- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:6.1-6.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
ペリクレスがアナクサゴラスの自然学を通じて迷信を脱したことが語られ、一本角の羊の頭をめぐるアナクサゴラスの原因究明と予言者ラムポンの政治的予言の逸話を通じて、自然哲学的探求と予言の役割が調和的に考察される。
οὐ μόνον δὲ ταῦτα τῆς Ἀναξαγόρου συνουσίας ἀπέλαυσε Περικλῆς, ἀλλὰ καὶ δεισιδαιμονίας δοκεῖ γενέσθαι καθυπέρτερος, ὅσην τὸ πρὸς τὰ μετέωρα θάμβος ἐνεργάζεται1 τοῖς αὐτῶν τε τούτων τὰς αἰτίας ἀγνοοῦσι καὶ περὶ τὰ θεῖα δαιμονῶσι καὶ ταραττομένοις διʼ ἀπειρίαν αὐτῶν, ἣν ὁ φυσικὸς λόγος ἀπαλλάττων2 ἀντὶ τῆς φοβερᾶς καὶ φλεγμαινούσης δεισιδαιμονίας τὴν ἀσφαλῆ μετʼ ἐλπίδων ἀγαθῶν εὐσέβειαν ἐργάζεται.
しかしペリクレスがアナクサゴラスとの交わりから得たものは、これらだけではなかった。彼は迷信の克服者ともなったと思われる。すなわち、天象への畏怖が、まさにそうした現象の原因を知らず、神的な事柄に関して恐れ惑い、無知ゆえに取り乱している人々にもたらすほどの迷信から免れたのである。自然についての理説は、こうした迷信を取り除き、恐怖に満ちて腫れ上がった迷信の代わりに、善き希望を伴う確固とした敬虔をもたらすのである。
λέγεται δέ ποτε κριοῦ μονόκερω κεφαλὴν ἐξ ἀγροῦ τῷ Περικλεῖ κομισθῆναι, καὶ Λάμπωνα μὲν τὸν μάντιν, ὡς εἶδε τὸ κέρας ἰσχυρὸν καὶ στερεὸν ἐκ μέσου τοῦ μετώπου πεφυκός, εἰπεῖν ὅτι δυεῖν οὐσῶν ἐν τῇ πόλει δυναστειῶν, τῆς Θουκυδίδου καὶ Περικλέους, εἰς ἕνα περιστήσεται τὸ κράτος παρʼ ᾧ γένοιτο τὸ σημεῖον·3 τὸν δʼ Ἀναξαγόραν τοῦ κρανίου διακοπέντος ἐπιδεῖξαι τὸν ἐγκέφαλον οὐ πεπληρωκότα τὴν βάσιν, ἀλλʼ ὀξὺν ὥσπερ ὠὸν ἐκ τοῦ παντὸς ἀγγείου συνωλισθηκότα κατὰ τὸν τόπον ἐκεῖνον ὅθεν ἡ ῥίζα τοῦ κέρατος εἶχε τὴν ἀρχήν.
あるとき、一本角の牡羊の頭が田舎からペリクレスのもとへ届けられたと言われる。予言者ラムポンは、角が額の中央から力強く硬く生えているのを見て、国には二つの勢力、すなわちトゥキュディデスの派閥とペリクレスの派閥があるが、この兆しが現れたその人のもとに権力が一本化されるであろう、と語った。しかしアナクサゴラスは頭骨を切り開かせ、脳が頭蓋の底を満たしておらず、角の根元が始まっているその場所へと、卵のように尖って器全体から滑り寄っていたことを明示してみせた。
καὶ τότε μὲν θαυμασθῆναι τὸν Ἀναξαγόραν ὑπὸ τῶν παρόντων, ὀλίγῳ δʼ ὕστερον τὸν Λάμπωνα, τοῦ μὲν Θουκυδίδου καταλυθέντος, τῶν δὲ τοῦ δήμου πραγμάτων ὁμαλῶς ἁπάντων ὑπὸ τῷ Περικλεῖ γενομένων. ἐκώλυε δʼ οὐδέν, οἶμαι, καὶ τὸν φυσικὸν ἐπιτυγχάνειν καὶ τὸν μάντιν,4 τοῦ μὲν τὴν αἰτίαν, τοῦ δὲ τὸ τέλος καλῶς ἐκλαμβάνοντος· ὑπέκειτο γὰρ τῷ μέν, ἐκ τίνων γέγονε καὶ πῶς πέφυκε, θεωρῆσαι, τῷ δέ, πρὸς τί γέγονε καὶ τί σημαίνει, προειπεῖν.5
そしてその場ではアナクサゴラスが同席者たちから驚嘆されたが、少し後にはラムポンが驚嘆された。トゥキュディデスが失脚し、民衆の国政のすべてが一様にペリクレスの統下に帰したからである。だが私が思うに、自然学者も予言者も共に的を射ることを妨げるものは何もなかった。一方は原因を、他方は目的を正しく捉えたからである。なぜなら、一方は何から生じいかに自然に形成されたかを考察することが課され、他方は何のために生じ何を意味するかを予言することが課されていたからである。
οἱ δὲ τῆς αἰτίας τὴν εὕρεσιν ἀναίρεσιν εἶναι λέγοντες τοῦ σημείου οὐκ ἐπινοοῦσιν ἅμα τοῖς θείοις καὶ τὰ τεχνητὰ τῶν συμβόλων ἀθετοῦντες,6 ψόφους τε δίσκων καὶ φῶτα πυρσῶν καὶ γνωμόνων ἀποσκιασμούς· ὧν ἕκαστον αἰτίᾳ τινὶ καὶ κατασκευῇ σημεῖον εἶναί τινος πεποίηται. ταῦτα μὲν οὖν ἴσως ἑτέρας ἐστὶ πραγματείας.
