- 底本
- Plutarch. Plutarch's Lives, Vol. III. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1916.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg012.humanitext-grc2:28.1-28.6
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
サモスが九か月で降伏し、ドゥーリスの残虐談が退けられる。凱旋したペリクレスは戦没者追悼演説を行って賞賛されるが、エルピニケの批判には機知で応じ、またサモス屈服をアガメムノン以上の偉業と自負した。
ἐνάτῳ δὲ μηνὶ τῶν Σαμίων παραστάντων ὁ Περικλῆς τὰ τείχη καθεῖλε καὶ τὰς ναῦς παρέλαβε καὶ χρήμασι πολλοῖς ἐζημίωσεν, ὧν τὰ μὲν εὐθὺς εἰσήνεγκαν οἱ Σάμιοι, τὰ δʼ ἐν χρόνῳ ῥητῷ ταξάμενοι κατοίσειν ὁμήρους ἔδωκαν. Δοῦρις δʼ ὁ Σάμιος τούτοις ἐπιτραγῳδεῖ πολλὴν ὠμότητα τῶν Ἀθηναίων καὶ τοῦ Περικλέους κατηγορῶν, ἣν οὔτε Θουκυδίδης ἱστόρηκεν οὔτʼ Ἔφορος οὔτʼ Ἀριστοτέλης·
九か月目にサモス人たちが降伏すると、ペリクレスは城壁を取り壊し、軍船を接収し、多額の賠償金を課した。サモス人たちはその一部を直ちに納め、残りは期日を定めて支払うことを約して人質を差し出した。しかしサモスのドゥーリスはこれに際して悲劇めかして誇張し、アテナイ人たちとペリクレスの甚だしい残虐さを告発しているが、それはトゥキュディデスもエポロスもアリストテレスも記録していないことである。
ἀλλʼ οὐδʼ ἀληθεύειν ἔοικεν, ὡς ἄρα τοὺς τριηράρχους1 καὶ τοὺς ἐπιβάτας τῶν Σαμίων εἰς τὴν Μιλησίων ἀγορὰν καταγαγὼν καὶ σανίσι προσδήσας ἐφʼ ἡμέρας δέκα κακῶς ἤδη διακειμένους προσέταξεν ἀνελεῖν, ξύλοις τὰς κεφαλὰς συγκόψαντας, εἶτα προβαλεῖν ἀκήδευτα τὰ σώματα.
また、彼がサモス人の船長たちや海兵たちをミレトスの市場へ連行し、板に十日間縛りつけにしてすでに衰弱していたところを、棒で頭を打ち砕いて殺害し、それから遺体を葬りもせず投げ捨てるよう命じたなどというのは、およそ事実とは思われない。
Δοῦρις μὲν οὖν οὐδʼ ὅπου μηδὲν αὐτῷ πρόσεστιν ἴδιον πάθος εἰωθὼς κρατεῖν τὴν διήγησιν ἐπὶ τῆς ἀληθείας, μᾶλλον ἔοικεν ἐνταῦθα δεινῶσαι τὰς τῆς πατρίδος συμφορὰς ἐπὶ διαβολῇ τῶν Ἀθηναίων. ὁ δὲ Περικλῆς καταστρεψάμενος τὴν Σάμον ὡς ἐπανῆλθεν εἰς τὰς Ἀθήνας, ταφάς τε τῶν ἀποθανόντων κατὰ τὸν πόλεμον ἐνδόξους ἐποίησε καὶ τὸν λόγον εἰπών, ὥσπερ ἔθος ἐστίν, ἐπὶ τῶν σημάτων ἐθαυμαστώθη.
そもそもドゥーリスは、自分に何ら個人的な感情の関わりがない場合でさえ叙述を真実に留める習慣がないのだから、この場面ではアテナイ人たちを中傷するために祖国の不幸を殊さらに誇張したのだと思われる。一方ペリクレスは、サモスを制圧してアテナイに帰還すると、その戦争で戦死した者たちの盛大な公葬を行い、慣例に従って墓前で追悼演説を行って称賛を浴びた。
καταβαίνοντα δʼ αὐτὸν ἀπὸ τοῦ βήματος αἱ μὲν ἄλλαι γυναῖκες ἐδεξιοῦντο καὶ στεφάνοις ἀνέδουν καὶ ταινίαις ὥσπερ ἀθλητὴν νικηφόρον, ἡ δʼ Ἐλπινίκη προσελθοῦσα πλησίον· ταῦτʼ, ἔφη, θαυμαστά, Περίκλεις, καὶ ἄξια στεφάνων, ὃς ἡμῖν πολλοὺς καὶ ἀγαθοὺς ἀπώλεσας πολίτας οὐ Φοίνιξι πολεμῶν οὐδὲ Μήδοις, ὥσπερ οὑμὸς ἀδελφὸς Κίμων, ἀλλὰ σύμμαχον καὶ συγγενῆ πόλιν καταστρεφόμενος.
