← プルタルコス

コリオラヌス伝

§21.1-21.4

マルキウスの出立とウォルスキ人を頼る復讐の決意

追放宣告にも動じぬ冷静さを示したマルキウスは、母や妻と別れて従者を連れローマを去り、内に秘めた激しい怒りと復讐心から、ウォルスキ人を頼って祖国に戦争を仕掛ける決意を固める。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§21.1

πλὴν αὐτὸς ὁ Μάρκιος, ἀνέκπληκτος καὶ ἀταπείνωτος, καὶ σχήματι καὶ βαδίσματι καὶ προσώπῳ καθεστηκὼς, ἐν πᾶσι τοῖς ἄλλοις ἐφαίνετο πεπονθόσιν ἀσυμπαθὴς ἑαυτῷ μόνος,1 οὐχ ὑπὸ λογισμοῦ καὶ πρᾳότητος, οὐδὲ τῷ φέρειν μετρίως τὸ συμβεβηκός, ἀλλʼ ἐμπαθὴς ὢν ὑπʼ ὀργῆς καὶ βαρυφροσύνης, ὅπερ ἀγνοοῦσιν οἱ πολλοὶ λύπην οὖσαν.2

しかしマルキウス自身は、動じることも気落ちすることもなく、身のこなしにも歩き方にも表情にも平静さを保ち、他のすべての者たちが心を痛めている中で、ただ一人自分自身に対して無同情であるかのように見えた。それは理性や温厚さによるものでもなく、身に起きたことを節度をもって耐えていたからでもなく、怒りと鬱屈した思いによる情動に駆られていたからであった。だが世の多くの人々は、それが実は悲哀であるということを知らない。

§21.2

ὅταν γὰρ εἰς θυμὸν μεταβάλῃ, καθάπερ ἐκπυρωθεῖσα τὸ ταπεινὸν ἀποβάλλει καὶ ἀργόν· ᾗ καὶ δοκεῖ δραστικὸς ὁ θυμούμενος ὡς θερμὸς ὁ πυρέττων, οἷον ἐν σφυγμῷ καὶ διατάσει καὶ ὄγκῳ γενομένης τῆς ψυχῆς, Ἐδήλωσε δὲ τοῖς ἔργοις αὐτίκα μάλα τὴν διάθεσιν ταύτην ὁ Μάρκιος.

悲哀というものは、激怒へと変わると、まるで火で煽られたかのように、卑屈で不活性な性質を脱ぎ捨てるからである。それゆえ、熱病の者が熱を帯びるように、激怒する者は行動的に見え、あたかも魂が脈動と過度の緊張と膨張の中にあるかのようになる。そしてマルキウスは、直ちに自らの行動によってこの心境を露わにした。

§21.3

εἰσελθὼν γὰρ οἴκαδε, καὶ τὴν μητέρα καὶ τὴν γυναῖκα μετὰ κλαυθμοῦ καὶ βοῆς ὀλοφυρομένας ἀσπασάμενος καὶ κελεύσας μετρίως φέρειν τὸ συμβεβηκός, εὐθὺς ἀπιὼν ἐβάδιζεν ἐπὶ τὰς πύλας. ἐκεῖ δὲ τῶν πατρικίων ὁμοῦ πάντων προπεμπόντων αὐτὸν οὔτε τι λαβὼν οὔτε τινὸς δεηθεὶς ἀπηλλάττετο, τρεῖς ἢ τέτταρας πελάτας ἔχων περὶ αὑτόν.

