← プルタルコス

ペリクレス伝

§30.1-30.4

使者アンテモクリトスの死とメガラ令の激化

スパルタ使節の機知にもかかわらずメガラ令撤回を拒んだペリクレスは、聖地侵犯を理由に使者を送るが、その使者アンテモクリトスの変死を機にアテナイは過酷な報復令を採択し、メガラ側は戯曲を引いてアスパシアらを非難した。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§30.1

λέγουσι δὲ πρεσβείας Ἀθήναζε περὶ τούτων ἐκ Λακεδαίμονος ἀφιγμένης, καὶ τοῦ Περικλέους νόμον τινὰ προβαλλομένου κωλύοντα καθελεῖν τὸ πινάκιον ἐν ᾧ τὸ ψήφισμα γεγραμμένον ἐτύγχανεν, εἰπεῖν Πολυάλκη τῶν πρέσβεων τινά·1 σὺ δὲ μὴ καθέλῃς, ἀλλὰ στρέψον εἴσω τὸ πινάκιον· οὐ γὰρ ἔστι νόμος ὁ τοῦτο κωλύων. κομψοῦ δὲ τοῦ λόγου φανέντος οὐδέν τι μᾶλλον ὁ Περικλῆς ἐνέδωκεν.

人々の伝えるところによれば、この件に関してラケダイモンからアテナイへ使節団が到着した際、ペリクレスが布告の書き記されていた板を取り外すことを禁じるある法律を口実に持ち出したところ、使節の一人であるポリュアルケスが言ったという。 「では、君は取り外さずに、板を内側へ裏返すのだ。それを禁じる法律はないのだから。」 その言葉は機知に富んだものと思われたが、ペリクレスは少しも譲歩しなかった。

§30.2

ὑπῆν μὲν οὖν τις, ὡς ἔοικεν, αὐτῷ καὶ ἰδία πρὸς τοὺς Μεγαρεῖς ἀπέχθεια· κοινὴν δὲ καὶ φανερὰν ποιησάμενος αἰτίαν κατʼ αὐτῶν ἀποτέμνεσθαι τὴν ἱερὰν ὀργάδα,2 γράφει ψήφισμα κήρυκα πεμφθῆναι πρὸς αὐτοὺς καὶ πρὸς Λακεδαιμονίους τὸν αὐτὸν κατηγοροῦντα τῶν Μεγαρέων.

どうやら彼には個人的にもメガラ人に対するある種の反感があったようである。しかし彼は、聖なるオルガスが切り取られて不法占拠されているという公の明白な罪状を彼らに突きつけ、使者一人を彼らのもとへ派遣するとともに、その同じ使者がメガラ人を告発するためにラケダイモン人のもとへも赴くという内容の布告を起草した。

§30.3

τοῦτο μὲν οὖν τὸ ψήφισμα Περικλέους ἐστὶν εὐγνώμονος καὶ φιλανθρώπου δικαιολογίας ἐχόμενον· ἐπεὶ δʼ ὁ πεμφθεὶς κῆρυξ Ἀνθεμόκριτος αἰτίᾳ τῶν Μεγαρέων ἀποθανεῖν ἔδοξε, γράφει ψήφισμα κατʼ αὐτῶν Χαρῖνος, ἄσπονδον μὲν εἶναι καὶ ἀκήρυκτον ἔχθραν, ὃς δʼ ἂν ἐπιβῇ τῆς Ἀττικῆς Μεγαρέων θανάτῳ ζημιοῦσθαι, τοὺς δὲ στρατηγούς, ὅταν ὀμνύωσι τὸν πάτριον ὅρκον, ἐπομνύειν ὅτι καὶ δὶς ἀνὰ πᾶν ἔτος εἰς τὴν Μεγαρικὴν ἐμβαλοῦσι· ταφῆναι δʼ Ἀνθεμόκριτον3 παρὰ τὰς Θριασίας πύλας, αἳ νῦν Δίπυλον ὀνομάζονται.

