- 底本
- Plutarch. Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:27.1-27.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
マルキウスはウォルスキ軍の全権指揮官に任じられ、準備の遅延を避けるため志願兵を率いて直ちにローマ領へ電撃侵攻し、膨大な略奪品を得るとともに、パトリキの所領のみを温存してローマ市内の階層間対立を決定的に激化させた。
ἐπεὶ δὲ κληθεὶς ὁ Μάρκιος καὶ διαλεχθεὶς πρὸς τὸ πλῆθος οὐχ ἧττον ἀπὸ τῶν λόγων ἢ τῶν ὅπλων ἀνὴρ δεινὸς ἐφάνη καὶ πολεμικὸς καὶ τὸ φρονεῖν καὶ τολμᾶν περιττός, ἀποδείκνυται μετὰ Τύλλου στρατηγὸς αὐτοκράτωρ τοῦ πολέμου.
マルキウスは召喚されて民衆に語りかけると、武具におけるのに劣らず言論においても恐るべき男、好戦的で思慮と勇気において卓越した人物と見なされ、テュッルスとともに戦争の全権将軍に任命された。
δεδιὼς δὲ τὸν χρόνον ἐν ᾧ παρασκευάσασθαι τοὺς Οὐολούσκους ἔδει, μὴ πολὺς γενόμενος τὸν καιρὸν ἀφέληται τῆς πράξεως,1 τὰ μὲν ἄλλα τοὺς κατὰ πόλιν δυνατοὺς καὶ ἄρχοντας ἐκέλευε συνάγειν καὶ πορίζειν, αὐτὸς δὲ τοὺς προθυμοτάτους ἄνευ καταλόγου πείσας ἑκόντας αὐτῷ συνεξελθεῖν, ἐνέβαλεν εἰς τὴν τῶν Ῥωμαίων ἄφνω καὶ μηδενὸς προσδοκῶντος.
しかし彼は、ウォルスキ人たちが準備を整えるのに要する時間が長引き、行動の好機を奪ってしまいはしないかと恐れ、その他の物資の収集や調達は都市の有力者や支配者たちに命じ、自身は最も熱意ある者たちを説得して徴募名簿によらず自発的に同行させ、ローマ人の領土へ不意に、誰も予期せぬうちに侵入した。
ὅθεν ηὐπόρησε λείας τοσαύτης ὅσην ἄγοντας καὶ φέροντας καὶ χρωμένους ἐν τῷ στρατοπέδῳ τοὺς Οὐολούσκους ἀπειπεῖν,2 ἦν δὲ μικρότατον ἔργον αὐτῷ τῆς στρατείας ἐκείνης ἡ εὐπορία καὶ τὸ πολλὰ βλάψαι καὶ κακῶσαι τὴν χώραν οὗ δʼ ἕνεκα ταῦτʼ ἔπραττε, μέγα, τὸ τοὺς πατρικίους προσδιαβαλεῖν τῷ δήμῳ.3 τὰ γὰρ ἄλλα πάντα λυμαινόμενος καὶ διαφθείρων, τοὺς ἐκείνων ἀγροὺς ἰσχυρῶς ἐφύλαττε, καὶ οὐκ εἴα κακουργεῖν οὐδὲ λαμβάνειν ἐξ ἐκείνων οὐδέν.
