← プルタルコス

コリオラヌス伝

§23.1-23.5

マルキウスの名乗りとテュロスの歓迎

マルキウスは正体を隠して宿敵テュロスの屋敷に忍び込み、名乗りを上げて祖国ローマへの復讐のために身を捧げるか、さもなくば命を絶つよう迫る。テュロスはこれを大いに喜び、彼を温かく迎えて戦争の謀議を開始する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§23.1

ἦν δʼ ἑσπέρα, καὶ πολλοὶ μὲν αὐτῷ προσετύγχανον, ἐγνώριζε δʼ οὐδείς. ἐβάδιζεν οὖν ἐπὶ τὴν οἰκίαν τοῦ Τύλλου, καὶ παρεισελθὼν ἄφνω πρὸς τὴν ἑστίαν ἐκάθισε σιωπῇ, καὶ τὴν κεφαλὴν ἐγκαλυψάμενος ἡσυχίαν ἦγεν. οἱ δὲ κατὰ τὴν οἰκίαν θαυμάσαντες ἀναστῆσαι μὲν οὐκ ἐτόλμησαν ἦν γάρ τι καὶ περὶ αὐτὸν ἀξίωμα καὶ τοῦ σχήματος καὶ τῆς σιωπῆς,1 ἔφρασαν δὲ τῷ Τύλλῳ περὶ δεῖπνον ὄντι τὴν ἀτοπίαν τοῦ πράγματος.

夕刻であり、多くの者が彼に行き会ったが、誰一人として気づかなかった。そこで彼はテュロスの屋敷へと歩みを進め、忍び入って不意に炉端に沈黙のうちに座り、頭を覆って身じろぎもせず控えていた。屋敷の者たちは驚いたものの、立たせる勇気はなかった。というのも、彼の姿形と沈黙そのものにもある種の威厳が漂っていたからである。彼らは食事中であったテュロスに事の異様さを告げた。

§23.2

ὁ δʼ ἐξαναστὰς ἧκε πρὸς αὐτὸν, καὶ ἀνέκρινε τίς ὢν ἀφῖκται καὶ τίνων δεόμενος. οὕτως οὖν ὁ Μάρκιος ἀποκαλυψάμενος καὶ μικρὸν ἀνασχών, εἰ μήπω με γινώσκεις, ὦ Τύλλε, εἶπεν, ἀλλʼ ὁρῶν ἀπιστεῖς, ἀνάγκη με κατήγορον ἐμαυτοῦ γενέσθαι. γάιός εἰμι Μάρκιος, ὁ πλεῖστα σὲ καὶ Οὐολούσκους ἐργασάμενος κακά, καὶ τὴν οὐκ ἐῶσαν ἀρνεῖσθαι ταῦτα περιφέρων προσηγορίαν τὸν Κοριολανόν.

テュロスは席を立って彼のもとへと赴き、何者としてやって来たのか、何を求めているのかと問いただした。そこでマルキウスは頭の覆いを取り、しばし間を置いたのちに言った。 「テュロスよ、もしそなたがまだ私を知らず、見て疑っているというのなら、私自身が自らの告発者とならざるを得ない。私はガイウス・マルキウス、そなたとウォルスキ人たちに最大の災禍をもたらし、それらを否定することを許さぬ称号としてコリオラヌスを帯びている者である。

§23.3

οὐδὲν γὰρ ἄλλο τῶν πολλῶν πόνων καὶ κινδύνων ἐκείνων ἐκτησάμην ἔπαθλον ἢ τὸ παράσημον ὄνομα τῆς πρὸς ὑμᾶς ἔχθρας, καὶ τοῦτό μοι περίεστιν ἀναφαίρετον τὰ δʼ ἄλλα ὁμοῦ πάντα φθόνῳ δήμου καὶ ὕβρει, μαλακίᾳ δὲ καὶ προδοσίᾳ τῶν ἐν τέλει καὶ ἰσοτίμων ἀπεστέρημαι,2 καὶ φυγὰς ἐλήλαμαι, καὶ γέγονα τῆς ἑστίας τῆς σῆς ἱκέτης, οὐχ ὑπὲρ ἀδείας καὶ σωτηρίας τί γὰρ ἔδει με δεῦρο ἥκειν φοβούμενον ἀποθανεῖν;ʼ ἀλλὰ δίκας λαβεῖν χρῄζων, καὶ λαμβάνων ἤδη παρὰ τῶν ἐκβαλλόντων τῷ σὲ ποιεῖν ἐμαυτοῦ κύριον.

