- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:23.1-23.8
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
コリントス人はシラクサ支配を望まず全ギリシアに入植者を募り、集まった一万人余りをシラクサへ送り出し、合流した六万人の民衆に土地と家屋が配分・売却されるとともに、困窮ゆえの彫像売却裁判においてゲロンの像のみが戦勝の功により保存された。
τῶν δὲ γραμμάτων τούτων παρὰ τοῦ Τιμολέοντος κομισθέντων, καὶ πρέσβεων ἅμα παρόντων Συρακουσίων καὶ δεομένων ἐπιμεληθῆναι τῆς πόλεως καὶ γενέσθαι πάλιν ἐξ ὑπαρχῆς οἰκιστάς, οὐχ ἥρπασαν οἱ Κορίνθιοι τὴν πλεονεξίαν, οὐδὲ προσεποίησαν αὑτοῖς τὴν πόλιν, ἀλλὰ πρῶτον μὲν ἐπιόντες τοὺς ἱεροὺς ἀγῶνας ἐν τῇ Ἑλλάδι καὶ τὰς μεγίστας τῶν πανηγύρεων ἀνηγόρευον ὑπὸ κηρύκων ὅτι Κορίνθιοι καταλελυκότες τὴν ἐν Συρακούσαις τυραννίδα, καὶ τὸν τύραννον ἐξεληλακότες, καλοῦσι Συρακουσίους καὶ τῶν ἄλλων Σικελιωτῶν τὸν βουλόμενον οἰκεῖν τὴν πόλιν ἐλευθέρους καὶ αὐτονόμους, ἐπʼ ἴσοις καὶ δικαίοις τὴν χώραν διαλαχόντας·
ティモレオンからのこの書簡が届けられ、同時にシラクサの使節たちも同席し、都市の世話をしてふたたび最初からの創建者となってくれるよう請願したとき、コリントス人は利己的な支配欲に飛びつくこともなく、その都市を自分たちの属領とすることもなかった。むしろまず、ギリシア各地の聖なる競技祭や最大の祭礼に赴いては、布告使を通じてこう告げ知らせた。すなわち、コリントス人はシラクサにおける僭主政を打倒し、僭主を追放したゆえ、シラクサ人および他のシケリア人のうち望む者を、自由かつ自治の身分として、平等かつ正当な条件で土地を分け合ってその都市に住まうよう招く、と。
ἔπειτα διαπέμποντες ἀγγέλους εἰς τὴν Ἀσίαν καὶ τὰς νήσους, ὅπου πλείστους ἐπυνθάνοντο τῶν φυγάδων διεσπαρμένους κατοικεῖν, παρεκάλουν ἰέναι πάντας εἰς Κόρινθον, ὡς Κορινθίων ἀσφαλῆ πομπὴν καὶ πλοῖα καὶ στρατηγοὺς παρεξόντων ἰδίοις τέλεσιν εἰς Συρακούσας.1
次いで、使者たちをアジアや島々へ送り、そこに亡命者たちの多くが散り散りになって住んでいると耳にしていたため、全員コリントスへ来るよう促した。コリントス人が自らの費用でシラクサへの安全な護送、船、そして指揮官を提供するからである、と。
κηρυσσομένων δὲ τούτων ἡ μὲν πόλις τὸν δικαιότατον καὶ κάλλιστον ἀπελάμβανεν ἔπαινον καὶ ζῆλον, ἐλευθεροῦσα μὲν ἀπὸ τῶν τυράννων, σῴζουσα δʼ ἀπὸ τῶν βαρβάρων, ἀποδιδοῦσα δὲ τοῖς πολίταις τὴν χώραν.
これらが布告されると、都市コリントスは至極正当で最も麗しい称賛と羨望を受け取った。僭主たちから解放し、異民族から救い、市民たちに国土を回復させたからである。
οἱ δὲ συνελθόντες εἰς Κόρινθον οὐκ ὄντες ἱκανοὶ τὸ πλῆθος ἐδεήθησαν ἐκ Κορίνθου καὶ τῆς ἄλλης Ἑλλάδος παραλαβεῖν συνοίκους· καὶ γενόμενοι μυρίων οὐκ ἐλάττους κατέπλευσαν εἰς Συρακούσας.
