← プルタルコス

アルキビアデス伝

§13.1-13.5

ニキアスらとの結託とヒュペルボロスの陶片追放

政界に進出したアルキビアデスは、競争相手のニキアスおよびパイアクスと協力して、二人を失脚させようと陶片追放を画策した煽動家ヒュペルボロスに矛先を転じさせ、彼を追放した。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13.1

ἐπεὶ δʼ ἀφῆκεν αὑτὸν εἰς τὴν πολιτείαν ἔτι μειράκιον ὤν, τοὺς μὲν ἄλλους εὐθὺς ἐταπείνωσε δημαγωγούς, ἀγῶνα δʼ εἶχε πρός τε Φαίακα τὸν Ἐρασιστράτου καὶ Νικίαν τὸν Νικηράτου, τὸν μὲν ἤδη καθʼ ἡλικίαν προήκοντα καὶ στρατηγὸν ἄριστον εἶναι δοκοῦντα, Φαίακα δʼ ἀρχόμενον, ὥσπερ αὐτός, αὐξάνεσθαι τότε καὶ γνωρίμων ὄντα πατέρων, ἐλαττούμενον δὲ τοῖς τε ἄλλοις καὶ περὶ τὸν λόγον.

彼がまだ若者であった頃に政治の世界へ身を投じると、他の民衆指導者たちをたちまち圧倒したが、エラシストラトスの子パイアクスおよびニケラトスの子ニキアスとは対抗関係にあった。後者はすでに年齢を重ねて最も優れた将軍とみなされており、パイアクスは〔アルキビアデス〕自身と同様にその頃頭角を現し始めたところで、名門の家柄の出であったが、他の諸点のみならず言論に関しても劣っていた。

§13.2

ἐντευκτικὸς γὰρ ἰδίᾳ καὶ πιθανὸς ἐδόκει μᾶλλον ἢ φέρειν ἀγῶνας ἐν δήμῳ δυνατός.1 ἦν γάρ, ὡς Εὔπολίς φησι, "λαλεῖν ἄριστος, ἀδυνατώτατος λέγειν." φέρεται δὲ καὶ λόγος τις κατʼ Ἀλκιβιάδου ὑπὸ Φαίακος γεγραμμένος, ἐν ᾧ μετὰ τῶν ἄλλων γέγραπται καὶ ὅτι τῆς πόλεως πολλὰ πομπεῖα χρυσᾶ καὶ ἀργυρᾶ κεκτημένης Ἀλκιβιάδης ἐχρῆτο πᾶσιν αὐτοῖς ὥσπερ ἰδίοις πρὸς τὴν καθʼ ἡμέραν δίαιταν.

というのも、彼は民衆の前での弁論の闘いに耐えうる力があるというよりはむしろ、私的な場での応対に長け説得力に富むように見えたからである。事実、エウポリスが言う通りであった。 「おしゃべりは天下一、弁論はからきしダメ。」 また、パイアクスがアルキビアデスに対して書いたとされる演説も伝えられており、その中には他の事柄とともに、国家が多数の金銀の祭礼用器物を所有しているのに、アルキビアデスはそれらすべてを私物であるかのように日々の生活で使っていたということも記されている。

§13.3

ἦν δέ τις Ὑπέρβολος Περιθοίδης, οὗ μέμνηται μὲν ὡς ἀνθρώπου πονηροῦ καὶ Θουκυδίδης, τοῖς δὲ κωμικοῖς ὁμοῦ τι πᾶσι διατριβὴν ἀεὶ σκωπτόμενος ἐν τοῖς θεάτροις παρεῖχεν. ἄτρεπτος δὲ πρὸς τὸ κακῶς ἀκούειν καὶ ἀπαθὴς ὢν ὀλιγωρίᾳ δόξης, ἣν ἀναισχυντίαν καὶ ἀπόνοιαν οὖσαν εὐτολμίαν ἔνιοι καὶ ἀνδρείαν καλοῦσιν,2 οὐδενὶ μὲν ἤρεσκεν, ἐχρῆτο δʼ αὐτῷ πολλάκις ὁ δῆμος ἐπιθυμῶν προπηλακίζειν τοὺς ἐν ἀξιώματι καὶ συκοφαντεῖν.

