- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:32.1-32.9
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
セルウィリウスの演説により兵士たちの態度が一変して凱旋式が全会一致で可決され、三日間に及ぶ壮麗な式の様子が語られる。第一日には略奪された美術品が、第二日には巧妙に配置されたマケドニア軍の武具や膨大な銀の財宝が披露された。
οὕτω φασὶν ὑπὸ τῶν λόγων τούτων ἀνακοπῆναι καὶ μεταβαλεῖν τὸ στρατιωτικόν ὥστε πάσαις ταῖς φυλαῖς ἐπικυρωθῆναι τῷ Αἰμιλίῳ τὸν θρίαμβον.
これらの言葉によって軍勢の意向は挫かれ変化し、すべての部族によってアイミリウスに対する凱旋式が可決承認されたと言われている。
πεμφθῆναι δʼ αὐτὸν οὕτω λέγουσιν. ὁ μὲν δῆμος ἔν τε τοῖς ἱππικοῖς θεάτροις, ἃ κίρκους καλοῦσι, περί τε τήν ἀγορὰν ἰκρία πηξάμενοι, καὶ τἆλλα τῆς πόλεως μέρη καταλαβόντες, ὡς ἕκαστα παρεῖχε τῆς πομπῆς ἔποψιν, ἐθεῶντο καθαραῖς ἐσθῆσι κεκοσμημένοι.1
そして凱旋式は次のように挙行されたと伝えられる。民衆はキルクスと呼ばれる競馬場の中や広場の周りに仮設桟敷を組み立て、また行列の眺めが得られる市内の他のあらゆる場所を占めて、清らかな衣をまとって見物した。
πᾶς δὲ ναὸς ἀνέῳκτο καὶ στεφάνων καὶ θυμιαμάτων ἦν πλήρης, ὑπηρέται τε πολλοὶ καὶ ῥαβδονόμοι τοὺς ἀτάκτως συρρέοντας εἰς τὸ μέσον καὶ διαθέοντας ἐξείργοντες ἀναπεπταμένας τὰς ὁδοὺς καὶ καθαρὰς παρεῖχον.
どの神殿も扉が開け放たれて花輪と香で満ちており、多くの役人や警吏が無秩序に中央へと押し寄せたり横切ったりする者を締め出して、通りを広く開けて妨げのない状態に保っていた。
τῆς δὲ πομπῆς εἰς ἡμέρας τρεῖς νενεμημένης, ἡ μὲν πρώτη μόλις ἐξαρκέσασα τοῖς αἰχμαλώτοις ἀνδριάσι καὶ γραφαῖς καὶ κολοσσοῖς ἐπὶ ζευγῶν πεντήκοντα καὶ διακοσίων κομιζομένοις τούτων ἔσχε θέαν.
行列は三日間に割り振られており、第一日目は、二百五十台の荷車に載せて運ばれる捕獲された彫像や絵画や巨像だけで手一杯となり、これらを見物する日となった。
τῇ δʼ ὑστεραίᾳ τὰ κάλλιστα καὶ πολυτελέστατα τῶν Μακεδονικῶν ὅπλων ἐπέμπετο πολλαῖς ἁμάξαις, αὐτά τε μαρμαίροντα χαλκῷ νεοσμήκτῳ καὶ σιδήρῳ, τήν τε θέσιν ἐκ τέχνης καὶ συναρμογῆς ὡς ἂν μάλιστα συμπεφορημένοις χύδην καὶ αὐτομάτως ἐοίκοι2 πεποιημένα, κράνη πρὸς ἀσπίσι καὶ θώρακες ἐπὶ κνημῖσι, καὶ Κρητικαὶ πέλται καὶ Θρᾴκια γέρρα καὶ φαρέτραι μετὰ ἱππικῶν ἀναμεμιγμέναι χαλινῶν, καὶ ξίφη γυμνὰ διὰ τούτων παρανίσχοντα καὶ σάρισαι παραπεπηγυῖαι, σύμμετρον ἐχόντων χάλασμα τῶν ὅπλων,3 ὥστε τήν πρὸς ἄλληλα κροῦσιν ἐν τῷ διαφέρεσθαι τραχὺ καὶ φοβερὸν ὑπηχεῖν, καὶ μηδὲ νενικημένων ἄφοβον εἶναι τήν ὄψιν.
