← プルタルコス

ティモレオン伝

§21.1-21.7

ティモレオンによるシュラクサイの無血奪取

ティモレオンはマゴンが逃走したことを知って嘲笑しつつ軍を三分割してシュラクサイを急襲し、敵を撃退して一人の戦死者・負傷者も出さずに都市を掌握した。この驚くべき電撃的勝利の報は瞬く間にギリシア全土へと広まり、本国コリントスを驚嘆させた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§21.1

τῇ δʼ ὑστεραίᾳ παρῆν ὁ Τιμολέων ἐπὶ μάχην συντεταγμένος· ὡς δὲ τὴν φυγὴν ἐπυνθάνοντο καὶ τὴν ἐρημίαν ἑώρων τῶν νεωρίων, γελᾶν αὐτοῖς ἐπῄει1 τὴν ἀνανδρίαν τοῦ Μάγωνος, καὶ περιϊόντες ἐκήρυττον ἐν τῇ πόλει μήνυτρα τῷ φράσαντι τὸν Καρχηδονίων στόλον ὅπῃ σφᾶς ἀποδέδρακεν.2

翌日、ティモレオンは戦闘態勢を整えて現れた。しかし彼らがその逃亡を知り、造船所がもぬけの殻となっているのを見ると、マゴンの不甲斐なさを嘲笑う気になり、町を巡り歩いては、カルタゴの艦隊が自分たちからどこへ逃亡したのかを知らせた者に報奨金を出すと布告して回った。

§21.2

οὐ μὴν ἀλλὰ τοῦ Ἱκέτου φιλομαχοῦντος ἔτι καὶ τὴν λαβὴν οὐ προϊεμένου τῆς πόλεως, ἀλλὰ ἐμπεφυκότος οἷς κατεῖχε μέρεσι καρτεροῖς οὖσι καὶ δυσπροσμάχοις, διελὼν ὁ Τιμολέων τὴν δύναμιν αὐτὸς μὲν ᾗ βιαιότατον ἦν παρὰ τὸ ῥεῖθρον τοῦ Ἀνάπου προσέβαλλεν, ἄλλους δʼ ἐκ τῆς Ἀχραδινῆς ἐκέλευεν ἐπιχειρεῖν, ὧν Ἰσίας ἡγεῖτο ὁ Κορίνθιος, τοὺς δὲ τρίτους ἐπῆγον ἐπὶ τὰς Ἐπιπολὰς Δείναρχος καὶ Δημάρετος, οἱ τὴν ὑστέραν ἀγαγόντες ἐκ Κορίνθου βοήθειαν.

とはいえ、ヒケタスはいまだ戦う意欲を失わず、都市に対する支配の手を緩めず、自ら確保していた強固で攻めにくい各地区にしがみついていたので、ティモレオンは軍を分割し、彼自身は最も困難を極めたアナポス川の河床沿いから攻撃を仕掛けた。また他の者たちにはアクラディネから攻撃するよう命じ、彼らをコリントス人イシアスが率い、第三の部隊は、コリントスから後発の救援隊を率いてきたデイナルコスとデマレトスがエピポライへと導いた。

§21.4

ἅμα δὲ καὶ πανταχόθεν τῆς ἐφόδου γενομένης καὶ τῶν περὶ τὸν Ἱκέτην ἀνατραπέντων καὶ φευγόντων, τὸ μὲν ἁλῶναι τὴν πόλιν κατʼ ἄκρας καὶ γενέσθαι ταχέως ὑποχείριον ἐκπεσόντων τῶν πολεμίων δίκαιον ἀναθεῖναι τῇ τῶν μαχομένων ἀνδραγαθίᾳ καὶ τῇ δεινότητι τοῦ στρατηγοῦ, τὸ δὲ μὴ ἀποθανεῖν3 τινα μηδὲ τρωθῆναι τῶν Κορινθίων ἴδιον ἔργον αὑτῆς ἡ Τιμολέοντος ἐπεδείξατο τύχη, καθάπερ διαμιλλωμένη πρὸς τὴν ἀρετὴν τοῦ ἀνδρός, ἵνα τῶν ἐπαινουμένων αὐτοῦ τὰ μακαριζόμενα μᾶλλον οἱ πυνθανόμενοι θαυμάζωσιν.

