← プルタルコス

コリオラヌス伝

§30.1-30.5

マルキウスのローマ近郊進軍と過酷な講和条件

ローマの決定に激怒したマルキウスが進軍して近郊に陣を敷くと、市内の恐慌により元老院も民衆の和解路線を認め、旧友たちからなる使節を派遣する。しかし威圧的な態度で迎えたマルキウスは、占領地の返還と市民権の付与という過酷な講和条件を提示し、三十日間の猶予を与えて一時撤退する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§30.1

ὁ δὲ Μάρκιος ἀκούσας ἔτι μᾶλλον ἐξετραχύνθη, καὶ τὴν πολιορκίαν ἀπολιπὼν ἐπὶ τὴν πόλιν ὑπʼ ὀργῆς ἐχώρει, καὶ περὶ τὰς λεγομένας Κλοιλίας τάφρους κατεστρατοπέδευσε τεσσαράκοντα τῆς πόλεως σταδίους ἀφεστώς. ὀφθεὶς δὲ φοβερὸς καὶ πολὺν θόρυβον παρασχών, ὅμως ἐν τῷ παρόντι τὴν στάσιν ἔπαυσεν· οὐδεὶς γὰρ ἔτι τοῖς πολλοῖς ἐτόλμησεν ἀντειπεῖν οὔτʼ ἄρχων οὔτε βουλευτὴς περὶ τοῦ τὸν Μάρκιον κατάγειν, ἀλλʼ ὁρῶντες ἐν τῇ πόλει διαδρομὰς γυναικῶν καὶ πρὸς ἱεροῖς ἱκεσίας καὶ δάκρυα πρεσβυτῶν καὶ δεήσεις, πάντα δʼ ἐνδεᾶ τόλμης καὶ σωτηρίων λογισμῶν, συνέγνωσαν ὀρθῶς τὸν δῆμον ἐπὶ τὰς διαλλαγὰς τοῦ Μαρκίου τραπέσθαι, τὴν δὲ βουλὴν τοῦ παντὸς ἁμαρτάνειν,1 ὅτε παύσασθαι καλῶς εἶχεν ὀργῆς καὶ μνησικακίας, ἀρχομένην. ἔδοξεν οὖν πᾶσι πρέσβεις ἀποστεῖλαι πρὸς τὸν Μάρκιον ἐκείνῳ τε κάθοδον διδόντας εἰς τὴν πατρίδα καὶ τὸν πόλεμον αὐτοῖς λῦσαι δεομένους.

マルキウスはこの知らせを聞いてさらに激昂し、包囲を解いて怒りに任せてローマ市へ向けて進軍し、いわゆるクロエリアの塹壕のあたり、市から四十スタディオン離れた地点に陣を敷いた。彼は恐るべき姿を現して大混乱を引き起こしたものの、さしあたっては内紛を沈静化させた。もはや政務官であれ元老院議員であれ、マルキウスを復帰させることについて大衆に反対しようとする者は一人もいなくなったからである。むしろ、市内を駆け回る女たちの姿や、社頭での嘆願、老人たちの涙と祈り、そしてあらゆるものが気概や救済の分別を欠いているのを目の当たりにして、人々は、民衆がマルキウスとの和解に傾いたのは正しかったのであり、怒りと遺恨を収めるのが然るべき潮時であったときに(かえってそれを)始めた元老院こそが完全に誤っていたのだと認め合った。そこで、マルキウスのもとへ使節を派遣し、彼には祖国への帰還を許し、自分たちに対しては戦争をやめてくれるよう嘆願することが全員一致で決議された。

§30.3

οἱ δὲ πεμφθέντες ἀπὸ βουλῆς ἦσαν μὲν ἐπιτήδειοι τῷ Μαρκίῳ, προσεδέχοντο δὲ πολλὴν περί γε τὰς πρώτας ἀπαντήσεις φιλοφροσύνην παρʼ ἀνδρὸς οἰκείου καὶ συνήθους, ἐγίνετο τοιοῦτον οὐδέν, ἀλλὰ διὰ τοῦ στρατοπέδου τῶν πολεμίων ἀχθέντες ἐνετύγχανον αὐτῷ μετʼ ὄγκου καθεζομένῳ καὶ βαρύτητος οὐκ ἀνεκτῆς.

