← プルタルコス

ペロピダス伝

§23.1-23.4

レウクトラの戦いにおける神聖隊の突撃と勝利

レウクトラの戦いにおいて、エパメイノンダスの斜線陣とペロピダス率いる神聖隊の急襲が混乱したスパルタ軍を打ち破り、ペロピダスはエパメイノンダスと同等の名声を得る。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§23.1

ἐν δὲ τῇ μάχῃ τοῦ Ἐπαμεινώνδου τὴν φάλαγγα λοξὴν ἐπὶ τὸ εὐώνυμον ἕλκοντος, ὅπως τῶν ἄλλων Ἑλλήνων ἀπωτάτω γένηται τὸ δεξιὸν τῶν Σπαρτιατῶν καὶ τὸν Κλεόμβροτον ἐξώσῃ προσπεσὼν ἀθρόως κατὰ κέρας καὶ βιασάμενος, οἱ μὲν πολέμιοι καταμαθόντες τὸ γινόμενον ἤρξαντο μετακινεῖν τῇ τάξει σφᾶς αὐτοὺς, καὶ τὸ δεξιὸν ἀνέπτυσσον καὶ περιῆγον ὡς κυκλωσόμενοι καὶ περιβαλοῦντες ὑπὸ πλήθους τὸν Ἐπαμεινώνδαν, ὁ δὲ Πελοπίδας ἐν τούτῳ προεξέδραμε, καὶ συστρέψας τοὺς τριακοσίους δρόμῳ φθάνει πρὶν ἀνατεῖναι τὸν Κλεόμβροτον τὸ κέρας ἢ συναγαγεῖν πάλιν εἰς τὸ αὐτὸ καὶ συγκλεῖσαι τὴν τάξιν, οὐ καθεστῶσιν, ἀλλὰ θορυβουμένοις διʼ ἀλλήλων τοῖς Λακεδαιμονίοις ἐπιβαλών.1

戦闘において、エパメイノンダスが方陣を左翼へと斜めに引き延ばし、スパルタ軍の右翼を他のギリシア人たちからできる限り引き離し、一団となって側翼に突撃して押し破ることでクレオンブロトスを斥けようとした際、敵兵たちは起きている事態を察知して陣形を動かし始め、兵数の多さに物を言わせてエパメイノンダスを包囲し取り囲もうと右翼を広げて回り込ませていたが、そのときペロピダスが前に飛び出し、三百人を密集させて駆け出し、クレオンブロトスが側翼を展開し終えるか、あるいは再び密集させて隊列を閉じるよりも早く機先を制し、態勢が整わず互いに混乱し合っているラケダイモン兵たちに襲いかかった。

§23.3

καίτοι πάντων ἄκροι τεχνῖται καὶ σοφισταὶ τῶν πολεμικῶν ὄντες οἱ Σπαρτιᾶται πρὸς οὐδὲν οὕτως ἐπαίδευον αὑτοὺς καὶ συνείθιζον, ὡς τὸ μὴ πλανᾶσθαι μηδὲ ταράττεσθαι τάξεως διαλυθείσης, ἀλλὰ χρώμενοι πᾶσι πάντες ἐπιστάταις καὶ ζευγίταις, ὅποι ποτὲ καὶ συνίστησιν ὁ κίνδυνος, καταλαμβάνειν καὶ συναρμόττειν καὶ μάχεσθαι παραπλησίως.

もっとも、あらゆる戦術において最高の熟練者にして達人であったスパルタ人たちは、陣形が崩れても取り乱したり動揺したりせず、全員が全員を後列の兵や隣に並ぶ兵として互いに頼みとし、危険がどこに迫ろうとも同様に陣形を取り直し、結束して戦うことにかけては、他の何にも増して自らを鍛錬し習熟させていた。

§23.4

τότε δὲ ἡ τοῦ Ἐπαμεινώνδου φάλαγξ ἐπιφερομένη μόνοις ἐκείνοις καὶ παραλλάττουσα τοὺς ἄλλους, ὅ τε Πελοπίδας μετὰ τάχους ἀπίστου καὶ τόλμης ἐν τοῖς ὅπλοις γενόμενος, συνέχεον τά τε φρονήματα καὶ τὰς ἐπιστήμας αὐτῶν2 οὕτως ὥστε φυγὴν καὶ φόνον Σπαρτιατῶν ὅσον οὔπω πρότερον γενέσθαι, διὸ τῷ Ἐπαμεινώνδᾳ βοιωταρχοῦντι μὴ βοιωταρχῶν, καὶ πάσης ἡγουμένῳ τῆς δυνάμεως μικροῦ μέρους ἄρχων, ἴσον ἠνέγκατο δόξης3 τῆς νίκης ἐκείνης καὶ τοῦ κατορθώματος.

しかしこの時は、他の部隊には目もくれず彼らだけに突撃してくるエパメイノンダスの方陣と、信じがたい速度と大胆さをもって白兵戦に突入したペロピダスとが彼らの気概と熟練の技を混乱に陥れたため、スパルタ人にとっては未曾有の敗走と殺戮が生じることとなった。それゆえペロピダスは、ボイオタルケスであったエパメイノンダスに対して自らはボイオタルケスではなく、全軍を率いる彼に対してごく一部の指揮を執るにすぎなかったものの、あの勝利と偉業において同等の名声を勝ち得たのである。

構文注3 件
  1. 23.2φθάνει πρὶν ἀνατεῖναι τὸν Κλεόμβροτον τὸ κέρας ἢ συναγαγεῖν πάλιν εἰς τὸ αὐτὸ καὶ συγκλεῖσαι τὴν τάξιν, οὐ καθεστῶσιν, ἀλλὰ θορυβουμένοις διʼ ἀλλήλων τοῖς Λακεδαιμονίοις ἐπιβαλών

    動詞 φθάνει(先手を打つ)が分詞 ἐπιβαλών(襲撃する)と結合し、「〜に先んじて襲撃した」という機先制動構文を構成している。時間的限界を示す πρὶν 節(不定詞 ἀνατεῖναι および συναγαγεῖν/συγκλεῖσαι)が挿入され、襲撃の対象である与格句 οὐ καθεστῶσιν... τοῖς Λακεδαιμονίοις は後置された分詞 ἐπιβαλών に係っている。

  2. 23.4συνέχεον τά τε φρονήματα καὶ τὰς ἐπιστήμας αὐτῶν

    主動詞 συνέχεον(3人称複数)は、接続詞 τε で結ばれた2つの主格主語「エパメイノンダスの方陣(ἡ ... φάλαγξ)」と「ペロピダス(ὅ τε Πελοπίδας)」の双方を受けて複数形となっている。文脈上、二者が同時に加えた打撃が主語として機能している。

  3. 23.4διὸ τῷ Ἐπαμεινώνδᾳ βοιωταρχοῦντι μὴ βοιωταρχῶν, καὶ πάσης ἡγουμένῳ τῆς δυνάμεως μικροῦ μέρους ἄρχων, ἴσον ἠνέγκατο δόξης

    二重の対比構文。与格(エパメイノンダス側:τῷ Ἐπαμεινώνδᾳ βοιωταρχοῦντι, πάσης ἡγουμένῳ τῆς δυνάμεως)と主格(ペロピダス側:μὴ βοιωταρχῶν, μικροῦ μέρους ἄρχων)が緻密に対応している。ἴσον ἠνέγκατο δόξης の ἴσον は副詞的または対格目的語として「同等の分を」を意味し、δόξης は部分属格。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:23.1-23.4