← プルタルコス

アエミリウス・パウルス伝

§34.1-34.8

囚われのペルセウスとアエミリウスの凱旋車

打ちひしがれたペルセウスが嘆く近臣たちとともに歩み、命惜しさに凱旋行進免除を乞うてアイミリウスに自死を促された経緯が語られ、続いてアイミリウス自身が全軍の称賛を浴びて華麗に進み、幸運の変転への思索が添えられる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§34.1

αὐτὸς δὲ τῶν τέκνων ὁ Περσεὺς καὶ τῆς περὶ αὐτὰ θεραπείας κατόπιν ἐπορεύετο, φαιὸν μὲν ἱμάτιον ἀμπεχόμενος καὶ κρηπῖδας ἔχων ἐπιχωρίους, ὑπὸ δὲ μεγέθους τῶν κακῶν πάντα θαμβοῦντι καὶ παραπεπληγμένῳ μάλιστα τὸν λογισμὸν ἐοικώς.

ペルセウス自身は子どもたちとその世話係たちの後ろを歩んでいたが、灰色の外套を身にまとい、郷里の靴を履き、災難の大きさゆえにすべてに呆然とし、まったく理性を失って打ちのめされた者のようであった。

§34.2

καὶ τούτῳ δʼ εἵπετο χορὸς φίλων καὶ συνήθων, βεβαρημένων τὰ πρόσωπα πένθει, καὶ τῷ πρὸς Περσέα βλέπειν ἀεὶ καὶ δακρύειν ἔννοιαν παριστάντων1 τοῖς θεωμένοις ὅτι τὴν ἐκείνου τύχην ὀλοφύρονται τῶν καθʼ ἑαυτοὺς ἐλάχιστα φροντίζοντες.

そして彼には友人や親しい者たちの群れが従っていたが、彼らは顔を悲嘆に曇らせ、常にペルセウスを見つめて涙を流すことによって、自分たちの身の上にはほとんど頓着せず彼の運命を嘆いているのだという思いを見物人たちに抱かせていた。

§34.3

καίτοι προσέπεμψε τῷ Αἰμιλίῳ δεόμενος μὴ πομπευθῆναι καὶ παραιτούμενος τὸν θρίαμβον. ὁ δὲ τῆς ἀνανδρίας αὑτοῦ καὶ φιλοψυχίας, ὡς ἔοικε, καταγελῶν, ἀλλὰ τοῦτό γʼ, εἶπε, καὶ πρότερον ἦν ἐπʼ αὐτῷ καὶ νῦν ἐστιν,2 ἂν βούληται·

もっとも彼は、行進で見世物にされないよう懇願し、凱旋行進の免除を求めてアイミリウスに使者を送っていた。しかしアイミリウスは、どうやら彼の臆病さと命への執着を嘲笑して、「いや、それなら」と言った、「以前にも彼次第であったし、今でも、望みさえすればそうなのだ」

§34.4

δηλῶν τὸν πρὸ αἰσχύνης θάνατον, ὃν οὐχ ὑπομείνας ὁ δείλαιος, ἀλλʼ ὑπʼ ἐλπίδων τινῶν ἀπομαλακισθείς ἐγεγόνει μέρος τῶν αὑτοῦ λαφύρων.

これは恥辱に先立つ死を示唆したものであったが、哀れな男はそれに耐えることなく、ある種の希望にほだされて軟弱になり、自分自身の戦利品の一部となっていたのであった。

§34.5

ἐφεξῆς δὲ τούτοις ἐκομίζοντο χρυσοῖ στέφανοι τετρακόσιοι τὸ πλῆθος, οὓς αἱ πόλεις ἀριστεῖα τῆς νίκης τῷ Αἰμιλίῳ μετὰ πρεσβειῶν ἔπεμψαν.

これらに続いて、数が四百に及ぶ黄金の冠が運ばれたが、これらは諸都市が勝利の栄誉として使節団を伴ってアイミリウスに贈ったものであった。

§34.6

εἶτʼ αὐτὸς ἐπέβαλλεν ἅρματι κεκοσμημένῳ διαπρεπῶς ἐπιβεβηκώς, ἀνὴρ καὶ δίχα τοσαύτης ἐξουσίας ἀξιοθέατος, ἁλουργίδα χρυσόπαστον ἀμπεχόμενος καὶ δάφνης κλῶνα τῇ δεξιᾷ προτείνων.

