← プルタルコス

コリオラヌス伝

§13.1-13.4

護民官の反発とマルキウスによるアンティウム遠征

護民官ら民衆扇動家が植民と出征を市民の抹殺策と非難して民衆を扇動したのに対し、マルキウスはこれに抗して植民を強行し、自ら志願兵を率いてアンティウムを襲撃して戦利品を持ち帰ったが、民衆の嫉妬と反感を招いた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13.1

ἐνίσταντο δὲ λοιπὸν οἱ περὶ Σικίννιον καὶ Βροῦτον δημαγωγοί, βοῶντες ἔργον ὠμότατον αὐτοὺς τῷ πρᾳοτάτῳ τῶν ὀνομάτων ἀποικίαν προσαγορεύσαντας ἀνθρώπους πένητας ὥσπερ εἰς βάραθρον ὠθεῖν,1 ἐκπέμποντας εἰς πόλιν ἀέρος τε νοσεροῦ καὶ νεκρῶν ἀτάφων γέμουσαν, ἀλλοτρίῳ δαίμονι καὶ παλαμναίῳ συνοικιζομένους·

しかしその後、シキンニウスやブルトゥスの一派である民衆扇動家たちが反対に立ち上がり、支配者層は最も過酷な行為に「植民」という極めて穏やかな名称を与え、貧しい人々をあたかも深淵に突き落とすように、悪性の気候と埋葬されぬ死骸に満ちた都市へ送り出し、異郷の復讐神と同居させようとしていると大声で叫び立てた。

§13.2

εἶτα ὥσπερ οὐκ ἀρκουμένους τούς μὲν ὑπὸ λιμοῦ διολλύναι τῶν πολιτῶν, τούς δὲ λοιμῷ προσβάλλειν, ἔτι καὶ πόλεμον αὐθαίρετον ἐπάγειν,2 ὅπως μηδὲν κακὸν ἀπῇ τῆς πόλεως, ὅτι δουλεύουσα τοῖς πλουσίοις ἀπεῖπε. τοιούτων ἀναπιμπλάμενος λόγων ὁ δῆμος οὔτε τῷ καταλόγῳ προσῄει τῶν ὑπάτων πρός τε τὴν ἀποικίαν διεβέβλητο.

さらに彼らは、支配者層は市民の一部を飢えによって滅ぼし、他の一部を疫病に曝すだけでは飽き足らず、富裕層に隷属することを拒んだからという理由で、都市にいかなる災いも欠けることがないように、自ら進んで戦争までも引き起こしているのだと騒ぎ立てた。このような言説を吹き込まれた民衆は、執政官たちの徴兵にも応じず、植民に対しても強い反感を抱くようになった。

§13.3

τῆς δὲ βουλῆς διαπορουμένης ὁ Μάρκιος, ἤδη μεστὸς ὢν ὄγκου καὶ μέγας γεγονὼς τῷ φρονήματι καὶ θαυμαζόμενος ὑπὸ τῶν κρατίστων, φανερὸς ἦν μάλιστα τοῖς δημαγωγοῖς ἀνθιστάμενος,3 καὶ τὴν μὲν ἀποικίαν ἀπέστειλαν, ἐπιτιμίοις μεγάλοις τούς λαχόντας ἐξελθεῖν ἀναγκάσαντες· πρός δὲ τὴν στρατείαν παντάπασιν ἀπαγορευόντων,4 αὐτὸς ὁ Μάρκιος τούς τε πελάτας ἀναλαβὼν καὶ τῶν ἄλλων ὅσους ἔπεισε, κατέδραμε τὴν Ἀντιατῶν χώραν.

