← プルタルコス

ペロピダス伝

§1.1-1.5

真の勇気と命の価値についての考察

大カトーの発言や病を癒やされた兵士の逸話、シュバリス人によるスパルタ人評を引きつつ、真の勇気とは命の軽視ではなく徳に基づき自他を守り抜くことであると論じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§1.1

Κάτων ὁ πρεσβύτερος πρός τινας ἐπαινοῦντας ἄνθρωπον ἀλογίστως παράβολον καὶ τολμηρὸν ἐν τοῖς πολεμικοῖς διαφέρειν ἔφη τὸ πολλοῦ τινα τὴν ἀρετὴν ἀξίαν καὶ τὸ μὴ πολλοῦ ἄξιον τὸ ζῆν νομίζειν1 ὀρθῶς ἀποφαινόμενος. ὁ γοῦν παρʼ Ἀντιγόνῳ στρατευόμενος ἰταμός, φαῦλος δὲ τὴν ἕξιν καὶ τὸ σῶμα διεφθορώς, ἐρομένου τοῦ βασιλέως τὴν αἰτίαν τῆς ὠχρότητος ὡμολόγησέ τινα νόσον τῶν ἀπορρήτων·

大カトーは、戦時において無思慮に無鉄砲かつ大胆な者を称賛していた人々に対して、徳を大いに価値あるものと見なすことと、生を大して価値のないものと見なすことの間には隔たりがあると述べ、正しく所見を述べていた。事実、アンティゴノスの陣営で従軍していたある勇敢な男は、体質が虚弱で身体を損なっていたのだが、王が青ざめた顔色の原因を尋ねたところ、秘めていた病気の存在を告白した。

§1.2

ἐπεὶ δὲ φιλοτιμηθεὶς ὁ βασιλεὺς προσέταξε τοῖς ἰατροῖς, ἐάν τις ᾖ βοήθεια, μηδὲν ἐλλιπεῖν τῆς ἄκρας ἐπιμελείας, οὕτω θεραπευθεὶς ὁ γενναῖος ἐκεῖνος οὐκέτʼ ἦν φιλοκίνδυνος οὐδὲ ῥαγδαῖος ἐν τοῖς ἀγῶσιν, ὥστε καὶ τὸν Ἀντίγονον ἐγκαλεῖν καὶ θαυμάζειν τὴν μεταβολήν. οὐ μὴν ὁ ἄνθρωπος ἀπεκρύψατο τὸ αἴτιον, ἀλλʼ εἶπεν ὦ βασιλεῦ, σύ με πεποίηκας ἀτολμότερον, ἀπαλλάξας ἐκείνων τῶν κακῶν διʼ ἃ τοῦ ζῆν ὠλιγώρουν.

そこで王は熱意をもって、もし何らかの治療法があるならば最善の配慮を怠らないようにと医師たちに命じたが、そのようにして快癒したその豪胆な男は、もはや戦いにおいて危険を好むこともがむしゃらになることもなくなり、アンティゴノス自身が彼を咎め、その豹変ぶりに驚くほどであった。しかし男は理由を隠すことなく、こう言った。 「王よ、あなたが私を臆病にしてしまったのです。私が生を軽んじる原因であった、あの苦しみから私を解放してくださったことによって。」

§1.3

πρὸς τοῦτο δὲ φαίνεται καὶ Συβαρίτης ἀνὴρ εἰπεῖν περὶ τῶν Σπαρτιατῶν ὡς οὐ μέγα ποιοῦσι θανατῶντες ἐν τοῖς πολέμοις ὑπὲρ τοῦ τοσούτους πόνους καὶ τοιαύτην ἀποφυγεῖν δίαιταν. ἀλλὰ Συβαρίταις μέν ἐκτετηκόσιν ὑπὸ τρυφῆς καὶ μαλακίας διὰ τὴν πρός τὸ καλὸν ὁρμὴν καὶ φιλοτιμίαν εἰκότως ἐφαίνοντο μισεῖν τὸν βίον οἱ μὴ φοβούμενοι τὸν θάνατον, Λακεδαιμονίοις δὲ καὶ ζῆν ἡδέως καὶ θνῄσκειν ἀμφότερα ἀρετὴ παρεῖχεν, ὡς δηλοῖ τὸ ἐπικήδειον· οἵδε γάρ φησιν ἔθανον "οὐ τὸ ζῇν θέμενοι καλὸν οὐδὲ τὸ θνῄσκειν, ἀλλὰ τὸ ταῦτα καλῶς ἀμφότερʼ ἐκτελέσαι." οὔτε γὰρ φυγὴ θανάτου μεμπτόν, ἂν ὀρέγηταί τις τοῦ βίου μὴ αἰσχρῶς, οὔτε ὑπομονὴ καλόν, εἰ μετʼ ὀλιγωρίας γίνοιτο τοῦ ζῆν.