というのも、私はかつての多くの労苦と危険から、そなたたちに対する敵意の際立った異名以外のいかなる報酬も得ておらず、私に残された奪い去られぬものといえばこれだけなのだ。ほかのすべてのものは、民衆の嫉妬と傲慢によって、また要職にある対等の者たちの軟弱と裏切りによって、ことごとく奪い去られてしまった。そして追放者として追われ、そなたの炉端の嘆願者となった。しかしそれは無事や救済のためではない――死を恐れる者がなぜここへ来なければならないというのか――。そうではなく、罰を下すことを欲し、そなたを私自身の主人とすることによって、追放した者たちからすでに罰を取り立てているのである。

§23.4

εἰ μὲν οὖν ἐστί σοὶ θυμὸς ἐπιχειρεῖν τοῖς πολεμίοις, ἴθι, ταῖς ἐμαῖς συμφοραῖς, ὦ γενναῖε, χρῆσαι, καὶ κοινὸν εὐτύχημα ποίησον Οὐολούσκων τὴν ἐμὴν ἀτυχίαν, τοσούτῳ βέλτιον ὑπὲρ ὑμῶν πολεμήσοντος ἢ πρὸς ὑμᾶς,3 ὅσῳ πολεμοῦσι βέλτιον οἱ γινώσκοντες τὰ παρὰ τοῖς πολεμίοις τῶν ἀγνοούντων. εἰ δʼ ἀπείρηκας, οὔτʼ ἐγὼ βούλομαι ζῆν οὔτε σοὶ καλῶς ἔχει σῴζειν πάλαι μὲν ἐχθρὸν ἄνδρα καὶ πολέμιον, νῦν δʼ ἀνωφελῆ καὶ ἄχρηστον. ὡς οὖν ταῦτα ὁ Τύλλος ἤκουσεν, ἥσθη τε θαυμαστῶς καὶ τὴν δεξιὰν ἐμβαλών, ἀνίστασο, εἶπεν, ὦ Μάρκιε, καὶ θάρρει. μέγα γὰρ ἡμῖν ἀγαθὸν ἥκεις διδοὺς σεαυτόν, ἔλπιζε δὲ μείζονα παρὰ Οὐολούσκων. καὶ τότε μὲν εἱστία φιλοφρονούμενος τὸν Μάρκιον, ἐν δὲ ταῖς ἐπιούσαις ἡμέραις ἐβουλεύοντο περὶ τοῦ πολέμου καθʼ ἑαυτούς.

それゆえ、もしそなたに敵に挑む気概があるならば、さあ、気高き人よ、私の不運を利用し、私の不運をウォルスキ人全体の幸運となすがよい。敵方の内情を知る者が知らぬ者よりも戦いにおいて勝る分だけ、かつてそなたたちに抗して戦った時よりも、それだけ優れてそなたたちのために〔私は〕戦うであろうからである。しかし、もしそなたが諦めているというなら、私もまた生きることを望まないし、かつては仇敵であり敵対者であったが、今や無益で役立たずとなった男を生かしておくことも、そなたにとって良きことではない」テュロスはこれを聞くと驚嘆するほど喜び、右手を差し伸べて言った。 「立て、マルキウスよ、そして勇気を持て。そなたは自らの身を差し出すことによって、我らにとって大いなる善きものをもたらしてくれたのだ。そしてウォルスキ人たちから、それ以上のものを期待するがよい」そしてその時は歓待してマルキウスを手厚くもてなし、その後の日々には二人だけで戦争についての協議を重ねた。

構文注3 件
  1. 23.1ἦν γάρ τι καὶ περὶ αὐτὸν ἀξίωμα καὶ τοῦ σχήματος καὶ τῆς σιωπῆς

    καὶ τοῦ σχήματος καὶ τῆς σιωπῆς は ἀξίωμα に係り、その威厳を生み出している起源・要因を示す原因の属格(あるいは威厳の内容を限定する属格)。「その姿形からも、またその沈黙からも(生じる)威厳」の意。

  2. 23.3τῶν ἐν τέλει καὶ ἰσοτίμων ἀπεστέρημαι

    属格句 τῶν ἐν τέλει καὶ ἰσοτίμων は直前の名詞 μαλακίᾳ... καὶ προδοσίᾳ に係る主格的・所有の属格(「要職にある者たちおよび同等の者たちの軟弱と裏切り」)。この与格句は先行する φθόνῳ... καὶ ὕβρει とともに手段・原因の与格を成し、動詞 ἀποστερέω(奪う)の受動完了直説法 ἀπεστέρημαι を修飾している。

  3. 23.4τοσούτῳ βέλτιον ὑπὲρ ὑμῶν πολεμήσοντος ἢ πρὸς ὑμᾶς

    未来分詞 πολεμήσοντος は属格単数男性であり、直前の ἐμὴν ἀτυχίαν に含まれる所有形容詞 ἐμήν(= ἐμοῦ)に意味上一致する、代名詞的修飾の属格(構文上の緩やかな一致、または使役構文の目的語に対する分詞の付加)。「かつてそなたたちに抗して戦った時よりも、それだけ優れてそなたたちのために戦うであろう(私)」を表す。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:23.1-23.5