彼が演壇から降りてくると、他の女たちは勝利を得た競技者のように彼を歓待し、冠やリボンで飾ったが、エルピニケは近くへ歩み寄って言った。 「これは実に見事なことで、冠に値しますわね、ペリクレス。 あなたは、私の兄キモンのようにフェニキア人やメディア人と戦ってではなく、同盟者にして同胞の都市を征服して、大勢の優れた市民たちを私たちから奪って死なせたのですから。」
ταῦτα τῆς Ἐλπινίκης λεγούσης ὁ Περικλῆς μειδιάσας ἀτρέμα λέγεται τὸ τοῦ Ἀρχιλόχου πρὸς αὐτὴν εἰπεῖν· "οὐκ ἂν μύροισι γραῦς ἐοῦσʼ ἠλείφεο.2" θαυμαστὸν δέ τι καὶ μέγα φρονῆσαι καταπολεμήσαντα τοὺς Σαμίους φησὶν αὐτὸν ὁ Ἴων, ὡς τοῦ μὲν Ἀγαμέμνονος ἔτεσι δέκα βάρβαρον πόλιν, αὐτοῦ δὲ μησὶν ἐννέα τοὺς πρώτους καὶ δυνατωτάτους Ἰώνων ἑλόντος.
エルピニケがこう言うと、ペリクレスは静かに微笑み、彼女に向かってアルキロコスの句を口にしたと伝えられる。 「年老いた女でありながら、香油を塗りはしないだろうに。」 またイオーンによれば、彼はサモス人たちを打ち破ったことで、アガメムノンは蛮族の都市を十年かけて落としたが、自分はイオニア人の筆頭にして最強の者たちを九か月で討ち従えたとして、途方もない大いなる自負を抱いたという。
καὶ οὐκ ἦν ἄδικος ἡ ἀξίωσις, ἀλλʼ ὄντως πολλὴν ἀδηλότητα καὶ μέγαν ἔσχε κίνδυνον ὁ πόλεμος, εἴπερ, ὡς Θουκυδίδης φησί, παρʼ ἐλάχιστον ἦλθε3 Σαμίων ἡ πόλις ἀφελέσθαι τῆς θαλάττης τὸ κράτος Ἀθηναίους.
そしてその自負は不当なものではなかった。実にこの戦争は大きな不確実性と多大な危険を孕んでいたのであり、もしトゥキュディデスが言うように、サモスの都市があと少しでアテナイ人たちから制海権を奪うところであったとするなら、なおさらそう言えるのである。
- 28.2ὡς ἄρα τοὺς τριηράρχους
接続詞 ὡς に不確定・伝聞や反語的ニュアンスを添える小辞 ἄρα が後続し、「〜したなどと言われているが」という虚偽・疑わしい伝聞内容を導いている。前文の ἀλλʼ οὐδʼ ἀληθεύειν ἔοικεν(真実であるとも思われない)を受けて、否定・疑念の対象となる内容節を形成している。
- 28.5οὐκ ἂν μύροισι γραῦς ἐοῦσʼ ἠλείφεο
詩人アルキロコスの断片の引用。ἄν + 直説法未完了過去(ἠλείφεο、イオニア方言の未収縮形、アッティカ方言では ἠλείφου)で反実仮想文を構成している。「もし分別があるなら香油など塗らないだろうに」、転じて「年老いた身で若作り/出しゃばるものではない」という箴言的・皮肉的な戒めを表現している。
- 28.6παρʼ ἐλάχιστον ἦλθε
「παρʼ ἐλάχιστον ἦλθε + 不定詞」は「間一髪で〜しそうになる」「あと少しで〜するところであった」を意味する慣用構文。ここでは Σαμίων ἡ πόλις(サモス人の都市)が主語であり、不定詞 ἀφελέσθαι(奪うこと)を補足語として従えている。
