- 底本
- Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:35.1-35.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
マルキウスはウォルスキー族の長老たちの前で母ウォルムニアの言葉を聞く。彼女は追放がもたらした苦難と板挟みの祈りの苦痛を語り、母の屍を越えずして祖国を攻めることはできないと覚悟を迫る。
ἐπεὶ δὲ τούτων ἄδην εἶχε καὶ τὴν μητέρα βουλομένην ἤδη λόγων ἄρχειν ᾔσθετο, τοὺς τῶν Οὐολούσκων προβούλους παραστησάμενος ἤκουσε τῆς Οὐολουμνίας τοιαῦτα λεγούσης ὁρᾷς μὲν, ὦ παῖ, κἂν αὐταὶ μὴ λέγωμεν, ἐσθῆτι καὶ μορφῇ τῶν ἀθλίων σωμάτων τεκμαιρόμενος, οἵαν οἰκουρίαν ἡμῖν ἡ σὴ φυγὴ περιεποιήσατο·
しかし、これらを心ゆくまで満喫し、母がすでに言葉を始めようと欲しているのに気づくと、マルキウスはウォルスキー族の重臣たちを傍らに控えさせ、ウォルムニアが次のように語るのに耳を傾けた。 「我が子よ、たとえ私たちが自ら語らずとも、みじめな体の身なりや姿から判断して、そなたの追放が私たちにどのような留守暮らしをもたらしたかは見て取れよう。
λόγισαι δὲ νῦν ὡς ἀτυχέσταται πασῶν ἀφίγμεθα γυναικῶν, αἷς τὸ ἥδιστον θέαμα φοβερώτατον ἡ τύχη πεποίηκεν, ἐμοὶ μὲν υἱόν, ταύτῃ δʼ ἄνδρα τοῖς τῆς πατρίδος τείχεσιν ἰδεῖν ἀντικαθήμενον.1 ὃ δʼ ἔστι τοῖς ἄλλοις ἀτυχίας πάσης καὶ κακοπραγίας παραμύθιον, εὔχεσθαι θεοῖς, ἡμῖν ἀπορώτατον γέγονεν. οὐ γὰρ οἷόν τε καὶ τῇ πατρίδι νίκην ἅμα καὶ σοὶ σωτηρίαν αἰτεῖσθαι παρὰ τῶν θεῶν, ἀλλʼ ἅ τις ἂν ἡμῖν καταράσαιτο τῶν ἐχθρῶν, ταῦτα ταῖς ἡμετέραις ἔνεστιν εὐχαῖς.
そして今や、私たちがすべての女たちのうちで最も不運な者としてここに来ていることを思い巡らすがよい。運命は私たちにとって、最も喜ばしい眺めを最も恐ろしいものに変えてしまったのだから。すなわち、私にとっては息子が、この妻にとっては夫が、祖国の城壁に対峙して陣取っているのを見るという眺めを。また、ほかの人々にとってはあらゆる不運や災厄の慰めとなる神々への祈りさえ、私たちにとっては最も途方に暮れるものとなってしまった。というのも、神々に祖国の勝利とそなたの無事とを同時に求めることはできず、むしろ敵のだれかが私たちに浴びせるであろう呪いそのものが、私たちの祈りの中に含まれているからだ。
ἀνάγκη γὰρ ἢ τῆς πατρίδος ἢ σοῦ στέρεσθαι γυναικὶ σῇ καὶ τέκνοις, ἐγὼ δʼ οὐ περιμενῶ ταύτην μοι διαιτῆσαι τὴν τύχην ζώσῃ τὸν πόλεμον,2 ἀλλʼ εἰ μή σε πείσαιμι φιλίαν καὶ ὁμόνοιαν ἀντὶ διαφορᾶς καὶ κακῶν θέμενον ἀμφοτέρων εὐεργέτην γενέσθαι μᾶλλον ἢ λυμεῶνα τῶν ἑτέρων, οὕτω διανοοῦ καὶ παρασκεύαζε σεαυτὸν ὡς τῇ πατρίδι μὴ προσμῖξαι δυνάμενος πρὶν ἢ νεκρὰν ὑπερβῆναι τὴν τεκοῦσαν.3 οὐ γὰρ ἐκείνην με δεῖ τὴν ἡμέραν ἀναμένειν ἐν ᾗ τὸν υἱὸν ἐπόψομαι θριαμβευόμενον ὑπὸ τῶν πολιτῶν ἢ θριαμβεύοντα κατὰ τῆς πατρίδος.
