- 底本
- Plutarch. Plutarch's Lives, Vol. V. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1917.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:12.1-12.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
暗殺を成し遂げたペロピダスらは市民を武装させ、エパメイノンダスらの加勢を得る。スパルタ守備隊がカドメイアに籠城して手を出せない中、夜明けとともに亡命者と市民が民会に集まり、彼らを救護者として迎える。
διαπραξάμενοι δὲ ταῦτα καὶ τοῖς περὶ Μέλωνα συμβαλόντες ἔπεμψαν μὲν εἰς τὴν Ἀττικὴν ἐπὶ τοὺς ὑπολελειμμένους ἐκεῖ τῶν φυγάδων, ἐκάλουν δὲ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν, καὶ τοὺς προσιόντας ὥπλιζον, ἀφαιροῦντες ἀπὸ τῶν στοῶν τὰ περικείμενα σκῦλα, καὶ τὰ περὶ τὴν οἰκίαν ἐργαστήρια δορυξόων καὶ μαχαιροποιῶν ἀναρρηγνύντες.
これらを成し遂げてメロンの一隊と合流すると、彼らはアッティカに残っていた亡命者たちを呼び寄せるために使者を送る一方、市民たちを自由へと呼び覚まし、柱廊に掲げられていた戦利品を取り外し、家の周りの槍職人や刀鍛冶の工房を破って、集まってきた者たちを武装させた。
ἧκον δὲ βοηθοῦντες αὐτοῖς μετὰ τῶν ὅπλων οἱ περὶ Ἐπαμεινώνδαν καὶ Γοργίδαν, συνειλοχότες οὐκ ὀλίγους τῶν νέων καὶ τῶν πρεσβυτέρων τοὺς βελτίστους, ἡ δὲ πόλις ἤδη μὲν ἀνεπτόητο πᾶσα, καὶ πολὺς θόρυβος ἦν καὶ φῶτα περὶ τὰς οἰκίας καὶ διαδρομαὶ πρὸς ἀλλήλους, οὔπω δὲ συνειστήκει τὸ πλῆθος, ἀλλʼ ἐκπεπληγμένοι πρὸς τὰ γινόμενα καὶ σαφὲς οὐδὲν εἰδότες ἡμέραν περιέμενον.
エパメイノンダスとゴルギダスらも、多くの若者と年長者たちのうち最も優れた者たちを率いて、武器を手にして彼らの救援に駆けつけた。市全体はすでに興奮状態に陥り、騒音は激しく、家々の周りには明かりが灯り、人々は互いに行き交っていたが、大衆はまだ団結して立ち上がっておらず、起きている事態に狼狽し、何も確かなことを知らぬまま夜明けを待っていた。
ὅθεν ἁμαρτεῖν οἱ τῶν Λακεδαιμονίων ἄρχοντες ἔδοξαν εὐθὺς οὐκ ἐπιδραμόντες οὐδὲ συμβαλόντες, αὐτὴ μὲν ἡ φρουρὰ περὶ χιλίους πεντακοσίους ὄντες,1 ἐκ δὲ τῆς πόλεως πρὸς αὐτοὺς πολλῶν συντρεχόντων, ἀλλὰ τὴν βοὴν καὶ τὰ πυρὰ καὶ τὸν ὄχλον χωροῦντα πανταχόθεν πολὺν φοβηθέντες ἡσύχαζον, αὐτὴν τὴν Καδμείαν κατέχοντες.
そのため、ラケダイモンの指揮官たちは直ちに出撃して交戦しなかったことで過ちを犯したと見なされた。守備隊自体が約千五百人に達し、市内からも多くの者が彼らのもとへ逃げ込んできていたにもかかわらず、叫び声やかがり火、方々から押し寄せる大群衆を恐れて、カドメイア城塞を占拠したまま身を潜めていたからである。
ἅμα δὲ ἡμέρᾳ παρῆσαν μὲν ἐκ τῆς Ἀττικῆς οἱ φυγάδες ὡπλισμένοι, συνήθροιστο δὲ εἰς τὴν ἐκκλησίαν ὁ δῆμος. εἰσῆγον δὲ τοὺς περὶ Πελοπίδαν Ἐπαμεινώνδας καὶ Γοργίδας ὑπὸ τῶν ἱερέων περιεχομένους στέμματα προτεινόντων2 καὶ παρακαλούντων τοὺς πολίτας τῇ πατρίδι καὶ τοῖς θεοῖς βοηθεῖν, ἡ δʼ ἐκκλησία ὀρθὴ πρὸς τὴν ὄψιν μετὰ κρότου καὶ βοῆς ἐξανέστη, δεχομένων τοὺς ἄνδρας ὡς εὐεργέτας καὶ σωτῆρας.3
夜明けとともに、武装した亡命者たちがアッティカから到着し、民衆は民会に集まっていた。エパメイノンダスとゴルギダスが、神官たちに囲まれたペロピダスの一隊を先導して連れてきたが、神官たちは聖別された花冠を掲げ、祖国と神々を助けるよう市民たちに呼びかけていた。すると民会全体がその光景を前に拍手と叫び声とともに総立ちとなり、彼らを恩人また救い主として迎え入れた。
- 12.3αὐτὴ μὲν ἡ φρουρὰ περὶ χιλίους πεντακοσίους ὄντες
文法的には女性単数名詞である ἡ φρουρά(守備隊)に対して、分詞 ὄντες が男性複数形をとる意味の一致(constructio ad sensum / synesis)の例。守備隊を構成する個々の兵士たちを念頭に置いた構文となっている。
- 12.4ὑπὸ τῶν ἱερέων περιεχομένους στέμματα προτεινόντων
περιεχομένους は先行する対格句 τοὺς περὶ Πελοπίδαν に一致する分詞。それに続く属格の現在分詞句 στέμματα προτεινόντων καὶ παρακαλούντων は、行為者を示す前置詞句 ὑπὸ τῶν ἱερέων の名詞 ἱερέων に呼応し、神官たちの動作(「花冠を差し出し呼びかける」)を修飾している。
- 12.4δεχομένων τοὺς ἄνδρας ὡς εὐεργέτας καὶ σωτῆρας
明示的な代名詞主語を欠く属格独立構文(genitive absolute)。意味上の主語は先行する集合名詞 ἡ ἐκκλησία(民会)の構成員(市民たち)を複数として指す意味の一致、または文脈上の一般主語(市民たち)の補足として理解される。
