← プルタルコス

ペリクレス伝

§39.1-39.5

ペリクレスの徳への賞賛と死後の市民の悔恨

著者はペリクレスの権力行使における温厚さと私憤の抑制を称賛し、「オリンピアの男」の称号の妥当性を論じるとともに、彼の死後にアテナイ人が被った混迷と彼への後悔の念を記している。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§39.1

θαυμαστὸς οὖν ὁ ἀνὴρ οὐ μόνον τῆς ἐπιεικείας καὶ πρᾳότητος, ἣν ἐν πράγμασι πολλοῖς καὶ μεγάλαις ἀπεχθείαις διετήρησεν, ἀλλὰ καὶ τοῦ φρονήματος, εἰ τῶν αὑτοῦ καλῶν ἡγεῖτο βέλτιστον εἶναι1 τὸ μήτε φθόνῳ μήτε θυμῷ χαρίσασθαι μηδὲν ἀπὸ τηλικαύτης δυνάμεως, μηδὲ χρήσασθαί τινι τῶν ἐχθρῶν ὡς ἀνηκέστῳ.

したがってこの人物は、多くの出来事と激しい敵意の渦中にありながらも保ち続けた公平さと温厚さのゆえにのみならず、自らの美点のうちで、これほど強大な権力を持ちながらも嫉視にも怒りにも何一つ譲歩せず、敵の誰一人をも和解し得ぬ者として扱わなかったことこそが最善であると考えていた気概のゆえにも、称賛に値する。

§39.2

καί μοι δοκεῖ τὴν μειρακιώδη καὶ σοβαρὰν ἐκείνην προσωνυμίαν ἓν τοῦτο ποιεῖν ἀνεπίφθονον καὶ πρέπουσαν,2 οὕτως εὐμενὲς ἦθος καὶ βίον ἐν ἐξουσίᾳ καθαρὸν καὶ ἀμίαντον Ὀλύμπιον προσαγορεύεσθαι, καθάπερ τὸ τῶν θεῶν γένος ἀξιοῦμεν αἴτιον μὲν ἀγαθῶν, ἀναίτιον δὲ κακῶν πεφυκὸς ἄρχειν καὶ βασιλεύειν τῶν ὄντων, οὐχ ὥσπερ οἱ ποιηταὶ συνταράττοντες ἡμᾶς ἀμαθεστάταις δόξαις ἁλίσκονται τοῖς αὑτῶν μυθεύμασι, τὸν μὲν τόπον, ἐν ᾧ τοὺς θεοὺς κατοικεῖν λέγουσιν, ἀσφαλὲς ἕδος καὶ ἀσάλευτον καλοῦντες, οὐ πνεύμασιν, οὐ νέφεσι χρώμενον, ἀλλʼ αἴθρᾳ μαλακῇ καὶ φωτὶ καθαρωτάτῳ τὸν ἅπαντα χρόνον ὁμαλῶς περιλαμπόμενον, ὡς τοιαύτης τινὸς τῷ μακαρίῳ καὶ ἀθανάτῳ διαγωγῆς μάλιστα πρεπούσης, αὐτοὺς δὲ τοὺς θεοὺς ταραχῆς καὶ δυσμενείας καὶ ὀργῆς ἄλλων τε μεστοὺς παθῶν ἀποφαίνοντες οὐδʼ ἀνθρώποις νοῦν ἔχουσι προσηκόντων. ἀλλὰ ταῦτα μὲν ἴσως ἑτέρας δόξει πραγματείας εἶναι.

そして私には、これほど温厚な性格と権力の中にあっても清純で汚れなき生涯が「オリンピアの男」と呼ばれること、まさにこの一つの点こそが、あの若々しく誇らしげな呼び名を妬みを受けず相応しいものにしていると思われる。それはあたかも、我々が神々の種族について、善の原因であって悪の原因ではなく、万物の支配者であり統治者たる本性を持つと認めているのと同様である。最も無知な思惑によって我々を混乱させ、自らの作り話に囚われている詩人たちとは異なる。詩人たちは、神々が住まうとされる場所を安全で揺るぎない座と呼び、風も受けず雲にも覆われず、穏やかな澄明と最も清らかな光によって常に等しく照らされているとし、そのような生活こそが至福にして不死なる存在に最も相応しいとする一方で、神々自身については混乱や敵意や怒り、また分別ある人間にさえ似つかわしくないその他の情熱に満ちた者として描き出している。しかしこのことについては、おそらく別の考察に属するものと思われるであろう。