というのも、そなたの妻と子どもたちにとっては、祖国かそなたかのいずれかを奪われることが不可避であり、私自身も、自分が生きているうちにこの運命が戦争の決着をつけるのを待つつもりはない。そうではなく、もし私がそなたを説得して、不和と災厄の代わりに友情と和睦を結び、一方を破滅させる者となるのではなく双方の恩人となるようにさせられないのであれば、そなたを生んだ母の屍を乗り越えることなしには祖国に迫ることができぬものと覚悟し、そのつもりで身構えるがよい。息子が同胞たちによって凱旋式で引き回されるか、あるいは祖国を踏み躙って凱旋するかのいずれかを目の当たりにするその日を、私が待つ必要などないのだから。
εἰ μὲν οὖν ἀξιῶ σε τὴν πατρίδα σῶσαι Οὐολούσκους ἀπολέσαντα, χαλεπή σοὶ καὶ δυσδιαίτητος, ὦ παῖ, πρόκειται σκέψις· οὔτε γὰρ διαφθεῖραι τοὺς πολίτας καλόν, οὔτε τοὺς πεπιστευκότας προδοῦναι δίκαιον νῦν δʼ ἀπαλλαγὴν κακῶν αἰτούμεθα, σωτήριον μὲν ἀμφοτέροις ὁμοίως, ἔνδοξον δὲ καὶ καλὴν μᾶλλον Οὐολούσκοις, ὅτι τῷ κρατεῖν δόξουσι διδόναι τὰ μέγιστα τῶν ἀγαθῶν, οὐχ ἧττον λαμβάνοντες,4 εἰρήνην καὶ φιλίαν, ὧν μάλιστα μὲν αἴτιος ἔσῃ γινομένων, μὴ γινομένων δὲ μόνος αἰτίαν ἕξεις παρʼ ἀμφοτέροις.
もしそれゆえ、私がそなたにウォルスキー族を滅ぼして祖国を救うように求めているのだとすれば、我が子よ、そなたの前には困難で裁定しがたい思案が横たわっていることになる。市民たちを破滅させることも美しくなく、信を寄せてくれた者たちを裏切ることも正しくないからだ。しかし今、私たちが求めているのは災厄からの脱却であり、それは双方にとって等しく救いとなり、ウォルスキー族にとってはより名誉ある立派なことである。なぜなら彼らは、勝利していることによって、最大の善きもの、すなわち平和と友情を、劣らず受け取りながらも与えるように見えることになるからだ。これらが実現すればそなたが最大の功労者となろうが、実現しなければ双方においてそなた一人だけが責めを負うことになろう。
ἄδηλος δʼ ὢν ὁ πόλεμος τοῦτʼ ἔχει πρόδηλον, ὅτι σοὶ νικῶντι μὲν ἀλάστορι τῆς πατρίδος εἶναι περίεστιν, ἡττώμενος δὲ δόξεις ὑπʼ ὀργῆς εὐεργέταις ἀνδράσι καὶ φίλοις τῶν μεγίστων συμφορῶν αἴτιος γεγονέναι.
戦争は先が見えないものだが、確かなことが一つだけある。すなわち、勝てばそなたには祖国の復讐鬼となることが残され、敗れれば怒りに駆られて恩人であり友である人々に対し最大の災難の原因となったと見なされることになる、ということだ」
- 35.2ἐμοὶ μὲν υἱόν, ταύτῃ δʼ ἄνδρα τοῖς τῆς πατρίδος τείχεσιν ἰδεῖν ἀντικαθήμενον
ἰδεῖν は τὸ ἥδιστον θέαμα に対する同格的・説明的な不定詞。ἐμοὶ と ταύτῃ はそれぞれ「私にとっては(息子を)」「この者(妻)にとっては(夫を)」という利害関係の与格(dativus commodi/incommodi または判断の基準を示す与格)であり、対格 υἱόν および ἄνδρα が分詞 ἀντικαθήμενον の意味上の主語(直接目的語)をなしている。
- 35.3ταύτην μοι διαιτῆσαι τὴν τύχην ζώσῃ τὸν πόλεμον
περιμενῶ の目的語として対格不定詞構文(主語 τὴν τύχην、不定詞 διαιτῆσαι、目的語 τὸν πόλεμον)を形成している。μοι ζώσῃ は与格で「私が生きているうちに」「私の生存中に」という関連・利害関係を表す。
- 35.3ὡς τῇ πατρίδι μὴ προσμῖξαι δυνάμενος πρὶν ἢ νεκρὰν ὑπερβῆναι τὴν τεκοῦσαν
ὡς+分詞(δυνάμενος)は主語の心構え・主観的認識(「〜という覚悟で/〜できないものとして」)を表し、παρασκεύαζε σεαυτόν と呼応する。πρὶν ἤ は不定詞 ὑπερβῆναι を伴い「〜する前に/〜することなしには」を意味する。
- 35.4τῷ κρατεῖν δόξουσι διδόναι τὰ μέγιστα τῶν ἀγαθῶν, οὐχ ἧττον λαμβάνοντες
τῷ κρατεῖν は道具・理由の与格化された不定詞(「優位に立っていることによって」)。δόξουσι の補語として διδόναι が続き、分詞 λαμβάνοντες は譲歩または付帯状況(「劣らぬものを受け取りながら/受け取るとしても」)を表す。