コリントスに集まった者たちは人数が十分でなかったため、コリントスおよび他のギリシアからも同行入植者を受け入れるよう請願した。そして総勢一万人を下らない数となってシラクサへ航行した。
ἤδη δὲ καὶ τῶν ἐξ Ἰταλίας καὶ Σικελίας πολλοὶ τῷ Τιμολέοντι συνεληλύθεισαν καὶ γενομένοις αὐτοῖς ἑξακισμυρίοις τὸ πλῆθος,2 ὡς Ἄθανις εἴρηκε, τὴν μὲν χώραν διένειμε, τὰς δὲ οἰκίας ἀπέδοτο χιλίων ταλάντων, ἅμα μὲν ὑπολειπόμενος τοῖς ἀρχαίοις Συρακουσίοις ἐξωνεῖσθαι τὰς αὑτῶν, ἅμα δὲ χρημάτων εὐπορίαν τῷ δήμῳ μηχανώμενος οὕτως πενομένῳ καὶ πρὸς τἆλλα καὶ πρὸς τὸν πόλεμον ὥστε καὶ τοὺς ἀνδριάντας ἀποδόσθαι, ψήφου διαφερομένης ὑπὲρ ἑκάστου καὶ γινομένης κατηγορίας, ὥσπερ ἀνθρώπων εὐθύνας διδόντων·
その頃にはすでにイタリアやシケリアからの多くの者もティモレオンのもとに合流しており、アタニスの言によれば彼らが総勢六万人におよんだとき、ティモレオンは土地を分配し、家屋を一千タラントンで売却した。これは、昔からのシラクサ人たちに自分たちの家を買い戻す余地を残すと同時に、他の諸事に対しても戦争に対しても困窮していた民衆のために資金の融通を図るためであった。民衆の窮乏は、彫像までも売却するほどであり、あたかも人間が任期監査を受けるかのように、個々の像に対して告発がなされ、投票が行われた。
ὅτε δή φασι τὸν Γέλωνος ἀνδριάντα τοῦ παλαιοῦ τυράννου διατηρῆσαι τοὺς Συρακουσίους, καταχειροτονουμένων τῶν ἄλλων, ἀγαμένους καὶ τιμῶντας τὸν ἄνδρα τῆς νίκης ἣν πρὸς Ἱμέρᾳ Καρχηδονίους ἐνίκησεν.3
まさにその時、シラクサ人は他の像が投票で有罪と決せられるなか、かつての僭主ゲロンの彫像だけは保持したと伝えられる。ヒメラにおいてカルタゴ人に収めた勝利のゆえに、この男を感嘆し敬意を表したからであった。
- 23.3ὡς Κορινθίων ἀσφαλῆ πομπὴν καὶ πλοῖα καὶ στρατηγοὺς παρεξόντων ἰδίοις τέλεσιν εἰς Συρακούσας
接続詞 ὡς に未来分詞の絶対属格(Κορινθίων ... παρεξόντων)が後続する構文。主動詞 παρεκάλουν に対し、主語(コリントス側)の意志・確約やその勧誘の根拠を提示する「〜という理由で/〜を約束して」という主観的理由または条件提示の機能を持つ。
- 23.6γενομένοις αὐτοῖς ἑξακισμυρίοις τὸ πλῆθος
与格分詞句 γενομένοις αὐτοῖς は、直前の τῷ Τιμολέοντι συνεληλύθεισαν(ティモレオンのもとに合流した)に連動しつつ、主節の主動詞(διένειμε, ἀπέδοτο)に対して「彼らが数にして6万人に達したときに、彼らのために」という時間的・状況的条件および利害関係者を表す与格として機能している。
- 23.8τῆς νίκης ἣν πρὸς Ἱμέρᾳ Καρχηδονίους ἐνίκησεν
τῆς νίκης は感情を表す分詞 ἀγαμένους καὶ τιμῶντας に係る「原因の属格」(〜のゆえに称賛し敬意を払って)。関係節内の ἣν ... ἐνίκησεν では、ἣν(勝利)が動詞 ἐνίκησεν の同族対格、Καρχηδονίους(カルタゴ人)が相手を表す対格であり、二重対格の構文を成している。