§39.4

τοῦ δὲ Περικλέους3 ταχεῖαν αἴσθησιν καὶ σαφῆ πόθον Ἀθηναίοις ἐνειργάζετο τὰ πράγματα. καὶ γὰρ οἱ ζῶντος βαρυνόμενοι τὴν δύναμιν ὡς ἀμαυροῦσαν αὐτούς, εὐθὺς ἐκ ποδῶν γενομένου πειρώμενοι ῥητόρων καὶ δημαγωγῶν ἑτέρων ἀνωμολογοῦντο μετριώτερον ἐν ὄγκῳ καὶ σεμνότερον ἐν πρᾳότητι μὴ φῦναι τρόπον·

だが現実の情勢は、アテナイ人たちにペリクレスの喪失を急速に痛感させ、彼への明白な思慕の念を抱かせた。というのも、彼が生きていた時にはその権力が自分たちを影の薄いものにしているとして煙たがっていた者たちも、彼が世を去ると直ちに他の弁論家や民衆指導者たちを経験してみて、威厳においてこれほど節度があり、温厚さにおいてこれほど高貴な気質は他に存在しないと認め合ったからである。

§39.5

ἡ δʼ ἐπίφθονος ἰσχὺς ἐκείνη, μοναρχία λεγομένη καὶ τυραννὶς πρότερον, ἐφάνη τότε σωτήριον ἔρυμα τῆς πολιτείας γενομένη·4 τοσαύτη φθορὰ καὶ πλῆθος ἐπέκειτο κακίας τοῖς πράγμασιν, ἣν ἐκεῖνος ἀσθενῆ καὶ ταπεινὴν ποιῶν ἀπέκρυπτε καὶ κατεκώλυεν ἀνήκεστον ἐν ἐξουσίᾳ γενέσθαι.

そして、かつては君主政や僭主政と呼ばれていたあの妬まれた権力は、その時になって国制を救う防壁であったことが明らかとなった。それほど甚だしい腐敗と悪の夥しさが国政に重くのしかかっていたのであり、彼はそれを弱小で卑小なものに留めることで隠蔽し、権勢を得て取り返しのつかないものとなるのを防いでいたのであった。

構文注4 件
  1. 39.1εἰ τῶν αὑτοῦ καλῶν ἡγεῖτο βέλτιστον εἶναι

    εἰ 節は感情や評価を表す語(ここでは形容詞 θαυμαστός)に後続し、「〜と考えたのだとすれば」「〜と考えた点において」という根拠・理由を事実上提示する。単なる反実や疑念の条件ではなく、前章末で引用された本人の言行を踏まえた事実的な前提として機能している。

  2. 39.2ἓν τοῦτο ποιεῖν ἀνεπίφθονον καὶ πρέπουσαν

    ποιεῖν の主語は ἓν τοῦτο(この一つの事実)、目的語は τὴν μειρακιώδη καὶ σοβαρὰν ἐκείνην προσωνυμίαν(あの若々しく誇らしげな呼び名)、ἀνεπίφθονον καὶ πρέπουσαν は目的格補語(二重対格構文)。その直後の οὕτως εὐμενὲς ἦθος... προσαγορεύεσθαι(これほど温厚な性格が〜と呼ばれること)は ἓν τοῦτο の内容を敷衍する同格的不定詞句。

  3. 39.4τοῦ δὲ Περικλέους

    文頭の属格 τοῦ δὲ Περικλέους は、主語 τὰ πράγματα の動詞 ἐνειργάζετο に導かれる二つの名詞 αἴσθησιν(痛感・認識)および πόθον(思慕・憧憬)にかかる目的格的属格(ペリクレスの喪失を自覚すること/ペリクレスへの思慕)。語順の倒置(hyperbaton)により文頭に置かれて強調されている。

  4. 39.5ἐφάνη τότε σωτήριον ἔρυμα τῆς πολιτείας γενομένη

    φαίνομαι に分詞 γενομένη が結合する補文構文で、「〜であったことが判明した/〜であったと明らかになった」を表す(φαίνομαι + 不定詞「〜のように思われた」との対比)。主語は ἡ δʼ ἐπίφθονος ἰσχὺς ἐκείνη。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:39.1-39.5