次いで、彼自身が華麗に装飾された戦車に乗って続いた。彼はこのような絶大な権威がなくとも見るに値する人物であり、金を散らした紫衣をまとい、右手に月桂樹の枝を差し伸べていた。

§34.7

ἐδαφνηφόρει δὲ καὶ σύμπας ὁ στρατός, τῷ μὲν ἅρματι τοῦ στρατηγοῦ κατὰ λόχους καὶ τάξεις ἑπόμενος, ᾄδων δὲ τὰ μὲν ᾠδάς τινας πατρίους ἀναμεμιγμένας γέλωτι, τὰ δὲ παιᾶνας ἐπινικίους καὶ τῶν διαπεπραγμένων ἐπαίνους εἰς τὸν Αἰμίλιον περίβλεπτον ὄντα καὶ ζηλωτὸν ὑπὸ πάντων, οὐδενὶ δὲ τῶν ἀγαθῶν ἐπίφθονον·

全軍もまた月桂樹を帯びており、中隊や戦列ごとに将軍の戦車に従いながら、一方では笑いを交えた祖先伝来の歌を、他方では祝勝歌や、万人に注目され羨望されながらも善き人々の誰からも妬まれることのないアイミリウスへの偉業の賛美を歌っていた。

§34.8

πλὴν εἴ τι δαιμόνιον ἄρα τῶν μεγάλων καὶ ὑπερόγκων εἴληχεν εὐτυχιῶν ἀπαρύτειν3 καὶ μιγνύναι τὸν ἀνθρώπινον βίον, ὅπως μηδενὶ κακῶν ἄκρατος εἴη καὶ καθαρός, ἀλλὰ καθʼ Ὅμηρον ἄριστα δοκῶσι πράττειν οἷς αἱ τύχαι τροπὴν ἐπʼ ἀμφότερα τῶν πραγμάτων ἔχουσιν.

ただし、大いなる過度の幸運からすくい取って人間の生を混ぜ合わせ、誰にとっても災難の混ざらない純粋なものとならぬようにし、むしろホメロスの言うように、運命が事態の好悪双方への変転を持つ者たちこそが最善の境遇にあると思われるようにすることが、神霊の定めであるならば話は別であるが。

構文注3 件
  1. 34.2βεβαρημένων τὰ πρόσωπα πένθει, καὶ ... παριστάντων

    主文の主語は単数の集合名詞 χορὸς(群れ)であるが、その修飾語 φίλων καὶ συνήθων(友人や親しい者たち)に呼応して、分詞 βεβαρημένων と παριστάντων が属格複数となっている。統語的には属格補足語との一致であるが、意味上は構成員たち(友人たち)の動作・状態を直接叙述する意味的一致(constructio ad sensum)の例である。

  2. 34.3καὶ πρότερον ἦν ἐπʼ αὐτῷ καὶ νῦν ἐστιν

    前置詞句 ἐπʼ αὐτῷ は「彼次第である、彼の自由・権限にある」を意味する慣用表現(ἐπί + 与格で支配・権能を表す)。アイミリウスの発言は「屈辱を免れる道(=自決)は以前も自分の裁量にあったし、今も望むなら可能だ」という辛辣な自死への示唆であり、直後の δηλῶν τὸν πρὸ αἰσχύνης θάνατον によって解説されている。

  3. 34.8τῶν μεγάλων καὶ ὑπερόγκων εἴληχεν εὐτυχιῶν ἀπαρύτειν

    動詞 λαγχάνω(完了 εἴληχα)は不定詞(ἀπαρύτειν)を伴って「〜することを定め/割り当てとされている」を表す。また ἀπαρύτειν(汲み出す、すくい取る)の目的語として τῶν ... εὐτυχιῶν が置かれており、余剰・過度の幸運から「その一部をすくい取る」という部分の属格(または分離の属格)として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:34.1-34.8