατεῖχον αὐτὸν ἐν Ῥώμῃ σπαργῶντα καὶ φλεγόμενον. οὐδεὶς γὰρ ἔρωτα τοσοῦτον ἠράσθη πράγματος οὐδενός ὅσον οὗτος ὁ ἀνὴρ τοῦ μάχῃ κριθῆναι πρὸς Ἀννίβαν.2

というのも、他の多くの不吉な兆候が彼を不安に陥れていたからである。いくつかの神殿への落雷や、ネズミがユーピテル神殿内の黄金をかじり尽くしたことであり、また牛が人間の声を放ち、象の頭部を持つ子供が生まれたとも言われた。そして占い師たちが犠牲の捧げ物による祓い清めや厄払いにおいて吉兆を得られず、逸る情熱で燃え立っている彼をローマにとどめ置いた。実際、いかなる事柄に対しても、この男がハンニバルと戦いによって決着をつけることに抱いたほどの情熱を燃やした者は誰もいなかったからである。

§28.3

τοῦτο καὶ νύκτωρ ὄνειρον ἦν αὐτῷ καὶ μετὰ φίλων καὶ συναρχόντων ἓν βούλευμα καὶ μία πρὸς θεοὺς φωνή, παραταττόμενον Ἀννίβαν λαβεῖν, ἥδιστα δʼ ἄν μοι δοκεῖ τείχους ἑνὸς ἤ τινος χάρακος ἀμφοτέροις τοῖς στρατεύμασι περιτεθέντος διαγωνίσασθαι,3 καὶ εἰ μὴ πολλῆς μὲν ἤδη μεστὸς ὑπῆρχε δόξης, πολλὴν δὲ πεῖραν παρεσχήκει τοῦ παρʼ ὁντινοῦν τῶν στρατηγῶν ἐμβριθὴς γεγονέναι καὶ φρόνιμος, εἶπον ἂν ὅτι4 μειρακιῶδες αὐτῷ προσπεπτώκει καὶ φιλοτιμότερον πάθος ἢ κατὰ πρεσβύτην τοσοῦτον· ὑπὲρ γὰρ ἑξήκοντα γεγονὼς ἔτη τὸ πέμπτον ὑπάτευεν.

このことは夜には彼の夢となり、友人たちや同僚の政務官たちの間でも唯一の計画、神々に対する唯一の祈りであった。すなわち、陣を敷いたハンニバルを捉えることである。私には、両軍の周囲に一つの城壁か陣営の柵が巡らされさえすれば、彼はいとも喜んで雌雄を決したであろうと思われる。そして、もし彼がすでに大いなる名声に満ちあふれ、どの将軍に比べても重厚にして分別ある人物であったという多くの実績を示していなかったならば、これほど高齢の人物には相応しくない、少年じみた、あまりに功名心の強い情熱に取り憑かれていたのだと私は言ったことであろう。というのも、彼は六十歳を超えて五度目の執政官を務めていたからである。

構文注4 件
  1. 28.1οὐκ ἀξιούντων ἑνὶ ναῷ δύο θεοὺς περιέχεσθαι

    分詞 ἀξιούντων は名詞 τῶν ἱερέων を修飾する原因・理由の付帯状況。「〜することを正当/適当とはみなさない」の意で、不定詞構文 περιέχεσθαι(受動、主語は δύο θεούς)を目的語として従える。全体で「二柱の神が一つの神殿に収まるのを正当とみなさず」という反対の根拠を表す。

  2. 28.2οὐδεὶς γὰρ ἔρωτα τοσοῦτον ἠράσθη πράγματος οὐδενός ὅσον οὗτος ὁ ἀνὴρ τοῦ μάχῃ κριθῆναι πρὸς Ἀννίβαν

    同族対格(内部対格)ἔρωτα と動詞 ἠράσθη が結びつき、愛着の対象が属格 πράγματος οὐδενός で示されている。これと相関する ὅσον 以下では、属格不定詞句 τοῦ ... κριθῆναι(「〜によって決着をつけること」)が対比される対象として置かれ、名詞的な属格補語の役割を果たしている。

  3. 28.3ἥδιστα δʼ ἄν μοι δοκεῖ τείχους ἑνὸς ἤ τινος χάρακος ἀμφοτέροις τοῖς στρατεύμασι περιτεθέντος διαγωνίσασθαι

    δοκεῖ は人称構文(主語はマルケッルスで明示されず三人称単数、意味上は「彼は〜したであろうと私には思われる」)。不変化詞 ἄν は不定詞 διαγωνίσασθαι にかかり、過去または非現実の条件(あるいは潜在)を表す。挿入された τείχους ... περιτεθέντος は属格独立構文で条件的な含意(「もし巡らされていたならば」)を持つ。

  4. 28.3καὶ εἰ μὴ πολλῆς μὲν ἤδη μεστὸς ὑπῆρχε δόξης, πολλὴν δὲ πεῖραν παρεσχήκει τοῦ παρʼ ὁντινοῦν τῶν στρατηγῶν ἐμβριθὴς γεγονέναι καὶ φρόνιμος, εἶπον ἂν ὅτι

    過去の反実仮想条件文。条件節(protasis)の動詞は未完了過去 ὑπῆρχε と過去完了 παρεσχήκει で、過去における継続的状態・既成事実を指し、帰結節(apodosis)は εἶπον ἄν(アオリスト直説法+ἄνで「私なら言ったことであろう」)となっている。τοῦ ... γεγονέναι は πεῖραν にかかる説明的属格不定詞。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg022.humanitext-grc2:28.1-28.3