一方、ペリトイダイ区のヒュペルボロスという人物がいた。彼についてはトゥキュディデスも悪人として言及しているが、喜劇作者たちほぼ全員に対しても、劇場で常に嘲笑されては慰みの種を提供していた。彼は悪評に対しても動じず、世評を軽視するあまり平然としていたが――それは厚顔無恥と狂気であるのに、一部の人々は大胆さや勇気と呼んでいる――、誰からも好かれなかったものの、高い地位にある人々を侮辱し誣告することを望む民衆によって度々利用されていた。

§13.4

ἀναπεισθεὶς οὖν ὑπʼ αὐτοῦ τότε τὸ ὄστρακον ἐπιφέρειν ἔμελλεν,3 ᾧ κολούοντες ἀεὶ τὸν προὔχοντα δόξῃ καὶ δυνάμει τῶν πολιτῶν ἐλαύνουσι, παραμυθούμενοι τὸν φθόνον μᾶλλον ἢ τὸν φόβον. ἐπεὶ δὲ δῆλον ἦν ὅτι ἑνὶ τῶν τριῶν τὸ ὄστρακον ἐποίσουσι, συνήγαγε τὰς στάσεις εἰς ταὐτὸν ὁ Ἀλκιβιάδης, καὶ διαλεχθεὶς πρὸς τὸν Νικίαν κατὰ τοῦ Ὑπερβόλου τὴν ὀστρακοφορίαν ἔτρεψεν. ὡς δʼ ἔνιοί φασιν, οὐ πρὸς Νικίαν, ἀλλὰ πρὸς Φαίακα διαλεχθεὶς καὶ τὴν ἐκείνου προσλαβὼν ἑταιρίαν ἐξήλασε τὸν Ὑπέρβολον οὐδʼ ἂν προσδοκήσαντα.4

そこで当時、民衆は彼にそそのかされて陶片追放を実施しようとしていた。これによって、市民たちのうち名声と権力で抜きんでた者を常に打ち砕いて追放するのであり、その際、恐れというよりはむしろ嫉妬をなだめるのである。しかし、三人のうちの一人に陶片追放が下されることが明らかになると、アルキビアデスは派閥同士を結び合わせ、ニキアスと話し合って陶片追放の矛先をヒュペルボロスへと向けさせた。 あるいは一部の人々が言うには、ニキアスとではなくパイアクスと話し合い、その党派を引き入れることで、予想だにしていなかったヒュペルボロスを追放したのである。

§13.5

φαῦλος γὰρ οὐδεὶς ἐνέπιπτεν εἰς τοῦτον τὸν κολασμὸν οὐδʼ ἄδοξος, ὥς που καὶ Πλάτων ὁ κωμικὸς εἴρηκε τοῦ Ὑπερβόλου μνησθείς, "καίτοι πέπραχε τῶν προτέρων μὲν ἄξια, αὑτοῦ δὲ καὶ τῶν στιγμάτων ἀνάξια. οὐ γὰρ τοιούτων εἵνεκʼ ὄστραχʼ εὑρέθη." περὶ μὲν οὖν τούτων ἐν ἑτέροις μᾶλλον εἴρηται τὰ ἱστορούμενα.

というのも、身分の低い者や無名の者がこの懲罰に陥ることは決してなかったからである。喜劇作家プラトンもヒュペルボロスに言及してどこかでこう詠んだ通りである。 「なるほど奴の仕業には相応の報いだが、 奴自身とその烙印には不相応。 こんな奴のために陶片は見つかったのではないのだから。」 さて、これらの出来事については、他の著作において史実がより詳しく述べられている。

構文注4 件
  1. 13.2ἐντευκτικὸς γὰρ ἰδίᾳ καὶ πιθανὸς ἐδόκει μᾶλλον ἢ φέρειν ἀγῶνας ἐν δήμῳ δυνατός

    比較構文 μᾶλλον ἤ (…というよりはむしろ〜) を骨格とし、前項の形容詞述語 ἐντευκτικὸς καὶ πιθανός に対し、後項では δυνατός に目的を表す不定詞 φέρειν (耐える、担う) が後続している。全体の主語は前文のパイアクス。

  2. 13.3ἣν ἀναισχυντίαν καὶ ἀπόνοιαν οὖσαν εὐτολμίαν ἔνιοι καὶ ἀνδρείαν καλοῦσιν

    関係代名詞 ἣν は直前の ὀλιγωρίᾳ δόξης (世評の軽視) を先行詞とする女性対格。οὖσαν は ἣν に対する分詞述語で、ἀναισχυντίαν καὶ ἀπόνοιαν を補語にとる譲歩的表現 (「それは実際には破廉恥と狂気であるのに」)。主節部分は ἔνιοι (主語) + καλοῦσιν (動詞) + ἣν (目的語) + εὐτολμίαν καὶ ἀνδρείαν (目的格補語) の二重対格構文をなす。

  3. 13.4ἀναπεισθεὶς οὖν ὑπʼ αὐτοῦ τότε τὸ ὄστρακον ἐπιφέρειν ἔμελλεν

    動詞 ἔμελλεν の主語は直前文の主語である ὁ δῆμος (民衆)。前置詞句 ὑπʼ αὐτοῦ の αὐτοῦ はヒュペルボロスを指す。民衆がヒュペルボロスにそそのかされて陶片追放を実施しようとしていた文脈を示す。

  4. 13.4οὐδʼ ἂν προσδοκήσαντα

    小辞 ἄν がアオリスト分詞 προσδοκήσαντα に付加され、潜在 (「予想もしなかったであろう」) の意味を表す。分詞の意味上の主語は追放されたヒュペルボロスである。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:13.1-13.5