← プルタルコス

コリオラヌス伝

§5.1-5.4

民衆の債務闘争とマルキウスの強硬論

借財問題から元老院と民衆が対立し、外敵の侵入に対して民衆が兵役を拒否するなか、要職層の間で民衆への譲歩をめぐって意見が分かれ、マルキウスは法を無視する民衆に対する断固たる対処を主張する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§5.1

ἤδη δὲ καί δόξαν αὐτοῦ καί δύναμιν ἀπὸ τῆς ἀρετῆς ἐν τῇ πόλει μεγάλην ἔχοντος, ἡ βουλὴ τοῖς πλουσίοις ἀμύνουσα πρὸς τὸν δῆμον ἐστασίασε πολλὰ καί δεινὰ πάσχειν ὑπὸ τῶν δανειστῶν δοκοῦντα. τοὺς μὲν γὰρ κεκτημένους μέτρια πάντων ἀφῃροῦντο τῶν ὄντων ἐνεχυρασμοῖς καί πράσεσι, τοὺς δὲ παντελῶς ἀπόρους αὐτοὺς ἀπῆγον καί τὰ σώματα καθείργνυσαν αὐτῶν, ὠτειλὰς ἔχοντα τετρωμένων πολλὰς καί πεπονηκότων1 ἐν ταῖς ὑπὲρ τῆς πατρίδος στρατείαις, ὧν τὴν τελευταίαν ἐδέξαντο πρὸς Σαβίνους, τῶν τε πλουσιωτάτων ἐπαγγειλαμένων μετριάσειν καί τῆς βουλῆς τὸν ἄρχοντα Μάρκον Οὐαλλέριον ἐγγυήσασθαι ψηφισαμένης. ἐπεὶ δὲ κἀκείνην ἀγωνισαμένοις τὴν μάχην προθύμως καί κρατήσασι τῶν πολεμίων οὐδὲν ἐγίνετο2 παρὰ τῶν δανειστῶν ἐπιεικές, οὐδʼ ἡ βουλὴ προσεποιεῖτο μεμνῆσθαι τῶν ὡμολογημένων, ἀλλʼ ἀγομένους πάλιν περιεώρα καί ῥυσιαζομένους, θόρυβοι δὲ καί συστάσεις ἦσαν ἐν τῇ πόλει πονηραί, καί τοὺς πολεμίους οὐκ ἔλαθε ταραχωδῶς ἔχων ὁ δῆμος, ἀλλʼ ἐμβαλόντες ἐπυρπόλουν τὴν χώραν, τῶν δʼ ἀρχόντων εἰς τὰ ὅπλα τοὺς ἐν ἡλικίᾳ καλούντων οὐδεὶς ὑπήκουεν, οὕτω διέστησαν αἱ γνῶμαι πάλιν τῶν ἐν τέλει.

そして、彼がすでにその卓越した徳によって市中で大いなる名声と権力を持つにいたっていた頃、元老院は富裕層に加勢して民衆と反目した。民衆は債権者たちから数々の過酷な仕打ちを被っているとみられていたからである。実のところ、債権者たちは、中程度の財産しか持たない者たちからは担保権の行使と公売によって持ち物のすべてを奪い取り、全くの無産者たちに対しては当人たちを引き立ててその身柄を投獄していた。その身体には、祖国のための出征で傷を負い辛酸をなめた者たちの数多くの傷痕が残されていた。その出征のうち最後のものがサビニ人に対するものであり、最も富裕な者たちが過酷さを和らげると約束し、元老院が政務官マルクス・ウァレリウスを保証人とすることを可決したために引き受けられたのであった。しかし、民衆がその戦いにも進んで臨んで敵を制圧したにもかかわらず、債権者たちからは何の公平な配慮もなされず、元老院も合意事項を記憶しているそぶりすら見せず、彼らが再び連行され身柄を差し押さえられるのを見過ごしたため、市中には騒擾と不穏な徒党の結成が起こった。そして民衆が動揺していることは敵の知るところとなり、敵は侵入して領内を焼き払った。政務官たちが兵役年齢にある者たちを武器を取るよう召集したものの、誰一人として応じず、こうして為政者たちの意見は再び分裂した。

§5.4

καί τινες μὲν ᾤοντο δεῖν ὑφίεσθαι τοῖς πένησι καί χαλάσαι τὸ σύντονον ἄγαν καί νόμιμον, ἔνιοι δʼ ἀντέτεινον, ὧν ἦν καὶ Μάρκιος, οὐ τὸ τῶν χρημάτων μέγιστον ἡγούμενος, ἀρχὴν δὲ καί πεῖραν ὕβρεως ὄχλου καὶ θρασύτητος ἐπανισταμένου τοῖς νόμοις, εἰ σωφρονοῦσι, παύειν καί σβεννύειν παρακελευόμενος.3

そして、ある者たちは貧民に譲歩し、法律上の権利の行使があまりに峻厳なのを緩和すべきだと考えたが、一部の者たちは強硬に反対した。その中にはマルキウスもおり、彼は金銭の問題を最重要とはみなさず、法律に対して反抗する群衆の不遜と放埓の端緒であり試みであるものを、もし分別があるならば、断固として阻止し鎮火させるよう促した。

構文注3 件
  1. 5.1ὠτειλὰς ἔχοντα τετρωμένων πολλὰς καί πεπονηκότων

    現在分詞中性対格複数 ἔχοντα は直前の名詞 τὰ σώματα に一致する。一方、完了分詞属格複数 τετρωμένων と πεπονηκότων は、その前にある代名詞 αὐτῶν(彼らの)と意味上同格をなし、分詞句の挿入によって離隔(hyperbaton)している。「傷を負い辛苦をなめた彼ら自身の、数多くの傷痕を持つ肉体」という構図である。

  2. 5.2ἀγωνισαμένοις τὴν μάχην προθύμως καί κρατήσασι τῶν πολεμίων οὐδὲν ἐγίνετο

    与格分詞 ἀγωνισαμένοις および κρατήσασι は、非人称的に用いられた述語 οὐδὲν ἐγίνετο ... ἐπιεικές(寛大な配慮は何も生じなかった/なされなかった)に対する関与の与格(dativus commodi/incommodi)として機能している。この節の主語は中性代名詞 οὐδέν、形容詞 ἐπιεικές が述語的補語をなす。

  3. 5.4ἀρχὴν δὲ καί πεῖραν ὕβρεως ὄχλου καὶ θρασύτητος ἐπανισταμένου τοῖς νόμοις, εἰ σωφρονοῦσι, παύειν καί σβεννύειν παρακελευόμενος

    前半の否定句 οὐ τὸ τῶν χρημάτων μέγιστον ἡγούμενος(金銭の問題を最大とはみなさず)と対比され、ἀρχὴν δὲ καί πεῖραν は παύειν と σβεννύειν の直接目的語となっている。主動詞的役割を果たす παρακελευόμενος は本来与格と不定詞を取るが、ここでは統治層全体を意味上の主語とする不定詞句(παύειν καί σβεννύειν)を従えている。条件節 εἰ σωφρονοῦσι(もし分別の心があるならば)が挿入されて勧告の調子を強めている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:5.1-5.4