元老院が途方に暮れるなか、すでに誇りに満ち、気骨を高め、最有力者たちから賞賛されていたマルキウスが、民衆扇動家たちに対抗して公然と先頭に立った。そして元老院側は、くじに当たった者たちに重い罰則を課して出発を強制することで、植民者たちを送り出した。しかし軍事行動に対して民衆が完全に拒絶すると、マルキウス自身が自らのクリエンテスや説得に応じた他の人々を引き連れて、アンティウム人の領土へ侵入した。

§13.4

καὶ πολὺν μὲν σῖτον εὑρών, πολλῇ δὲ λείᾳ θρεμμάτων καὶ ἀνδραπόδων περιτυχών, αὑτῷ μὲν οὐδὲν ἐξείλετο, τούς δὲ στρατευσαμένους πολλὰ μὲν ἄγοντας ἔχων, πολλὰ δὲ φέροντας, ἐπανῆλθεν εἰς τὴν Ῥώμην, ὥστε τούς ἄλλους μεταμελομένους καὶ φθονήσαντας τοῖς εὐπορήσασιν ἄχθεσθαι τῷ Μαρκίῳ καὶ βαρύνεσθαι τὴν δόξαν αὐτοῦ καὶ τὴν δύναμιν, ὡς ἐπὶ τὸν δῆμον αὐξομένην.

そして大量の穀物を見つけ、家畜や奴隷など多くの戦利品を手に入れると、自分自身のためには何も取らず、出征した者たちに多くの獲物を引き連れさせ、運ばせながらローマへと帰還した。その結果、遠征を拒んだ他の者たちは後悔し、豊かになった者たちを羨むあまり、マルキウスに腹を立て、彼の名声と勢力が民衆を圧迫する形で増大していると重荷に感じるようになった。

構文注4 件
  1. 13.1ἔργον ὠμότατον αὐτοὺς τῷ πρᾳοτάτῳ τῶν ὀνομάτων ἀποικίαν προσαγορεύσαντας ἀνθρώπους πένητας ὥσπερ εἰς βάραθρον ὠθεῖν

    動詞 βοῶντες に従属する対格不定詞構文。意味上の主語は執政官や貴族層を指す代名詞 αὐτούς であり、主動詞的不定詞は ὠθεῖν。分詞 προσαγορεύσαντας は αὐτούς に一致し、ἔργον ὠμότατον と ἀποικίαν の二重対格をとっている(「最も残酷な行為を『植民』と呼んで」)。ἀνθρώπους πένητας は不定詞 ὠθεῖν の直接目的語である。

  2. 13.2εἶτα ὥσπερ οὐκ ἀρκουμένους τούς μὲν ὑπὸ λιμοῦ διολλύναι τῶν πολιτῶν, τούς δὲ λοιμῷ προσβάλλειν, ἔτι καὶ πόλεμον αὐθαίρετον ἐπάγειν

    前の文から間接話法(対格不定詞)が継続している。分詞 ἀρκουμένους は前文の主語 αὐτούς に一致する対格分詞で、不定詞補語(διολλύναι および προσβάλλειν)をとる。主節的不定詞 ἐπάγειν は前文の ὠθεῖν と並列関係にあり、煽動家たちの告発内容の第二項目をなす。

  3. 13.3φανερὸς ἦν μάλιστα τοῖς δημαγωγοῖς ἀνθιστάμενος

    形容詞 φανερός に分詞 ἀνθιστάμενος が結びついた、ギリシア語に特徴的な人称構文(非人称構文 φανερὸν ἦν αὐτὸν ἀνθίστασθαι に相当)。「彼が民衆扇動家たちに対抗していることは誰の目にも明らかであった」「公然と先頭に立って対抗した」の意を表す。

  4. 13.3πρός δὲ τὴν στρατείαν παντάπασιν ἀπαγορευόντων

    意味上の主語が明示されていない絶対属格構文。文脈上、先行する ὁ δῆμος(あるいは民衆と煽動家たち)が主語として補われる。動詞 ἀπαγορεύω はここでは出征を拒絶・辞退する自動詞的用法(「彼らが軍事行動を断固拒否したとき」)として機能している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:13.1-13.4