← プルタルコス

アエミリウス・パウルス伝

§30.1-30.8

アエミリウスの帰還とガルバによる凱旋式の妨害

アイミリウスは豪華に装飾された軍船でテヴェレ川を凱旋したが、分け前に不満を抱く兵士たちは反発した。これを利用して政敵セルウィウス・ガルバが凱旋式挙行の阻止を企て、民会で議事妨害を行った後、兵士たちを扇動してカピトリウムを占拠させた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§30.1

Αἰμίλιος μὲν οὖν τοῦτο πράξας μάλιστα παρὰ τὴν αὑτοῦ φύσιν ἐπιεικῆ καὶ χρηστὴν οὖσαν εἰς Ὠρικὸν κατέβη·

このようにアイミリウスは、自らの寛容で善良な生まれつきの性質とはまったく相容れないこの行為を成し遂げると、オーリコスへと下った。

§30.2

κἀκεῖθεν εἰς Ἰταλίαν μετὰ τῶν δυνάμεων περαιωθείς ἀνέπλει τὸν Θύβριν ποταμὸν ἐπὶ τῆς βασιλικῆς ἑκκαιδεκήρους κατεσκευασμένης εἰς κόσμον ὅπλοις αἰχμαλώτοις καὶ φοινικίσι καὶ πορφύραις, ὡς καὶ πανηγυρίζειν ἔξωθεν1 καθάπερ εἰς τινὰ θριαμβικῆς θέαν πομπῆς καὶ προαπολαύειν τοὺς Ῥωμαίους, τῷ ῥοθίῳ σχέδην ὑπάγοντι τὴν ναῦν ἀντιπαρεξάγοντας.

そしてそこから軍勢とともにイタリアへ渡り、捕獲された武具や真紅と紫の織物で華美に飾られた、王の十六段櫂船に乗ってテヴェレ川を遡った。そのためローマの人々は、まるで凱旋式の見物であるかのように市外で祝祭を開いてあらかじめ楽しみ、船をゆっくりと進める櫂の動きに合わせて岸辺を並走するほどであった。

§30.4

οἱ δὲ στρατιῶται τοῖς βασιλικοῖς χρήμασιν ἐποφθαλμίσαντες, ὡς οὐχ ὅσων ἠξίουν ἔτυχον,2 ὠργίζοντο μὲν ἀδήλως διὰ τοῦτο καὶ χαλεπῶς εἶχον πρὸς τὸν Αἰμίλιον, αἰτιώμενοι δὲ φανερῶς ὅτι βαρὺς γένοιτο καὶ δεσποτικὸς αὐτοῖς ἄρχων, οὐ πάνυ προθύμως ἐπὶ τὴν ὑπὲρ τοῦ θριάμβου σπουδὴν ἀπήντησαν.

一方、兵士たちは王家の財宝を虎視眈々と狙っていたにもかかわらず、期待していたほどのものを得られなかったため、このことで密かに怒り、アイミリウスに対して悪感情を抱いていた。そして表立っては彼が厳格で専横な指揮官であったと非難し、凱旋式のための尽力に対してまったく熱意を示さなかった。

§30.5

αἰσθόμενος δὲ τοῦτο Σέρβιος Γάλβας, ἐχθρὸς Αἰμιλίου, γεγονὼς δὲ τῶν ὑπʼ αὐτὸν χιλιάρχων,3 ἐθάρρησεν ἀναφανδὸν εἰπεῖν ὡς οὐ δοτέον εἴη τὸν θρίαμβον.

これに気づいたセルウィウス・ガルバは、アイミリウスの政敵であり、かつて彼の配下のトリブヌス・ミリトゥムであったが、凱旋式を認めるべきではないと公然と言い放つ挙に出た。

§30.6

ἐνεὶς δὲ πολλὰς τῷ στρατιωτικῷ πλήθει διαβολὰς κατὰ τοῦ στρατηγοῦ καὶ τὴν οὖσαν ὀργὴν ἔτι μᾶλλον ἐξερεθίσας ᾐτεῖτο παρὰ τῶν δημάρχων ἄλλην ἡμέραν ἐκείνην γὰρ οὐκ ἐξαρκεῖν4 τῇ κατηγορίᾳ, τέσσαρας ἔτι λοιπὰς ὥρας ἔχουσαν.

彼は兵士の大群衆に将軍に対する多くの讒言を吹き込み、すでにあった怒りをいっそう煽り立てたうえで、護民官たちに別の期日を要求した。というのも、残る時間はわずか四時間にすぎず、その日の時間では告発に不十分であるからというのであった。

§30.7

τῶν δὲ δημάρχων λέγειν αὐτὸν, εἴ τι βούλεται, κελευόντων, ἀρξάμενος μακρῷ καὶ βλασφημίας ἔχοντι παντοδαπὰς χρῆσθαι λόγῳ τὸν χρόνον ἀνήλωσε τῆς ἡμέρας·

しかし護民官たちが彼に、言いたいことがあるなら述べるよう命じたため、彼はあらゆる誹謗中傷を散りばめた長大な演説を始め、その日の残りの時間を使い尽くしてしまった。

§30.8

καὶ γενομένου σκότους οἱ μὲν δήμαρχοι τὴν ἐκκλησίαν ἀφῆκαν, πρὸς δὲ τὸν Γάλβαν οἱ στρατιῶται συνέδραμον θρασύτεροι γεγονότες, καὶ συγκροτήσαντες αὑτοὺς περὶ τὸν ὄρθρον αὖθις καταλαμβάνονται τὸ Καπετώλιον ἐκεῖ γὰρ οἱ δήμαρχοι τὴν ἐκκλησίαν ἔμελλον ἄξειν.

そして暗くなったため護民官たちは民会を散会させたが、いっそう気勢を上げた兵士たちはガルバのもとに集まり、隊伍を整えて夜明け頃にふたたびカピトリウムを占拠した。護民官たちが民会を開く予定の場所がそこだったからである。

構文注4 件
  1. 30.3ὡς καὶ πανηγυρίζειν ἔξωθεν

    ὡς は程度あるいは結果を表す構文(ὥστε に準じる)として不定詞(πανηγυρίζειν, προαπολαύειν)を導いている。意味上の主語は対格の τοὺς Ῥωμαίους であり、後続の分詞 ἀντιπαρεξάγοντας もこれと一致している。

  2. 30.4ὅσων ἠξίουν ἔτυχον

    関係代名詞 ὅσων は先行詞(τούτων)が省略されており、動詞 ἔτυχον の支配格(属格)に牽引(attractio relativi)されて対格 ὅσα から属格 ὅσων へと格変化している。

  3. 30.5γεγονὼς δὲ τῶν ὑπʼ αὐτὸν χιλιάρχων

    τῶν ... χιλιάρχων は述語的・部分格的な属格で、「彼の配下の千人隊長(トリブヌス・ミリトゥム)の一人であった」の意。前置詞句 ὑπʼ αὐτὸν は名詞 χιλιάρχων を限定している。

  4. 30.6ἐκείνην γὰρ οὐκ ἐξαρκεῖν

    接続詞 γάρ を伴う理由従属節の中に、間接話法(oratio obliqua)としての対格不定詞構文(ἐκείνην ... ἐξαρκεῖν)が用いられている。主節の動詞 ᾐτεῖτο に含まれる発言・思考の伝達を引き継いでいる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:30.1-30.8