ペリクレスのこの布告は道理に適った人道的な抗弁に基づいたものであった。しかし、派遣された伝令アンテモクリトスがメガラ人の責めによって死んだと見なされると、カリノスが彼らに対する布告を起草した。それは、休戦も伝令の派遣も認めない敵対関係を結び、アッティカの地に足を踏み入れたメガラ人は死刑に処され、将軍たちは先祖伝来の誓いを立てるにあたり、年に二度メガラ領へ侵入するという誓いも重ねて立てるべきこと、そしてアンテモクリトスは今日ディピュロンと呼ばれているトリア門の傍らに埋葬されるべきことを定めたものであった。

§30.4

Μεγαρεῖς δὲ τὸν Ἀνθεμοκρίτου φόνον ἀπαρνούμενοι τὰς αἰτίας εἰς Ἀσπασίαν καὶ Περικλέα τρέπουσι, χρώμενοι τοῖς περιβοήτοις καὶ δημώδεσι τούτοις ἐκ τῶν Ἀχαρνέων στιχιδίοις· "πόρνην δὲ Σιμαίθαν ἰόντες Μεγάραδε νεανίαι κλέπτουσι μεθυσοκότταβοι· κἆθʼ οἱ Μεγαρεῖς ὀδύναις πεφυσιγγωμένοι ἀντεξέκλεψαν Ἀσπασίας πόρνας δύο."

メガラ人たちはアンテモクリトスの殺害を否定し、その責任をアスパシアとペリクレスに帰して、『アカルナイの人々』のよく知られた通俗的な次の詩句を引用している。 「若者たちがコッタボスに酔いしれてメガラへと行き 娼婦シマイタを攫い去った。 するとメガラ人は怒りに激昂し 仕返しとしてアスパシアの娼婦二人を攫い返した。」

構文注3 件
  1. 30.1λέγουσι δὲ πρεσβείας Ἀθήναζε περὶ τούτων ἐκ Λακεδαίμονος ἀφιγμένης, καὶ τοῦ Περικλέους νόμον τινὰ προβαλλομένου κωλύοντα καθελεῖν τὸ πινάκιον ἐν ᾧ τὸ ψήφισμα γεγραμμένον ἐτύγχανεν, εἰπεῖν Πολυάλκη τῶν πρέσβεων τινά

    文全体の骨格は λέγουσι(人々は言う)に支配された対格不定詞構文(εἰπεῖν Πολυάλκη)である。その前に二組の絶対属格(πρεσβείας... ἀφιγμένης と τοῦ Περικλέους... προβαλλομένου)が並列され、発言の状況的背景を提示している。Πολυάλκη は第3変化名詞 Πολυάλκης の単数対格形。

  2. 30.2ἀποτέμνεσθαι τὴν ἱερὰν ὀργάδα

    ἀποτέμνεσθαι は名詞 αἰτίαν の内容を具体的に説明する同格的不定詞句。態は中動相「(メガラ人が)境界を侵して自らの私有地に切り取っている」とも、受動相「(聖なるオルガスが)切り取られて占拠されている」とも解釈可能であるが、ここでは公の告発の口実としてメガラ人による不法耕作・侵犯を指す中動的意味合いで機能している。

  3. 30.3γράφει ψήφισμα κατʼ αὐτῶν Χαρῖνος, ἄσπονδον μὲν εἶναι καὶ ἀκήρυκτον ἔχθραν, ὃς δʼ ἂν ἐπιβῇ τῆς Ἀττικῆς Μεγαρέων θανάτῳ ζημιοῦσθαι, τοὺς δὲ στρατηγούς, ὅταν ὀμνύωσι τὸν πάτριον ὅρκον, ἐπομνύειν ὅτι καὶ δὶς ἀνὰ πᾶν ἔτος εἰς τὴν Μεγαρικὴν ἐμβαλοῦσι· ταφῆναι δʼ Ἀνθεμόκριτον

    主節の γράφει ψήφισμα に依存して、カリノスが起草した布告の内容を規定する一連の不定詞(εἶναι, ζημιοῦσθαι, ἐπομνύειν, ταφῆναι)が連続している。それぞれの不定詞に対して意味上の主語が対格(ἔχθραν, [τινά], τοὺς δὲ στρατηγούς, Ἀνθεμόκριτον)で置かれ、条項が列挙されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:30.1-30.4