元老院から派遣された者たちはマルキウスの旧友たちであり、近親で懇意な人物からの最初の出迎えにおいて手厚い歓待を期待していたが、そのようなことは何一つ起こらず、敵の陣営を通って案内された彼らは、傲然たる威厳と耐えがたいほどの峻厳さを湛えて座している彼と対面した。

§30.4

ἔχων δὲ τοὺς πρώτους τῶν Οὐολούσκων περί αὑτόν, ἐκέλευε λέγειν ὧν δεόμενοι τυγχάνουσιν. εἰπόντων δὲ λόγους ἐπιεικεῖς καὶ φιλανθρώπους ἐν ἤθει τῷ πρέποντι καὶ παυσαμένων, ἀπεκρίνατο τὰ μὲν πικρῶς ὑπὲρ αὑτοῦ καὶ πρὸς ὀργὴν ὧν ἔπαθε,2 τὰ δʼ ὑπὲρ τῶν Οὐολούσκων ὡς στρατηγός, ἀποδοῦναι τὰς πόλεις καὶ τὴν χώραν, ὅσην ἀπετέμοντο πολέμῳ, κελεύων, καὶ ψηφίσασθαι Οὐολούσκοις ἰσοπολιτείαν ἥνπερ Λατίνοις·

彼は周囲にウォルスキ人の主だった者たちを控えさせ、彼らが何を求めてここに来たのかを述べるよう命じた。使節たちがふさわしい態度で穏やかかつ情理に満ちた言葉を述べて語り終えると、マルキウスは、一方では自分自身のために自分が被ったことへの怒りを込めて苦々しく答え、他方ではウォルスキ人のために将軍として答え、戦争によって奪い取った都市と領土をことごとく返還し、ウォルスキ人に対してラティウム人と同等の市民権を議決するよう命じた。

§30.5

ἄλλην γὰρ οὐκ εἶναι βέβαιον ἢ τὴν ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις ἀπαλλαγὴν τοῦ πολέμου,3 χρόνον δὲ βουλῆς ἔδωκεν αὐτοῖς ἡμέρας τριάκοντα· καὶ τῶν πρέσβεων ἀπελθόντων εὐθὺς ἀνέζευξεν ἐκ τῆς χώρας.

対等と正義に基づくもの以外には、確固たる戦争の終結はありえないと述べたのである。そして熟慮のための猶予として彼らに三十日を与え、使節たちが立ち去ると直ちにその領土から軍を引き揚げた。

構文注3 件
  1. 30.2τοῦ παντὸς ἁμαρτάνειν

    属格 τοῦ παντός は動詞 ἁμαρτάνειν(的を外す、誤る)の程度を表す副詞的属格(「完全に、全面的に」)。後ろの分詞 ἀρχομένην(主語 τὴν βουλήν に一致)が ὅτε 節と対比され、「(怒りを)やめるべき時に、かえってそれを始めていたことで、完全に誤りを犯している」という構文をなす。

  2. 30.4ὧν ἔπαθε

    関係代名詞の牽引(attraction)。先行詞を含む τούτων ἃ ἔπαθε において、関係代名詞 ἃ が先行詞の属格に引かれて ὧν となっている。πρὸς ὀργὴν ὧν ἔπαθε で「自分が被った被害に対する怒りに向かって/怒りを込めて」の意をなす。

  3. 30.5ἄλλην γὰρ οὐκ εἶναι βέβαιον ἢ τὴν ἐπὶ τοῖς ἴσοις καὶ δικαίοις ἀπαλλαγὴν τοῦ πολέμου

    間接話法における対格不定詞構文。先行する ἀπεκρίνατο(答えた)を受けてマルキウスの主張が不定詞 εἶναι で継続している。主語は ἄλλην... ἀπαλλαγήν(他の解決・終結)であり、述語形容詞 βέβαιον は女性名詞 ἀπαλλαγή を受けつつも中性述語として扱われるか、二性形容詞として解釈される。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:30.1-30.5