- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg019.humanitext-grc2:19.1-19.10
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
マケドニア軍のファランクスの恐るべき威容に直面したアイミリウスが兵を鼓舞する一方、ペルセウス王の戦線離脱をめぐってポリュビオスの臆病説とポセイドニオスの負傷弁護説が対比される。
γιγνομένης δὲ τῆς ἐφόδου παρῆν ὁ Αἰμίλιος, καὶ κατελάμβανεν ἤδη τοὺς ἐν τοῖς ἀγήμασι Μακεδόνας ἄκρας τάς σαρίσας προσερηρεικότας τοῖς θυρεοῖς τῶν Ῥωμαίων καὶ μὴ προσιεμένους εἰς ἐφικτὸν αὐτῶν τάς μαχαίρας.
攻撃が開始されたときアイミリウスは居合わせており、親衛隊のマケドニア兵たちがすでにサリッサの先端をローマ兵の楯に突き立てており、ローマ兵たちの剣を届く間合いに寄せつけないのを目撃していた。
ἐπεὶ δὲ καὶ τῶν ἄλλων Μακεδόνων τάς τε πέλτας ἐξ ὤμου περισπασάντων καὶ ταῖς σαρίσαις ἀφʼ ἑνὸς συνθήματος κλιθείσαις ὑποστάντων τοὺς θυρεοφόρους εἶδε1 τήν τε ῥώμην τοῦ συνασπισμοῦ καὶ τήν τραχύτητα τῆς προβολῆς, ἔκπληξις αὐτὸν ἔσχε καὶ δέος, ὡς οὐδὲν ἰδόντα πώποτε θέαμα φοβερώτερον·2 καὶ πολλάκις ὕστερον ἐμέμνητο τοῦ πάθους ἐκείνου καὶ τῆς ὄψεως.
また他のマケドニア兵たちも、肩から小盾を回し掛け、一つの合図で傾けられたサリッサをもって楯を持つローマ兵たちを迎え撃つなか、密集した楯の威力と突き出された槍の荒々しさを目の当たりにして、アイミリウスは驚愕と恐怖に襲われた。これまでこれほど恐ろしい光景を見たことがないかのような思いであった。そして後々もしばしば、その時の強い衝撃と光景を思い起こすのであった。
τότε δὲ πρὸς τοὺς μαχομένους ἐπιδεικνύμενος ἵλεω καὶ φαιδρὸν ἑαυτόν ἄνευ κράνους καὶ θώρακος ἵππῳ παρήλαυνεν.
しかしその時、彼は戦う兵士たちに対して穏やかで晴れやかな表情を見せ、兜も鎧もつけずに馬で駆け巡った。
ὁ δὲ τῶν Μακεδόνων βασιλεύς, ὥς φησι Πολύβιος, τῆς μάχης ἀρχὴν λαμβανούσης ἀποδειλιάσας εἰς πόλιν ἀφιππάσατο, σκηψάμενος Ἡρακλεῖ θύειν, δειλὰ παρὰ δειλῶν ἱερὰ μὴ δεχομένῳ μηδʼ εὐχὰς ἀθεμίτους ἐπιτελοῦντι.
一方、マケドニア王は、ポリュビオスが語るには、戦闘が始まった際に臆病風に吹かれて町へと馬で走り去り、ヘラクレスに生贄を捧げるという口実を設けた。しかしヘラクレスは臆病者からの卑怯な生贄を受け取らず、不義の祈りを叶えたりもしない。
θεμιτὸν γὰρ οὐκ ἔστιν οὔτε τόν μὴ βάλλοντα κατευστοχεῖν οὔτε τόν μὴ μένοντα κρατεῖν οὔθʼ ὅλως τόν ἄπρακτον εὐπραγεῖν οὔτε τόν κακὸν εὐδαιμονεῖν.
というのも、投げない者が命中させることも、踏みとどまらない者が勝つことも、およそ何もしない者が首尾よく事を運ぶことも、あるいは悪人が幸福になることも正道ではないからである。
ἀλλὰ ταῖς Αἰμιλίου παρῆν εὐχαῖς ὁ θεός· εὔχετο γὰρ κράτος πολέμου καὶ νίκην δόρυ κρατῶν, καὶ μαχόμενος παρεκάλει σύμμαχον τόν θεόν.