ところが、原因を発見することは徴候を無効にすることだと主張する人々は、神的な徴候とともに人為的な合図、すなわち銅鑼の音や烽火の光や日時計の影までも否定していることに気づいていない。これらのおのおのは、ある原因と仕組みによって何らかの徴候となるように作られているのである。しかし、これらについてはおそらく別の論考に属する事柄であろう。
- 6.1ὅσην τὸ πρὸς τὰ μετέωρα θάμβος ἐνεργάζεται
関係代名詞 ὅσην は先行詞 δεισιδαιμονίας の分量・程度を受けており、「〜がもたらすほどの(すべての)迷信」の意。続く τοῖς ... ἀγνοοῦσι καὶ ... δαιμονῶσι καὶ ταραττομένοις は動詞 ἐνεργάζεται に対する間接目的語(与格)で、原因を知らず神的な事物に怯える人々を指す。
- 6.1ἣν ὁ φυσικὸς λόγος ἀπαλλάττων
関係代名詞 ἣν は前文の δεισιδαιμονίας(または恐怖・動揺)を指す目的格。主語は ὁ φυσικὸς λόγος で、現在分詞 ἀπαλλάττων は「それを取り除くことによって/取り除きつつ」という様態または手段を表し、主動詞 ἐργάζεται にかかる。
- 6.2παρʼ ᾧ γένοιτο τὸ σημεῖον
間接話法(ラムポンの発言 εἰπεῖν ὅτι...)の中にある関係節。直接話法では παρʼ ᾧ ἐγένετο(直説法アオリスト)または παρʼ ᾧ ἂν γένηται(接続法+ἄν)に相当するものが、過去の視点(εἰπεῖν)に従属して希求法(optativus obliquus)になっている。
- 6.3ἐκώλυε δʼ οὐδέν, οἶμαι, καὶ τὸν φυσικὸν ἐπιτυγχάνειν καὶ τὸν μάντιν
非人称的表現 ἐκώλυε οὐδέν(〜することを妨げるものは何もなかった)に対格不定詞構文(καὶ τὸν φυσικὸν ... καὶ τὸν μάντιν ἐπιτυγχάνειν)が続いている。未完了過去 ἐκώλυε は「当時において両立を妨げる要因は存在しなかった」という継続・状況を表す。
- 6.3ὑπέκειτο γὰρ τῷ μέν, ... θεωρῆσαι, τῷ δέ, ... προειπεῖν
ὑπέκειτο は非人称的・機能的に用いられ(与格 τῷ μέν / τῷ δέ を伴い、「〜に定められていた/役目であった」)、主語は不定詞 θεωρῆσαι および προειπεῖν。間接疑問節 ἐκ τίνων γέγονε καὶ πῶς πέφυκε が θεωρῆσαι の目的語、πρὸς τί γέγονε καὶ τί σημαίνει が προειπεῖν の目的語となる。
- 6.4ἅμα τοῖς θείοις καὶ τὰ τεχνητὰ τῶν συμβόλων ἀθετοῦντες
分詞 ἀθετοῦντες は主動詞 οὐκ ἐπινοοῦσιν(気づいていない)の内容を補う補足分詞。「神的な兆候とともに人為的な合図までをも無効にしてしまっていることに気づいていない」という意味をなす。τὰ τεχνητὰ τῶν συμβόλων は部分属格を伴う表現(人為的な徴候類)。
