← プルタルコス

ティモレオン伝

§13.1-13.10

諸都市の同盟とディオニュシオス二世の降伏

アドラノンの勝利を契機として諸都市やカタネの僭主マメルコスがティモレオンに合流し、孤立したシュラクサイの僭主ディオニュシオス二世もアクロポリスを明け渡してコリントスへ亡命した。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13.1

ταῦτα δʼ, ὡς ἔοικεν, οὐ τὴν τότε νίκην ἐσήμαινε μόνον, ἀλλὰ καὶ τὰς μετὰ ταῦτα πράξεις, αἷς ἐκεῖνος ὁ ἀγὼν ἀρχὴν εὐτυχῆ παρέσχε.

そしてこれらの前兆は、どうやら当時の勝利のみならず、その戦いが幸先のよい端緒となったその後の諸々の事績をも示していたようである。

§13.2

καὶ γὰρ πόλεις εὐθὺς ἐπιπρεσβευόμεναι προσετίθεντο τῷ Τιμολέοντι, καὶ Μάμερκος ὁ Κατάνης τύραννος, πολεμιστὴς ἀνὴρ καὶ χρήμασιν ἐρρωμένος, ἔδωκεν αὑτὸν εἰς συμμαχίαν.

というのも、諸都市は直ちに使節を派遣してティモレオンに味方し、カタネの僭主で武勇に優れ財力にも恵まれたマメルコスも、自ら進んで同盟に加わったからである。

§13.3

τὸ δὲ μέγιστον, αὐτὸς Διονύσιος ἀπειρηκὼς ἤδη ταῖς ἐλπίσι καὶ μικρὸν ἀπολείπων ἐκπολιορκεῖσθαι1 τοῦ μὲν Ἱκέτου κατεφρόνησεν αἰσχρῶς ἡττημένου, τὸν δὲ Τιμολέοντα θαυμάζων ἔπεμψεν ἐκείνῳ καὶ Κορινθίοις παραδιδοὺς αὑτὸν καὶ τὴν ἀκρόπολιν. δεξάμενος δʼ ὁ Τιμολέων τὴν ἀνέλπιστον εὐτυχίαν, ἀποστέλλει τοὺς περὶ Εὐκλείδην καὶ Τηλέμαχον, ἄνδρας Κορινθίους, εἰς τὴν ἀκρόπολιν, καὶ στρατιώτας τετρακοσίους, οὐχ ὁμοῦ πάντας οὐδὲ φανερῶς, ἀδύνατον γὰρ ἦν ἐφορμούντων πολεμίων,2 ἀλλὰ κρύφα καὶ κατʼ ὀλίγους παρεισπεσόντας.

そして何より重大なことは、自らの希望にもはや絶望し、包囲陥落の一歩手前にあったディオニュシオス自身が、無様に敗れ去ったヒケタスを見限り、ティモレオンに感服して、自身とアクロポリスを彼とコリントス人たちに引き渡すべく使者を送ってきたことであった。ティモレオンはこの思いがけない幸運を受け入れると、コリントス人のエウクレイデスとテレマコスの部隊と四百人の兵士をアクロポリスへ派遣したが、敵が監視警戒していたため全員を一斉にかつ公然と送り込むことは不可能であったゆえ、密かに少数ずつ潜入させた。

§13.5

οἱ μὲν οὖν στρατιῶται παρέλαβον τὴν ἀκρόπολιν καὶ τὰ τυραννεῖα μετὰ τῆς παρασκευῆς καὶ τῶν χρησίμων πρὸς τὸν πόλεμον·

こうして兵士たちは、軍備と戦争に必要な資材とともにアクロポリスと僭主宮殿を接収した。

§13.6

ἵπποι τε γὰρ ἐνῆσαν οὐκ ὀλίγοι καὶ πᾶσα μηχανημάτων ἰδέα καὶ βελῶν πλῆθος, ὅπλων δʼ ἀπέκειντο μυριάδες ἑπτὰ τεθησαυρισμένων ἐκ παλαιοῦ, στρατιῶται δὲ δισχίλιοι τῷ Διονυσίῳ παρῆσαν, οὓς ἐκεῖνος, ὡς τἆλλα, τῷ Τιμολέοντι παρέδωκεν, αὐτὸς δὲ χρήματα λαβὼν καὶ τῶν φίλων οὐ πολλοὺς ἔλαθεν ἐκπλεύσας τὸν Ἱκέτην.3