攻撃が同時に四方八方から仕掛けられ、ヒケタスの手勢が打ち破られて潰走したため、敵が駆逐されて都市が徹底的に陥落し速やかに支配下に落ちたことは、戦った者たちの勇敢さと将軍の手腕に帰するのが正当である。しかし、コリントス人の中から誰一人として戦死者も負傷者も出さなかったことは、ティモレオンの運が自らの固有の業として示したものであり、あたかもその人の徳と競い合い、その功績を聞く者たちが彼の賞賛される諸点よりも幸運に浴した諸点にいっそう感嘆するようにしたかのようであった。

§21.6

οὐ γὰρ μόνον Σικελίαν πᾶσαν οὐδʼ Ἰταλίαν εὐθὺς ἡ φήμη κατέσχεν, ἀλλʼ ἡμερῶν ὀλίγων ἡ Ἑλλὰς4 διήχει τὸ μέγεθος τοῦ κατορθώματος, ὥστε τὴν τῶν Κορινθίων πόλιν ἀπιστοῦσαν εἰ διαπέπλευκεν ὁ στόλος, ὁμοῦ καὶ σεσῳσμένους καὶ νενικηκότας ἀκούειν τοὺς ἄνδρας.

実際、その風評は直ちにシケリア全土とイタリアを満たしたにとどまらず、数日のうちにギリシアがこの偉業の大きさを響き渡らせ、その結果コリントスの都市は、艦隊が無事に渡海できたか疑っていたところへ、兵士たちが無事であると同時に勝利を収めたという知らせを耳にするほどであった。

§21.7

οὕτως εὐρόησαν αἱ πράξεις, καὶ τοσοῦτο τῷ κάλλει τῶν ἔργων τὸ τάχος ἡ τύχη προσέθηκεν.

このように事態は順調に流れ、運は行為の美しさにこれほどの速さを添えたのであった。

構文注4 件
  1. 21.1γελᾶν αὐτοῖς ἐπῄει

    非人称表現「ἐπέρχεταί τινι + 不定詞」(「〜に…する気が生じる、…したくなる」)。与格 αὐτοῖς を意味上の主語として不定詞 γελᾶν が掛かり、さらにその目的格(対象)として τὴν ἀνανδρίαν が置かれている。

  2. 21.1τὸν Καρχηδονίων στόλον ὅπῃ σφᾶς ἀποδέδρακεν

    先取り構文(prolepsis)。間接疑問節「ὅπῃ ... ἀποδέδρακεν」の主語となるべき「ὁ τῶν Καρχηδονίων στόλος」が、先行する動詞 φράσαντι の目的語の位置に対格 τὸν ... στόλον として引き出されている。

  3. 21.4τὸ μὲν ἁλῶναι ... τὸ δὲ μὴ ἀποθανεῖν

    冠詞付き不定詞句による μέν ... δέ の対比構造。前半の τὸ μὲν ἁλῶναι は述語 δίκαιον [ἐστίν] に対する主語(あるいは ἀναθεῖναι の目的語)として機能し、後半の τὸ δὲ μὴ ἀποθανεῖν は主動詞 ἐπεδείξατο の直接目的語(対格)として機能している。

  4. 21.6ἡ Ἑλλὰς

    ἡ Ἑλλάς(「ギリシア」)は女性単数主格で、動詞 διήχει の主語。時の属格 ἡμερῶν ὀλίγων(「数日のうちに」)および対格 τὸ μέγεθος と結びつき、数日のうちにギリシア全土がその偉業の大きさを響き渡らせたことを示す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:21.1-21.7