← プルタルコス

ティモレオン伝

§18.1-18.7

城塞への補給とネオンによるアクラディナ奪取

ティモレオンがカタナから海路で包囲下の城塞へ糧食を補給したため、マゴンとヒケタスは補給元カタナの攻略に出撃したが、その隙に城塞司令官ネオンがアクラディナを急襲して占領し、遠征軍は慌てて引き返した。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§18.1

οὐ μὴν ἀλλʼ ὁ Τιμολέων παρεβοήθει σῖτον ἐκ Κατάνης μικραῖς ἁλιάσι καὶ λεπτοῖς ἀκατίοις ἀποστέλλων, ἃ μάλιστα χειμῶνι παρεισέπιπτε διὰ τῶν βαρβαρικῶν τριήρων ὑποπορευόμενα, πρὸς τὸν κλύδωνα καὶ τὸν σάλον ἐκείνων διϊσταμένων.1

それにもかかわらず、ティモレオンはカタナから小さな漁船や軽快な小舟で穀物を送り届けて救援していた。それらの舟は、とりわけ荒天のときに、荒波やうねりに対して異民族の三段櫂船同士の間隔が開いた隙を突いて、その間をすり抜けて潜入したのであった。

§18.2

ἃ δὴ συνορῶντες οἱ περὶ τὸν Μάγωνα καὶ τὸν Ἱκέτην ἐβούλοντο τὴν Κατάνην ἑλεῖν, ἐξ ἧς εἰσέπλει τὰ ἐπιτήδεια τοῖς πολιορκουμένοις καὶ λαβόντες τῆς δυνάμεως τὴν μαχιμωτάτην ἐξέπλευσαν ἐκ τῶν Συρακουσῶν.

これを目にしたマゴンとヒケタスの一行は、包囲されている者たちへ必需品が船で運び込まれてくるカタナを奪取しようと考え、全軍の中から最も精鋭の部隊を率いてシュラクサイから出航した。

§18.3

ὁ δὲ Κορίνθιος Νέων οὗτος γὰρ ἦν ἄρχων τῶν πολιορκουμένων κατιδὼν ἀπὸ τῆς ἄκρας τοὺς ὑπολελειμμένους τῶν πολεμίων ἀργῶς καὶ ἀμελῶς φυλάττοντας ἐξαίφνης ἐπέπεσε διεσπαρμένοις αὐτοῖς·

すると、包囲されている者たちの指揮官であったコリントス人ネオンは、敵の残兵が怠慢かつ無警戒に守備についているのを城塞の上から見下ろし、散開していた彼らに突然襲いかかった。

§18.4

καὶ τοὺς μὲν ἀνελών, τοὺς δὲ τρεψάμενος, ἐκράτησε καὶ κατέσχε τὴν λεγομένην Ἀχραδινήν, ὃ κράτιστον ἐδόκει καὶ ἀθραυστότατον ὑπάρχειν τῆς Συρακουσίων μέρος πόλεως,2 τρόπον τινὰ συγκειμένης καὶ συνηρμοσμένης ἐκ πλειόνων πόλεων.

そして、ある者を討ち倒し、ある者を敗走させて、いわゆるアクラディナを制圧・占領した。この地域は、ある意味で複数の都市が組み合わさって構成されていたシュラクサイ市街の中でも、最も強固で最も破られがたい部分であると見なされていた。

§18.5

εὐπορήσας δὲ καὶ σίτου καὶ χρημάτων οὐκ ἀφῆκε τὸν τόπον, οὐδʼ ἀνεχώρησε πάλιν ἐπὶ τὴν ἄκραν, ἀλλὰ φραξάμενος τὸν περίβολον τῆς Ἀχραδινῆς καὶ συνάψας τοῖς ἐρύμασι πρὸς τὴν ἀκρόπολιν διεφύλαττε.

ネオンは穀物と軍資金を豊富に確保すると、その場を手放さず、城塞へ再び退却することもしなかった。それどころか、アクラディナの囲壁を補強し、防壁によって城塞と連結させて守備を固めた。

§18.6

τοὺς δὲ περὶ τὸν Μάγωνα καὶ τὸν Ἱκέτην ἐγγὺς ἤδη τῆς Κατάνης ὄντας ἱππεὺς ἐκ Συρακουσῶν καταλαβὼν ἀπήγγειλε τὴν ἅλωσιν τῆς Ἀχραδινῆς.

一方、すでにカタナの近くに達していたマゴンとヒケタスらには、シュラクサイから追いついた騎兵によってアクラディナ陥落の報がもたらされた。

§18.7

καὶ συνταραχθέντες ἀνεχώρησαν διὰ ταχέων, οὔτε λαβόντες ἐφʼ ἣν ἐξῆλθον οὔτε φυλάξαντες ἣν εἶχον.3

そのため彼らは激しく動転し、奪おうとして出撃した都市も奪えず、保持していた都市も守りきれぬまま、大急ぎで引き返した。

構文注3 件
  1. 18.1πρὸς τὸν κλύδωνα καὶ τὸν σάλον ἐκείνων διϊσταμένων

    独立属格構文。代名詞 ἐκείνων は直前の τῶν βαρβαρικῶν τριήρων(異民族の三段櫂船)を指す。前置詞句 πρὸς τὸν κλύδωνα καὶ τὸν σάλον(荒波とうねりに対して)が現在分詞 διϊσταμένων に係り、「波浪のために三段櫂船の間隔が離れた際に」という状況・条件を説明している。

  2. 18.4ὃ κράτιστον ἐδόκει καὶ ἀθραυστότατον ὑπάρχειν τῆς Συρακουσίων μέρος πόλεως

    関係代名詞 ὃ(中性単数主格)は、直前の先行詞 Ἀχραδινήν(女性単数対格)ではなく、関係節内の述語名詞 μέρος(中性単数主格)に性が同化(牽引)している。また τῆς Συρακουσίων ... πόλεως は部分属格として μέρος に係る。

  3. 18.7οὔτε λαβόντες ἐφʼ ἣν ἐξῆλθον οὔτε φυλάξαντες ἣν εἶχον

    分詞 λαβόντες および φυλάξαντες の目的語となる先行詞(いずれも πόλιν に相当する語句)が関係代名詞節の直前に省略されている。「自分たちが出撃して向かった先(の都市)を奪うこともできず、保持していた(都市)を守ることもできずに」という対称的な構造をなす。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:18.1-18.7