実際、そこには少なからぬ軍馬、あらゆる種類の攻城兵器、夥しい投射武器が存在し、古くから蓄積されていた七万組の武具が保管されていた。さらにディオニュシオスの側には二千人の兵士がいたが、彼は他の物と同様にこれらをティモレオンに引き渡し、自らは金銭を携え少数の友人たちを連れて、ヒケタスに気づかれずに船で脱出した。

§13.8

καὶ κομισθεὶς εἰς τὸ τοῦ Τιμολέοντος στρατόπεδον, τότε πρῶτον ἰδιώτης καὶ ταπεινὸς ὀφθείς, ἐπὶ μιᾶς νεὼς καὶ χρημάτων ὀλίγων εἰς Κόρινθον ἀπεστάλη, γεννηθεὶς μὲν καὶ τραφεὶς ἐν τυραννίδι τῇ πασῶν ἐπιφανεστάτῃ καὶ μεγίστῃ, κατασχὼν δὲ ταύτην ἔτη δέκα, δώδεκα δʼ ἄλλα μετὰ τὴν Δίωνος στρατείαν ἐν ἀγῶσι καὶ πολέμοις διαφορηθείς, ἃ δʼ ἔπραξε τυραννῶν οἷς ἔπαθεν ὑπερβαλόμενος,4 καὶ γὰρ υἱῶν ἐνηλίκων θανάτους καὶ θυγατέρων καταπορνεύσεις παρθένων ἐπεῖδε, καὶ τὴν αὐτὴν ἀδελφὴν καὶ γυναῖκα ζῶσαν μὲν εἰς τὸ σῶμα ταῖς ἀσελγεστάταις ὑπὸ τῶν πολεμίων ἡδοναῖς παρανομηθεῖσαν, βίᾳ δʼ ἀποθανοῦσαν μετὰ τῶν τέκνων, καταποντισθεῖσαν εἰς τὸ πέλαγος, ταῦτα μὲν οὖν ἐν τοῖς περὶ Δίωνος ἀκριβῶς γέγραπται.

そしてティモレオンの陣営へと送り届けられた後、そこで初めて一私人かつ卑賤な身分として姿を見せ、一艘の船とわずかな金銭とともにコリントスへと送られた。彼はあらゆる僭主政の中でも最も名高く強大な権力のもとに生まれ育ち、これを十年間保持したが、ディオンの遠征後はさらに十二年間にわたり抗争と戦争の中で消耗し、僭主として行った悪行は、彼が被った苦難によって凌駕されるに至った。というのも、彼は成人した息子たちの死や乙女であった娘たちの凌辱を目の当たりにし、さらには妹であると同時に妻でもあった女性が生前その肉体を敵による極めて放蕩な快楽の犠牲とされ、子供たちとともに非業の死を遂げ、海へと沈められたのをも目にしたからである。これらの一件については、『ディオン伝』において正確に記されている。

構文注4 件
  1. 13.3μικρὸν ἀπολείπων ἐκπολιορκεῖσθαι

    分詞 ἀπολείπων が μικρόν(対格中性名詞・副詞的用法の内面対格)を伴い、「〜するまでに僅かな差しか残されていない」、すなわち「今にも〜されそうである」という切迫した状態を表す慣用表現。続く受動態不定詞 ἐκπολιορκεῖσθαι は「包囲されて陥落させられること」を意味する。

  2. 13.4ἀδύνατον γὰρ ἦν ἐφορμούντων πολεμίων

    ἐφορμούντων πολεμίων は独立属格(genitive absolute)として成立している。非人称表現 ἀδύνατον ἦν の理由を説明する従属部であり、「敵が監視・封鎖を行っていたため」の意。

  3. 13.7ἔλαθεν ἐκπλεύσας τὸν Ἱκέτην

    動詞 λανθάνω +分詞(ἐκπλεύσας)+人称対格(τὸν Ἱκέτην)の定型構文。「〜の目を盗んで[気づかれずに]出航した」を意味する。主語自身(ディオニュシオス)の動作が分詞で表され、気づかれなかった対象が対格で置かれている。

  4. 13.9ἃ δʼ ἔπραξε τυραννῶν οἷς ἔπαθεν ὑπερβαλόμενος

    語順の倒置(hyperbaton)を含む構文。骨格は ὑπερβαλόμενος οἷς ἔπαθεν ἃ ἔπραξε τυραννῶν であり、中態分詞 ὑπερβαλόμενος(凌駕した)の目的語が関係代名詞節 ἃ ἔπραξε τυραννῶν(僭主として彼が行った悪行)、手段・比較の基準を表す与格が関係代名詞節 οἷς ἔπαθεν(彼が被った苦難)である。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:13.1-13.10