翌日には、マケドニアの最も美しく高価な武器が多くの荷車によって運ばれたが、それら自体が磨きたての青銅と鉄で輝いていただけでなく、あたかも偶然に乱雑に積み上げられたかのように最もよく見えるよう、巧妙な計算と組み合わせによって配置されていた。すなわち、盾に兜が重ねられ、脛当ての上に胸当てが置かれ、クレタの小盾やトラキアの編み盾、矢筒が馬の轡と混ぜ合わされ、それらの間から抜き身の剣が突き出し、長槍が横に立てかけられていた。武器にはほどよい遊びが持たされていたため、運ばれるにつれて互いに打ち合わさる音が荒々しく恐ろしげに響き、敗北した者たちのものであるとはいえ、その光景は恐れを抱かせずにはおかないものであった。
μετὰ δὲ τὰς ὁπλοφόρους ἁμάξας ἄνδρες ἐπεπορεύοντο τρισχίλιοι νόμισμα φέροντες ἀργυροῦν ἐν ἀγγείοις ἑπτακοσίοις πεντήκοντα τριταλάντοις, ὧν ἕκαστον ἀνὰ τέσσαρες ἐκόμιζον·
武器を載せた荷車の後には三千人の男たちが行進し、それぞれ四人一組で運ぶ七百五十個の三タラントン入りの容器に銀貨を入れて運んでいた。
ἄλλοι δὲ κρατῆρας ἀργυροῦς4 καὶ κέρατα καὶ φιάλας καὶ κύλικας, εὖ διακεκοσμημένα πρὸς θέαν ἕκαστα καὶ περιττὰ τῷ μεγέθει καὶ τῇ παχύτητι τῆς τορείας.
また別の者たちは銀の混酒器や角杯、平杯、杯を運んでいたが、どれも見栄えよく配置され、その大きさと浮彫細工の厚みにおいて際立っていた。
- 32.2ὁ μὲν δῆμος ἔν τε τοῖς ἱππικοῖς θεάτροις ... ἰκρία πηξάμενοι, καὶ ... καταλαβόντες ... ἐθεῶντο καθαραῖς ἐσθῆσι κεκοσμημένοι
集合名詞である単数主語 ὁ δῆμος に対し、分詞 πηξάμενοι, καταλαβόντες, κεκοσμημένοι が男性複数で、動詞 ἐθεῶντο が複数で一致している。文法的な単数ではなく意味上の指示対象(民衆を構成する個々の市民たち)に一致させる意味的一致(constructio ad sensum / schema per synesin)の典型例。
- 32.5ὡς ἂν μάλιστα συμπεφορημένοις χύδην καὶ αὐτομάτως ἐοίκοι
ὡς ἄν に希求法(ἐοίκοι)が後続して比較の仮定節(「あたかも……であるかのように最もよく見えるように」)を導いている。与格分詞 συμπεφορημένοις は ἐοίκοι の補足語(「積み上げられたものに似る」)であり、先行する武器(τὰ ὅπλα)のあり方を述べている。
- 32.7σύμμετρον ἐχόντων χάλασμα τῶν ὅπλων
名詞 τῶν ὅπλων と分詞 ἐχόντων による独立属格構文。先行する各武器の列挙を受けた上で文末に挿入され、武器同士に適度な緩み(χάλασμα)が持たされていた状況を付帯状況として説明している。
- 32.9ἄλλοι δὲ κρατῆρας ἀργυροῦς
対格目的語 κρατῆρας ἀργυροῦς に対して主動詞が省略されている。直前の文の動詞(ἐκόμιζον または φέροντες ἐπεπορεύοντο)が文脈から補われて「また別の者たちは銀の混酒器などを運んでいた」と理解される。
