← プルタルコス

ティモレオン伝

§5.1-5.4

兄殺害への非難とティモレオンの隠遁

ティモファネス殺害は良識ある市民に称賛されたが、僭主の支持者や母から激しい非難と拒絶を受けたティモレオンは、絶望して自殺を図ったのち政界を退き隠遁した。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.1

τῆς δὲ πράξεως διαβοηθείσης οἱ μὲν κράτιστοι τῶν Κορινθίων ἐπῄνουν τὴν μισοπονηρίαν καὶ μεγαλοψυχίαν τοῦ Τιμολέοντος, ὅτι χρηστὸς ὢν καὶ φιλοίκειος ὅμως τὴν πατρίδα τῆς οἰκίας καὶ τὸ καλὸν καὶ δίκαιον προετίμησε τοῦ συμφέροντος, ἀριστεύοντα μὲν ὑπὲρ τῆς πατρίδος διασώσας τὸν ἀδελφόν, ἐπιβουλεύσαντα δὲ αὐτῇ καὶ καταδουλωσάμενον ἀποκτείνας.

この行為が広く知れ渡ると、コリントス人のうち最善の者たちはティモレオンの悪を憎む心と高潔さを称賛した。彼が情深く家族思いでありながらも、家族よりも祖国を、利己的な打算よりも高貴さと正義を尊び、祖国のために武勲を立てているときには兄を救い出し、祖国に対して陰謀を企て隷属させたときにはこれを討ち取ったからである。

§5.2

οἱ δὲ μὴ δυνάμενοι ζῆν ἐν τῇ δημοκρατίᾳ καὶ πρὸς τοὺς δυνάστας ἀποβλέπειν εἰωθότες τῷ μὲν θανάτῳ τοῦ τυράννου προσεποιοῦντο χαίρειν, τὸν δὲ Τιμολέοντα λοιδοροῦντες ὡς ἀσεβὲς ἐξειργασμένον καὶ μυσῶδες ἔργον εἰς ἀθυμίαν περιέστησαν.

しかし、民主政のもとで生きることができず、権力者たちを仰ぎ見ることに慣れきっていた者たちは、僭主の死を喜ぶふりをしながらも、ティモレオンが不信心で忌まわしい所業を犯したと非難し、彼を深い失意へと追い込んだ。

§5.3

ἐπεὶ δὲ καὶ τὴν μητέρα δυσφορεῖν πυθόμενος καὶ φωνάς τε δεινὰς καὶ κατάρας ἐπʼ αὐτὸν ἀρᾶσθαι φρικώδεις ἐβάδιζε παραμυθησόμενος, ἡ δὲ προσιδεῖν οὐχ ὑπέμεινε τὴν ὄψιν, ἀλλὰ τὴν οἰκίαν ἀπέκλεισε, τότε δὴ1 παντάπασι περίλυπος γενόμενος καὶ συνταραχθεὶς τὴν διάνοιαν ὥρμησε μὲν ὡς διαφθερῶν ἑαυτὸν ἀπέχεσθαι τροφῆς,2 τῶν δὲ φίλων οὐ περιϊδόντων, ἀλλὰ πᾶσαν δέησιν καὶ πᾶσαν ἀνάγκην προσενεγκαμένων ἔγνω ζῆν καθʼ ἑαυτὸν, ἐκ μέσου γενόμενος·3 καὶ πολιτείαν μὲν ἅπασαν ἀφῆκε, τοὺς δὲ πρώτους χρόνους οὐδὲ κατιὼν εἰς πόλιν, ἀλλʼ ἀδημονῶν καὶ πλανώμενος ἐν τοῖς ἐρημοτάτοις τῶν ἀγρῶν διέτριβεν.

さらに、母も激しく憤り、彼に対して恐ろしい叫びと戦慄すべき呪いを浴びせていると知ったティモレオンが、彼女を慰めようと赴いたものの、母は彼の顔を見ることにも耐えず家の扉を閉ざしてしまった。その時、彼は完全に悲しみに打ちひしがれ、心をかき乱されて、命を絶とうと絶食を始めた。しかし友人たちが見過ごすことなく、あらゆる懇願とあらゆる無理強いを尽くしたため、彼は表舞台から身を引いて独りで生きることを決意した。そしてあらゆる公的生活を放棄し、初めのうちは町へ下りてくることすらなく、深く苦悶しながら最も人里離れた田野をさまよって時を過ごした。

構文注3 件
  1. 5.3ἐπεὶ δὲ καὶ τὴν μητέρα δυσφορεῖν πυθόμενος... ἡ δὲ προσιδεῖν οὐχ ὑπέμεινε τὴν ὄψιν, ἀλλὰ τὴν οἰκίαν ἀπέκλεισε, τότε δὴ

    構文の骨格は ἐπεὶ 節内の動詞 ἐβάδιζε(〜しようと赴いた)から、対比の接続詞 ἡ δέ によって母の行動へと展開し、主節の τότε δή(その時まさに)へ至る構造。ἐπεὶ 節の主語(ティモレオン)が途中で ἡ δέ(母)に切り替わる破格構文(アナコルートン)の様相を呈しているが、全体の意味の流れは「母を慰めようと向かったが、母が拒絶したため、その時まさに絶望した」という因果関係を一貫して保っている。

  2. 5.3ὥρμησε μὲν ὡς διαφθερῶν ἑαυτὸν ἀπέχεσθαι τροφῆς

    ὥρμησε(踏み切った、思い立った)に不定詞 ἀπέχεσθαι(断つこと)が直接かかり、その間に ὡς + 未来分詞 διαφθερῶν(自らを滅ぼそうとして/死ぬ目的で)が意図・目的を表す副詞句として挿入されている。

  3. 5.4ἐκ μέσου γενόμενος

    「公の場(公的生活、表舞台)から退いて」「身を引いて」を意味する古典期の慣用句。続く政治的活動の放棄(πολιτείαν μὲν ἅπασαν ἀφῆκε)と対をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:5.1-5.4