← プルタルコス

ペリクレス伝

§8.1-8.6

ペリクレスの弁論術の卓越と慎重さ

ペリクレスは自然学の修養を通じて卓越した弁論術を確立し「オリュンポスの神」と称されたが、言論には常に細心の慎重さを保ち、著作は残さず機知に富んだわずかな発言のみが後世に伝えられている。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§8.1

τῇ μέντοι περὶ τὸν βίον κατασκευῇ καὶ τῷ μεγέθει τοῦ φρονήματος ἁρμόζοντα λόγον, ὥσπερ ὄργανον, ἐξαρτυόμενος παρενέτεινε πολλαχοῦ τὸν Ἀναξαγόραν, οἷον βαφὴν τῇ ῥητορικῇ τὴν φυσιολογίαν ὑποχεόμενος. τὸ γὰρ ὑψηλόνουν τοῦτο καὶ πάντη τελεσιουργόν, ὡς ὁ θεῖος Πλάτων φησί, πρὸς τῷ εὐφυὴς εἶναι κτησάμενος ἐκ φυσιολογίας, καὶ τὸ πρόσφορον ἑλκύσας ἐπὶ τὴν τῶν λόγων τέχνην, πολὺ πάντων διήνεγκε.

しかしながら、彼は自らの生活の構えや気概の大きさにふさわしい言論を、あたかも道具のように整えつつ、アナクサゴラスを随所に織り交ぜ、いわば自然学を弁論術の下地として染料のように注ぎ込んだ。というのも、神のごときプラトンが言うように、生まれつきの資質に加えて、この「高邁な精神とあらゆる点で十全な成就力」を自然学から獲得し、有用なものを言論の技術へと引き入れることで、彼はすべての人々に大きく抜きんでたからである。

§8.2

διὸ καὶ τὴν ἐπίκλησιν αὐτῷ γενέσθαι λέγουσι· καίτοι τινὲς ἀπὸ τῶν οἷς ἐκόσμησε τὴν πόλιν,1 οἱ δʼ ἀπὸ τῆς ἐν τῇ πολιτείᾳ καὶ ταῖς στρατηγίαις δυνάμεως Ὀλύμπιον αὐτὸν οἴονται προσαγορευθῆναι· καὶ συνδραμεῖν οὐδὲν ἀπέοικεν ἀπὸ πολλῶν προσόντων τῷ ἀνδρὶ τὴν δόξαν.

そのため人々は、彼にあの添え名がついたのだとも言っている。もっとも、彼が町を飾った事業によるのだと考える者もいれば、国政や将軍職における権能から彼が「オリュンポスの神」と呼ばれたのだと考える者たちもいる。そして、この人物に備わっていた多くの優れた要素から、そのような名声が一つに合致したとしても、何ら不都合はない。

§8.3

αἱ μέντοι κωμῳδίαι τῶν τότε διδασκάλων σπουδῇ τε πολλὰς καὶ μετὰ γέλωτος ἀφεικότων φωνὰς εἰς αὐτόν, ἐπὶ τῷ λόγῳ μάλιστα τὴν προσωνυμίαν γενέσθαι δηλοῦσι, βροντᾶν μὲν αὐτὸν καὶ ἀστράπτειν, ὅτε δημηγοροίη, δεινὸν δὲ κεραυνὸν ἐν γλώσσῃ φέρειν λεγόντων.2 διαμνημονεύεται δέ τις καὶ Θουκυδίδου τοῦ Μελησίου λόγος εἰς τὴν δεινότητα τοῦ Περικλέους μετὰ παιδιᾶς εἰρημένος. ἦν μὲν γὰρ ὁ Θουκυδίδης τῶν καλῶν καὶ ἀγαθῶν ἀνδρῶν, καὶ πλεῖστον ἀντεπολιτεύσατο τῷ Περικλεῖ χρόνον· Ἀρχιδάμου δὲ τοῦ Λακεδαιμονίων βασιλέως πυνθανομένου πότερον αὐτὸς ἢ Περικλῆς παλαίει βέλτιον, ὅταν, εἶπεν, ἐγὼ καταβάλω παλαίων, ἐκεῖνος ἀντιλέγων ὡς οὐ πέπτωκε, νικᾷ καὶ μεταπείθει τοὺς ὁρῶντας. οὐ μὴν ἀλλὰ καὶ αὐτὸς ὁ Περικλῆς περὶ τὸν λόγον εὐλαβὴς ἦν, ὥστʼ ἀεὶ πρὸς τὸ βῆμα βαδίζων εὔχετο τοῖς θεοῖς μηδὲ ῥῆμα μηδὲν ἐκπεσεῖν ἄκοντος αὐτοῦ3 πρὸς τὴν προκειμένην χρείαν ἀνάρμοστον.

