← プルタルコス

ペロピダス伝

§3.1-3.4

ペロピダスの富の用い方とエパメイノンダスの清貧

名門と富を継いだペロピダスは進んで他者を援助し、富の共有を拒む盟友エパメイノンダスの清貧な生活をむしろ自ら共有した。また、公事に専心して家財を減らしながらも、金銭の必要性を説く友人たちの忠告を軽妙に退けた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§3.1

Πελοπίδᾳ τῷ Ἱππόκλου γένος μὲν ἦν εὐδόκιμον ἐν Θήβαις ὥσπερ Ἐπαμεινώνδᾳ, τραφεὶς δὲ ἐν οὐσίᾳ μεγάλῃ καὶ παραλαβὼν ἔτι νέος λαμπρὸν οἶκον ὥρμησε τῶν δεομένων τοῖς ἀξίοις βοηθεῖν, ἵνα κύριος ἀληθῶς φαίνοιτο χρημάτων γεγονώς, ἀλλὰ μὴ δοῦλος. τῶν γὰρ πολλῶν, ὡς Ἀριστοτέλης φησίν, οἱ μὲν οὐ χρῶνται τῷ πλούτῳ διὰ μικρολογίαν, οἱ δὲ παραχρῶνται διʼ ἀσωτίαν, καὶ δουλεύοντες οὗτοι μὲν ἀεὶ ταῖς ἡδοναῖς, ἐκεῖνοι δὲ ταῖς ἀσχολίαις, διατελοῦσιν.1

ヒッポクロスの子ペロピダスは、エパメイノンダスと同様にテーバイの名門の家柄であったが、巨万の富の中で育てられ、まだ若いうちに輝かしい家督を継ぐと、富の奴隷ではなく真に主人となった者として現れることができるよう、困窮者の中でもふさわしい人々を進んで支援するようになった。なぜならアリストテレスが言うように、大衆のうちある者は吝嗇ゆえに富を使わず、別の者は放蕩ゆえに富を乱用し、後者は常に快楽に、前者は職務に隷属し続けているからである。

§3.2

οἱ μὲν οὖν ἄλλοι τῷ Πελοπίδᾳ χάριν ἔχοντες ἐχρῶντο τῇ πρὸς αὐτοὺς ἐλευθεριότητι καὶ φιλανθρωπίᾳ, μόνον δὲ τῶν φίλων τὸν Ἐπαμεινώνδαν οὐκ ἔπειθε τοῦ πλούτου μεταλαμβάνειν αὐτὸς μέντοι μετεῖχε τῆς ἐκείνου πενίας, ἐσθῆτος ἀφελείᾳ καὶ τραπέζης λιτότητι καὶ τῷ πρὸς τοὺς πόνους ἀόκνῳ καὶ κατὰ στρατείας ἀδόλῳ καλλωπιζόμενος, ὥσπερ ὁ Εὐριπίδου Καπανεύς, ᾧ βίος μὲν ἦν πολύς, ἥκιστα δὲ διʼ ὄλβον γαῦρος ἦν, αἰσχυνόμενος εἰ φανεῖται πλείοσι χρώμενος εἰς τὸ σῶμα τοῦ τὰ ἐλάχιστα κεκτημένου Θηβαίων.2 Ἐπαμεινώνδας μὲν οὖν συνήθη καὶ πατρῴαν οὖσαν αὐτῷ τὴν πενίαν ἔτι μᾶλλον εὔζωνον καὶ κοῦφον ἐποίησε φιλοσοφῶν καὶ μονότροπον βίον ἀπʼ ἀρχῆς ἑλόμενος·

そこで他の者たちはペロピダスに感謝しつつ、彼らに対する彼の気前の良さと博愛の恩恵を享受していたが、友の中でエパメイノンダスだけは、その富の分け前にあずかるよう説得することができなかった。それどころかペロピダス自身が彼の貧しさを分かち合い、粗末な衣服、質素な食事、労苦を厭わぬ姿勢、そして軍務における虚飾のなさを誇りとしたのである。それはエウリピデスが描くカパネウス、すなわち「資産は豊かであったが、富のゆえに驕ることは毛頭なかった」男のようであり、テーバイ人の中で最も持たざる者よりも身体に対して多くのものを用いているように見られることを恥じたのであった。エパメイノンダスの方は、自身にとって馴染み深く父祖伝来のものであった貧しさを、哲学に励み、初めから孤独な生き方を選ぶことによって、いっそう身軽で負担のないものとした。

§3.4

Πελοπίδᾳ δὲ ἦν μὲν γάμος λαμπρός, ἐγένοντο δὲ καὶ παῖδες, ἀλλʼ οὐδὲν ἧττον ἀμελῶν τοῦ χρηματίζεσθαι καὶ σχολάζων τῇ πόλει τὸν ἅπαντα χρόνον ἠλάττωσε τὴν οὐσίαν. τῶν δὲ φίλων νουθετούντων καὶ λεγόντων ὡς ἀναγκαίου πράγματος ὀλιγωρεῖ, τοῦ χρήματα ἔχειν,3 ἀναγκαίου, νὴ Δία, Νικοδήμῳ τούτῳ, ἔφη, δείξας τινὰ χωλὸν καὶ τυφλόν.

これに対しペロピダスには輝かしい婚姻があり、子供たちも生まれたが、それにもかかわらず財産を増やすことを怠り、すべての時間を国家のために捧げていたため、その財産を減らしていった。友人たちが忠告し、彼が財産を持つという必須の事柄を軽視していると言うと、彼は足が不自由で盲目のある男を指さし、「なるほどゼウスにかけて、こちらのニコデモスにとっては必須のものだな」と言った。

構文注3 件
  1. 3.1καὶ δουλεύοντες οὗτοι μὲν ἀεὶ ταῖς ἡδοναῖς, ἐκεῖνοι δὲ ταῖς ἀσχολίαις, διατελοῦσιν

    指示代名詞 οὗτοι と ἐκεῖνοι の照応関係に注意。通常 οὗτοι は直前(後者)、ἐκεῖνοι は時間的・空間的により遠いもの(前者)を指すため、ここでは οὗτοι が直前の「放蕩ゆえに富を乱用する者たち(οἱ δὲ παραχρῶνται διʼ ἀσωτίαν)」を、ἐκεῖνοι が前掲の「吝嗇ゆえに使わない者たち(οἱ μὲν οὐ χρῶνται διὰ μικρολογίαν)」を受けている。したがって、快楽の奴隷となるのが放蕩者、多忙・職務(ἀσχολίαι)の奴隷となるのが吝嗇者である。

  2. 3.3αἰσχυνόμενος εἰ φανεῖται πλείοσι χρώμενος εἰς τὸ σῶμα τοῦ τὰ ἐλάχιστα κεκτημένου Θηβαίων

    αἰσχυνόμενος(恥じる)に伴う εἰ 節は、感情動詞に後続して理由を表す条件構文(「〜であるとすれば恥ずかしい」「〜と見られるのを恥じ」)。τοῦ τὰ ἐλάχιστα κεκτημένου は比較級 πλείοσι に支配された比較の属格であり、「テーバイ人の中で最も持たざる者よりも」の意。Θηβαίων は最上級 ἐλάχιστα または分詞 κεκτημένου にかかる部分属格。

  3. 3.4τοῦ χρήματα ἔχειν

    冠詞付き不定詞 τοῦ χρήματα ἔχειν は、先行する ἀναγκαίου πράγματος(必須の事柄)と同格関係にある説明的属格(名詞的用法)。全体として「財産を持つという必須の事柄(を軽視している)」という統語構造をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:3.1-3.4