- 底本
- Plutarch. Alcibiades, Plutarch's Lives, Vol. IV. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:20.1-20.5
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
アルキビアデスは大軍を率いてシケリア遠征へ出発しカタナを味方にするが、本国で神像毀損と密儀冒涜の告発が激化し、裁判のため即座に召還される。
ἐπεὶ δʼ οὐκ ἔπειθεν, ἀλλὰ πλεῖν ἐκέλευον αὐτόν, ἀνήχθη μετὰ τῶν συστρατήγων ἔχων τριήρεις μὲν οὐ πολλῷ τῶν τεσσαράκοντα καὶ ἑκατὸν ἀποδεούσας, ὁπλίτας δὲ πεντακισχιλίους καὶ ἑκατόν, τοξότας δὲ καὶ σφενδονήτας καὶ ψιλοὺς περὶ τριακοσίους καὶ χιλίους, καὶ τὴν ἄλλην παρασκευὴν ἀξιόλογον.
しかしアルキビアデスは説得できず、人々が出航を命じたため、同僚の将軍たちと共に出航した。その戦力は、百四十隻にわずかに満たない三段櫂船、五千百人の重装歩兵、約千三百人の射手・投石兵・軽装兵、ならびにその他の注目すべき軍備であった。
προσβαλὼν δʼ Ἰταλίᾳ καὶ Ῥήγιον ἑλών, εἰσηγήσατο γνώμην ὅτῳ τρόπῳ πολεμητέον ἐστί. καὶ Νικίου μὲν ἀντιλέγοντος, Λαμάχου δὲ προσθεμένου, πλεύσας εἰς Σικελίαν προσηγάγετο Κατάνην, ἄλλο δὲ οὐδὲν ἔπραξε μετάπεμπτος ὑπὸ τῶν Ἀθηναίων ἐπὶ τὴν κρίσιν εὐθὺς γενόμενος. πρῶτον μὲν γάρ, ὥσπερ εἴρηται, ψυχραί τινες ὑποψίαι καὶ διαβολαὶ κατὰ τοῦ Ἀλκιβιάδου προσέπιπτον ἀπὸ δούλων καὶ μετοίκων·
イタリアに到着してレギオンを確保すると、どのように戦うべきかについて意見を提案した。そしてニキアスが反対し、ラマコスが賛成する中、シケリアへと船を進めてカタナを味方に引き入れたが、直ちにアテナイ人から裁判のために召還されたため、それ以外は何ら成し遂げることができなかった。 というのも、まず前述のように、奴隷や在留外人たちからアルキビアデスに対する根拠の薄い嫌疑や中傷が次々と持ち込まれていたからである。
ἔπειτα τῶν ἐχθρῶν ἀπόντος αὐτοῦ καθαπτομένων σφοδρότερον, καὶ τοῖς περὶ τοὺς Ἑρμᾶς ὑβρίσμασι καὶ τὰ μυστικὰ συμπλεκόντων, ὡς ἀπὸ μιᾶς ἐπὶ νεωτερισμῷ συνωμοσίας πεπραγμένα, τοὺς μὲν ὁπωσοῦν ἐπαιτιαθέντας ἐνέβαλλον ἀκρίτους εἰς τὸ δεσμωτήριον, ἤχθοντο δὲ τὸν Ἀλκιβιάδην μὴ λαβόντες ὑπὸ τὰς ψήφους τότε μηδὲ κρίναντες ἐπʼ αἰτίαις τηλικαύταις.