その結果、ウォルスキ人たちが奪い去り、運び出し、陣営で消費するのに音を上げるほど多量の略奪品を得た。しかし、その豊かさや、国土に多大な損害と打撃を与えたことは、彼にとってその遠征における極めて些細な事柄にすぎず、彼がこれらを行った重大な目的は、パトリキたちを民衆に対してさらに中傷し不和を煽ることであった。なぜなら、他のすべてのものを略奪し破壊しながらも、パトリキたちの農地は厳重に保護し、損害を与えたりそこから何かを奪ったりすることを許さなかったからである。
ὅθεν ἐν διαβολαῖς ἔτι μᾶλλον ἐγένοντο καὶ ταραχαῖς πρὸς ἀλλήλους, οἱ μὲν πατρίκιοι τοῖς πολλοῖς ἐγκαλοῦντες ὡς ἄνδρα δυνατὸν ἀδίκως ἐκβαλοῦσιν,4 ὁ δὲ δῆμος ἐκείνους ᾐτιᾶτο διὰ μνησικακίαν ἐπάγειν τὸν Μάρκιον, εἶτα πολεμουμένων ἑτέρων θεατὰς καθῆσθαι, φύλακα τοῦ πλούτου καὶ τῶν χρημάτων ἔξω τὸν πόλεμον αὐτὸν ἔχοντας, ταῦτα διαπραξάμενος ὁ Μάρκιος, καὶ μεγάλα πρὸς τὸ θαρρεῖν καὶ καταφρονεῖν τῶν πολεμίων τοὺς Οὐολούσκους ὠφελήσας, ἀπήγαγεν ἀσφαλῶς.
それゆえにローマ人たちは互いに対して一層の中傷と混乱に陥った。パトリキたちは民衆に対し、有力な人物を不当に追放したと非難し、民衆は民衆で、パトリキたちが怨恨からマルキウスを引き入れたのだ、そして他人が戦禍に遭っているのを傍観者として座視し、戦争そのものを外部において自分たちの富や財産の護衛としている、とパトリキたちを責め立てた。マルキウスはこれらを成し遂げ、ウォルスキ人たちに自信をつけさせ敵を見くびらせるうえで大いに益をもたらしたのち、安全に引き揚げさせた。
- 27.2δεδιὼς δὲ τὸν χρόνον ἐν ᾧ παρασκευάσασθαι τοὺς Οὐολούσκους ἔδει, μὴ πολὺς γενόμενος τὸν καιρὸν ἀφέληται τῆς πράξεως
先取り構文(prolepsis)。主節側の分詞 δεδιώς の直接の目的語のように置かれた τὸν χρόνον は、意味上は後続の否定懸念節(μὴ ... ἀφέληται)の主語にあたる。文構造としては「ウォルスキ人たちが準備せねばならない時間が、長引いて行動の好機を奪うことを恐れて」という意味をなす。
- 27.3ὅσην ἄγοντας καὶ φέροντας καὶ χρωμένους ἐν τῷ στρατοπέδῳ τοὺς Οὐολούσκους ἀπειπεῖν
相関関係代名詞 ὅσος に導かれる結果・程度の不定詞構文(ὥστε に相当)。τοὺς Οὐολούσκους は不定詞 ἀπειπεῖν(疲れ果てる、音を上げる)の意味上の主語であり、これに一致する分詞群 ἄγοντας, φέροντας(家畜を追い、物を運ぶ略奪の慣用表現 ἄγειν καὶ φέρειν 由来), χρωμένους は手段・状況を表す。
- 27.3οὗ δʼ ἕνεκα ταῦτʼ ἔπραττε, μέγα, τὸ τοὺς πατρικίους προσδιαβαλεῖν τῷ δήμῳ
直前の ἦν δὲ μικρότατον ἔργον に対する対比・省略構文。関係節 οὗ δʼ ἕνεκα ταῦτʼ ἔπραττε(彼がこれらを行った目的)は主語の補足・主題提示の役割を果たし、文の骨格は μέγα [ἦν ἔργον], τὸ ... προσδιαβαλεῖν と補える。述語 μέγα に対し、実質的な主語は動名詞句 τὸ ... προσδιαβαλεῖν(パトリキたちを民衆に対して中傷すること)である。
- 27.4ὡς ἄνδρα δυνατὸν ἀδίκως ἐκβαλοῦσιν
ἐκβαλοῦσιν は動詞 ἐκβάλλω のアオリスト能動態分詞・男性与格複数形(ἐκβαλοῦσι(ν))で、先行する間接目的語 τοῖς πολλοῖς に一致している。ὡς + 分詞で「有力な男を不当に追放したとして」という主観的非難の理由・根拠を表す。