だが神はアイミリウスの祈りに応えた。彼は槍を手に握りしめながら戦いの力と勝利を祈り、戦いながら神を味方として呼び求めていたからである。
οὐ μὴν ἀλλὰ Ποσειδώνιός τις ἐν ἐκείνοις τοῖς χρόνοις καὶ ταῖς πράξεσι γεγονέναι λέγων, ἱστορίαν δὲ γεγραφὼς περὶ Περσέως ἐν πλείοσι βιβλίοις, φησὶν αὐτὸν οὐχ ὑπὸ δειλίας οὐδὲ τήν θυσίαν ποιησάμενον αἰτίαν ἀπελθεῖν, ἀλλὰ τῇ προτέρᾳ τῆς μάχης τυχεῖν λελακτισμένον ὑφʼ ἵππου τὸ σκέλος·3
しかしながら、当時の時代と出来事に立ち会っていたと自称し、ペルセウスに関する歴史を数巻にわたって著したあるポセイドニオスは、彼が臆病から立ち去ったのでも、生贄を口実にしたのでもなく、戦闘の前日にたまたま馬に脚を蹴られていたのだと述べている。
ἐν δὲ τῇ μάχῃ, καίπερ ἔχοντα δυσχρήστως καὶ κωλυόμενον ὑπὸ τῶν φίλων, ἵππον αὑτῷ κελεῦσαι τῶν φορέων προσαγαγεῖν καὶ περιβάντα συμμῖξαι τοῖς ἐπὶ τῆς φάλαγγος ἀθωράκιστον·
そして戦闘において、足が不自由であり友人たちに制止されたにもかかわらず、彼は自分のところへ駄馬を連れてくるよう命じ、それにまたがって鎧もつけずにファランクスの兵たちの中に合流したという。
φερομένων δὲ παντοδαπῶν ἑκατέρωθεν βελῶν, παλτὸν ἐμπεσεῖν ὁλοσίδηρον αὐτῷ, καὶ τῇ μὲν ἀκμῇ μὴ θιγεῖν, ἀλλὰ πλάγιον παρὰ τήν ἀριστερὰν πλευρὰν παραδραμεῖν, ῥύμῃ δὲ τῆς παρόδου τόν τε χιτῶνα διακόψαι καὶ τήν σάρκα φοινίξαι τυφλῷ μώλωπι, πολὺν χρόνον διαφυλάξαντι τόν τύπον.
両陣営からありとあらゆる矢弾が飛び交うなか、総鉄製の投槍が彼に命中したが、その先端で刺さりこそしなかったものの、左の脇腹に沿って横向きに掠め飛び、その通過の勢いでトゥニカを引き裂き、肉を打撲で赤く腫れ上がらせ、その痕は長いあいだ残ったという。
ταῦτα μὲν οὖν ὁ Ποσειδώνιος ὑπὲρ τοῦ Περσέως ἀπολογεῖται.
これらが、まさにポセイドニオスがペルセウスを擁護して述べている事柄である。
- 19.2ἐπεὶ δὲ καὶ τῶν ἄλλων Μακεδόνων τάς τε πέλτας ἐξ ὤμου περισπασάντων καὶ ταῖς σαρίσαις ἀφʼ ἑνὸς συνθήματος κλιθείσαις ὑποστάντων τοὺς θυρεοφόρους εἶδε
従属節 ἐπεὶ ... εἶδε の中に、絶対属格句 τῶν ἄλλων Μακεδόνων ... περισπασάντων καὶ ... ὑποστάντων が挿入されている。動詞 εἶδε の目的語は直後の τήν τε ῥώμην ... καὶ τήν τραχύτητα である。属格分詞句が従属節の動詞 εἶδε より前に置かれ、接続詞 ἐπεί と動詞 εἶδε が離隔している構造。
- 19.2ὡς οὐδὲν ἰδόντα πώποτε θέαμα φοβερώτερον
接続詞 ὡς に導かれた対格分詞 ἰδόντα は、主節の目的語である代名詞 αὐτόν に一致している。客観的理由ではなく、「これまでこれほど恐ろしい光景を見たことがないかのように/という思いから」という主観的心理状態を表す。
- 19.7τυχεῖν λελακτισμένον ὑφʼ ἵππου τὸ σκέλος
間接話法における τυγχάνω + 完了受動分詞の構文(τυχεῖν λελακτισμένον)で、「たまたま〜されていた」を表す。さらに τὸ σκέλος は観点の対格(関係の対格)であり、「脚を(蹴られた)」という意味で受動分詞の適用範囲を限定している。