次いで、彼の不在に乗じて政敵たちがより激しく攻撃を加え、ヘルメス神像毀損の不敬事件と密儀の事件を結びつけ、体制変革を目指す単一の陰謀から行われたものと見なしたため、〔アテナイ人たちは〕何らかの嫌疑をかけられた者たちを裁判にもかけずに牢獄へと投じ、アルキビアデスを当時投票にかけず、これほどの重大な容疑で裁かなかったことを悔しがった。
ὁ δὲ τῇ πρὸς ἐκεῖνον ὀργῇ παραπεσὼν οἰκεῖος ἢ φίλος ἢ συνήθης χαλεπωτέροις αὐτοῖς ἐχρήσατο. τοὺς δὲ μηνύσαντας ὁ μὲν Θουκυδίδης ὀνομάσαι παρῆκεν, ἄλλοι δʼ ὀνομάζουσι Διοκλείδαν καὶ Τεῦκρον, ὧν καὶ Φρύνιχός ἐστιν ὁ κωμικὸς ταυτὶ πεποιηκώς· "ὦ φίλταθʼ Ἑρμῆ, καὶ φυλάσσου, μὴ πεσὼν αὑτὸν παρακρούσῃ καὶ παράσχῃς διαβολὴν ἑτέρῳ Διοκλείδᾳ βουλομένῳ κακόν τι δρᾶν." καί· "φυλάξομαι· Τεύκρῳ γὰρ οὐχὶ βούλομαι μήνυτρα δοῦναι, τῷ παλαμναίῳ ξένῳ."
そして彼に対する怒りのあおりを受けた肉親や友人、知人は、彼らからより過酷な扱いを受けた。密告した者たちの名をトゥキュディデスは挙げるのを控えたが、他の者たちはディオクレイダスとテウクロスの名を挙げており、その一人である喜劇詩人フリュニコスも次のような詩節を作っている。 「いと親愛なるヘルメスよ、注意せよ、転んで 自分を打ち砕き、悪事を働こうと望む もう一人のディオクレイダスに中傷の口実を与えぬように。」 また、 「用心しよう。あの罪深き異邦人テウクロスに、 報奨金を与えたくはないからな。
καίτοι βέβαιον οὐδὲν οὐδʼ ἰσχυρὸν οἱ μηνύοντες ἐδείκνυσαν. εἷς δʼ αὐτῶν ἐρωτώμενος ὅπως τὰ πρόσωπα τῶν Ἑρμοκοπιδῶν γνωρίσειε, καὶ ἀποκρινάμενος ὅτι πρὸς τὴν σελήνην, ἐσφάλη τοῦ παντός, ἕνης καὶ νέας οὔσης1 ὅτε ταῦτʼ ἐδρᾶτο· ὃ θόρυβον μὲν παρέσχε τοῖς νοῦν ἔχουσι, τὸν δῆμον δʼ οὐδὲ τοῦτο μαλακώτερον ἐποίησε πρὸς τὰς διαβολάς, ἀλλʼ ὥσπερ ὥρμησεν ἐξ ἀρχῆς, οὐκ ἐπαύσατο φέρων καὶ ἐμβάλλων εἰς τὸ δεσμωτήριον οὗ τις κατείποι.2
」 とはいえ、密告者たちは確実で有力な証拠を何一つ示さなかった。そのうちの一人は、どのようにしてヘルメス像破壊者たちの顔を見分けたのかと問われ、月明かりによって見分けたと答えたが、それが実行された時は新月(晦日と一日)であったため、完全に嘘が露見した。このことは思慮分別のある人々には動揺を引き起こしたが、民衆を中傷に対して軟化させることは全くなく、むしろ当初から勢いづいていた通り、誰かが告発した者を捕らえて牢獄へ投じるのをやめなかった。
- 20.5ἕνης καὶ νέας οὔσης
独立属格構文。ἕνη καὶ νέα(「古い日と新しい日」)はアテナイ太陰暦における月の最終日(晦日と新月が重なる日)を指す慣用表現で、月明かりが全くない暗夜を意味する。この暦法上の事実によって、月明かりで犯人の顔を見たという証言の虚偽性が立証された。
- 20.5οὗ τις κατείποι
κατείποι は過去の反復を表す希求法(反復希求法)。先行詞(τοῦτον など)が省略されており、関係代名詞 οὗ は動詞 καταγορεύω / κατεῖπον(「〜を告発する」)が人を属格で取るため、関係節内の動詞の格支配を受けて属格となっている。