もっとも、当時の劇作家たちが真面目にもまた笑い混じりにも彼に向けて多くの言葉を放ち、「彼が民衆演説を行うときには雷鳴をとどろかせ、稲妻を放ち、舌に恐るべき雷電を帯びている」と述べているように、喜劇はこの呼称が主としてその言論に由来するものであることを示している。また、メレシアスの子ツキュディデスが、戯れを交えてペリクレスの弁論の巧みさについて語った言葉も記憶されている。 というのも、このツキュディデスは優れた立派な人々の一人であり、最も長い間ペリクレスに対立して政治活動を行っていたのだが、ラケダイモン人の王アルキダモスから、自身とペリクレスのどちらがより巧みに相撲を取るのかと尋ねられた際、「私が」と彼は答えた、「相撲を取って彼を投げ倒すたび、彼は自分が倒れてはいないと反論して勝利を収め、見ている者たちの考えを変えさせてしまうのです」。 とはいえ、ペリクレス自身も言論については慎重であり、演壇へと進み出る際には常に、自分が望まぬままに目の前の用件にそぐわない言葉を一つたりとも漏らすことのないよう、神々に祈っていた。

§8.5

ἔγγραφον μὲν οὖν οὐδὲν ἀπολέλοιπε πλὴν τῶν ψηφισμάτων· ἀπομνημονεύεται δʼ ὀλίγα παντάπασιν· οἷον τὸ τὴν Αἴγιναν ὡς λήμην τοῦ Πειραιῶς ἀφελεῖν κελεῦσαι, καὶ τὸ τὸν πόλεμον ἤδη φάναι καθορᾶν ἀπὸ Πελοποννήσου προσφερόμενον. καί ποτε τοῦ Σοφοκλέους, ὅτε συστρατηγῶν ἐξέπλευσε μετʼ αὐτοῦ, παῖδα καλὸν ἐπαινέσαντος, οὐ μόνον, ἔφη, τὰς χεῖρας, ὦ Σοφόκλεις, δεῖ καθαρὰς ἔχειν τὸν στρατηγόν, ἀλλὰ καὶ τὰς ὄψεις.

したがって、彼は民会の議決以外には書き残したものを一切遺していないが、ごくわずかな言葉が記憶されている。例えば、アイギナ島を「ペイライエウスの目やに」として取り除くよう命じたことや、すでにペロポネソスから戦争が押し寄せてくるのをはっきりと見ていると語ったことなどである。またかつて、ソフォクレスが共同の将軍として彼とともに船出した際、美しい少年を称賛したところ、「ソフォクレスよ」と彼は言った、「将軍たる者は、手だけでなく、目もまた潔白に保たねばならぬのだ」。

§8.6

ὁ δὲ Στησίμβροτός φησιν ὅτι τοὺς ἐν Σάμῳ τεθνηκότας ἐγκωμιάζων ἐπὶ τοῦ βήματος ἀθανάτους ἔλεγε γεγονέναι καθάπερ τοὺς θεούς· οὐ γὰρ ἐκείνους αὐτοὺς ὁρῶμεν, ἀλλὰ ταῖς τιμαῖς ἃς ἔχουσι, καὶ τοῖς ἀγαθοῖς ἃ παρέχουσιν, ἀθανάτους εἶναι τεκμαιρόμεθα· ταῦτʼ οὖν ὑπάρχειν καὶ τοῖς ὑπὲρ τῆς πατρίδος ἀποθανοῦσιν.

さらにステシムブロトスが言うには、ペリクレスはサモスで戦死した者たちを演壇から称賛した際、彼らは神々と同じように不死のものとなったと語ったという。なぜなら、我々は神々自身を目にするのではなく、彼らが受けている栄誉や与えてくれる恩恵によって彼らが不死であると推し量るからであり、そして、祖国のために命を落とした者たちにも、これらが備わっているというのである。

構文注3 件
  1. 8.2ἀπὸ τῶν οἷς ἐκόσμησε τὴν πόλιν

    前置詞 ἀπό の目的語となる先行詞 τούτων(あるいは τῶν ἔργων)が省略され、関係代名詞 οἷς が先行詞が帯びるはずだった格(与格ではなく属格)に牽引されず、本来の関係節内の手段・具格の与格のまま残った構文である。文脈上「彼が町を飾った事業[手段]によって」の意をなす。

  2. 8.3τῶν τότε διδασκάλων... λεγόντων

    διδασκάλων(喜劇作家・劇指導者たち)を意味上の主語とする独立属格構文であり、分詞 ἀφεικότων と λεγόντων が並列して係る。主節の主語 αἱ κωμῳδίαι(喜劇作品)との間で主語の交代を示し、「劇作家たちが〜と述べていることによって(喜劇が〜を示している)」という論理関係を形成する。

  3. 8.4ἄκοντος αὐτοῦ

    不定詞句 μηδὲ ῥῆμα μηδὲν ἐκπεσεῖν(言葉が一つも漏れ出ないこと)に対して「彼自身の意志に反して/無意識のうちに」という主体の不本意・非意図性を表す独立属格構文である。接続詞なしに挿入され、祈願内容の条件あるいは付帯状況を規定する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:8.1-8.6