すなわち、家に帰ると、泣き叫び嘆き悲しむ母と妻に別れを告げ、起きたことを平静に受け止めるよう命じて、すぐに立ち去り門へと向かった。そこでは貴族たちが総出で見送ったが、彼は何一つ受け取らず、何一つ求めることもなく、三、四人のクリエンテスを従えて去っていった。

§21.4

ἡμέρας δʼ ὀλίγας ἔν τισιν ἀγροῖς αὐτὸς καθʼ ἑαυτὸν ὑπὸ πολλῶν διενεχθεὶς διαλογισμῶν, οἵους ὁ θυμὸς ὑπέβαλλεν, ὥστʼ οὔτʼ εἰς καλὸν οὔτε συμφέρον οὐδὲν, ἀλλʼ ἢ τὸ Ῥωμαίους μετελθεῖν,3 ἐγίνωσκε πόλεμόν τινα βαρὺν καὶ ὅμορον ἀναστῆσαι ἐπʼ αὐτούς, ὥρμησεν οὖν διαπειρᾶσθαι πρῶτον Οὐολούσκων,4 ἀκμάζοντας μὲν εἰδὼς ἔτι καὶ σώμασι καὶ χρήμασι, ταῖς δὲ γεγενημέναις ἔναγχος ἥτταις οὐ τοσοῦτον ἀπολωλέναι τῆς δυνάμεως ὅσον ἐγγεγονέναι φιλονεικίας αὐτοῖς καὶ ὀργῆς οἰόμενος.

数日の間、彼は人里離れた田野で一人きりで過ごし、激怒が吹き込む多くの思索によって引き裂かれ、その思索は美しきことにも有益なことにも向かわず、ローマ人に復讐することにのみ向けられていたので、ローマ人に対して近隣の過酷な戦争を引き起こすことを決心した。そこで彼は、まずウォルスキ人を試みようと乗り出した。彼らが兵力においても財力においてもいまだ盛んであり、先頃の敗戦によって失われた力よりも、彼らのうちに生じた対抗心と怒りの方が大きいと判断したからである。

構文注4 件
  1. 21.1ἐν πᾶσι τοῖς ἄλλοις ἐφαίνετο πεπονθόσιν ἀσυμπαθὴς ἑαυτῷ μόνος

    ἐν πᾶσι τοῖς ἄλλοις πεπονθόσιν は「他のすべての者たちが心を痛めている/打ちひしがれている中で」を表す状況の与格(完了分詞)。これに対し主節の ἀσυμπαθὴς ἑαυτῷ μόνος(「ただ一人自分自身に対して無同情である」)が置かれ、周囲が彼の境遇を深く悲嘆しているのに対し、当事者である彼自身がまるで自分を憐れんでいないかのように振る舞っている逆説的対比を構成している。

  2. 21.1ὅπερ ἀγνοοῦσιν οἱ πολλοὶ λύπην οὖσαν

    関係代名詞 ὅπερ は前文の ὀργὴ καὶ βαρυφροσύνη または彼が陥っている激昂状態全体を包括的に受ける中性単数対格。知覚・認識を表す動詞 ἀγνοέω(知らずにいる)の目的語となり、分詞 λύπην οὖσαν(「悲哀・苦痛であること」)を述語対格として従えている(間接言明をなす補足分詞構文)。

  3. 21.4ἀλλʼ ἢ τὸ Ῥωμαίους μετελθεῖν

    ἀλλʼ ἤ は否定表現(οὔτʼ ... οὔτε ... οὐδέν)を受けて「〜を除いては」「〜以外には」を表す慣用表現。定冠詞中性単数対格 τό を伴う対格不定詞句 τὸ Ῥωμαίους μετελθεῖν(「ローマ人に復讐すること/処罰を求めること」)が導かれ、彼の思考が復讐以外のいかなる善や利にも向かわなかったことを強調している。

  4. 21.4ὥρμησεν οὖν διαπειρᾶσθαι πρῶτον Οὐολούσκων

    文頭の分詞構文 ὑπὸ πολλῶν διενεχθεὶς διαλογισμῶν(「多くの思索によって引き裂かれ」)から未完了過去動詞 ἐγίνωσκε(「〜を決心した」)へと至った長大な構文の後に、接続詞 οὖν を伴う主動詞 ὥρμησεν(「乗り出した/着手した」)が置かれ、思索・決意から具体的行動への移行が示される。動詞 διαπειρᾶσθαι(試す)は目的語として属格(Οὐολούσκων)をとる。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:21.1-21.4