これと同じ趣旨で、あるシュバリスの男もスパルタ人について、あのような数々の苦労やあのような生き方を逃れるために戦いで死を願うのは、大した功績ではないと言ったと見受けられる。だが、贅沢と軟弱さによって衰弱したシュバリス人たちには、美への衝動と名誉心ゆえに死を恐れない者たちが生を憎んでいるように思えたのも当然であった。他方でラケダイモン人にとっては、心地よく生きることと死ぬことの双方が徳によってもたらされていた。そのことは次の墓碑銘が明らかにしているとおりである。 「彼らは死んだ、 生きることを善しとしたわけでも、死ぬことを善しとしたわけでもなく、 これら双方を立派に全うすることを善しとして。」 なぜなら、人が恥ずかしくない仕方で生を求めるならば死の回避も非難されるべきことではなく、生への軽視を伴うならば耐え忍ぶことも美しくはないからである。

§1.5

ὅθεν Ὅμηρος μέν ἀεὶ τοὺς θαρραλεωτάτους καὶ μαχιμωτάτους ἄνδρας εὖ καὶ καλῶς ὡπλισμένους ἐξάγει πρός τοὺς ἀγῶνας, οἱ δὲ τῶν Ἑλλήνων νομοθέται τὸν ῥίψασπιν κολάζουσιν, οὐ τὸν ξίφος οὐδὲ λόγχην προέμενον, διδάσκοντες ὅτι τοῦ μὴ παθεῖν κακῶς πρότερον ἢ τοῦ ποιῆσαι τοὺς πολεμίους ἑκάστῳ μέλειν προσήκει,2 μάλιστα δὲ ἄρχοντι πόλεως ἢ στρατεύματος.

それゆえにホメロスは、常に最も勇敢で戦上手な男たちに立派に武具を身につけさせて戦いへと送り出しており、ギリシアの立法者たちは、剣や槍を投げ捨てた者ではなく、盾を捨てた者を処罰する。各人にとって、就中、都市や軍隊を統率する者にとっては、敵に害を加えることよりも先に、害を受けないようにすることに心を配るのがふさわしいと教えているのである。

構文注2 件
  1. 1.1διαφέρειν ἔφη τὸ πολλοῦ τινα τὴν ἀρετὴν ἀξίαν καὶ τὸ μὴ πολλοῦ ἄξιον τὸ ζῆν νομίζειν

    διαφέρειν は「重要である」という非人称用法ではなく、「異なる」を表す動詞として機能している。主語は中性単数定冠詞が付いた二つの不定詞句 τὸ ... τὴν ἀρετὴν ἀξίαν [νομίζειν] と τὸ ... τὸ ζῆν νομίζειν であり、二つの事柄の間に対比・差異があることを意味している。ἀξίαν は形容詞 ἄξιος の女性対格で τὴν ἀρετήν を修飾し、πολλοῦ は価値の属格である。

  2. 1.5τοῦ μὴ παθεῖν κακῶς πρότερον ἢ τοῦ ποιῆσαι τοὺς πολεμίους ἑκάστῳ μέλειν προσήκει

    非人称動詞 προσήκει に不定詞 μέλειν(これも本来非人称)が続き、与格 ἑκάστῳ がその関心の主体(「各人にとって」)を示す。μέλειν の対象として冠詞付き不定詞の属格 τοῦ μὴ παθεῖν κακῶς および τοῦ ποιῆσαι [κακῶς] τοὺς πολεμίους が置かれ、πρότερον ἤ(〜より先に、〜よりも)によって優先関係が示されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg021.humanitext-grc2:1.1-1.5