← プルタルコス

カミルス伝

§23.1-23.6

アルデアにおけるカミルスの決起とガリア軍夜襲

包囲の長期化に伴いガリア軍が分散して近郊の略奪に向かう中、アッカルデアに滞在していたカミルスは現地の青年と統治者を説得して兵を率い、油断して野営していた敵軍を夜襲して壊滅させた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§23.1

τῆς δὲ πολιορκίας μῆκος λαμβανούσης ἐπισιτισμοῦ τοῖς Γαλάταις ἔδει· καὶ διελόντες ἑαυτοὺς οἱ μὲν τῷ βασιλεῖ παραμένοντες ἐφρούρουν τὸ Καπιτώλιον, οἱ δὲ τὴν χώραν περιιόντες ἐλεηλάτουν καὶ τὰς κώμας ἐπόρθουν προσπίπτοντες, οὐχ ὁμοῦ πάντες, ἄλλοι δʼ ἄλλῃ καθʼ ἡγεμονίας καὶ συντάγματα, τῷ μέγα φρονεῖν ὑπὸ τῶν εὐτυχημάτων καὶ δεδιέναι μηδὲν ἀποσκιδνάμενοι.

包囲戦が長期化するにつれて、ガリア人たちには兵糧の補給が必要となった。そこで彼らは軍を二手に分かち、一部の者は王のもとに留まってカピトリウムを監視し、他方の者たちは近隣の地を巡回して略奪し、村落を襲撃して荒らし回った。全軍がまとまってではなく、成功によって驕り高ぶり何ものをも恐れなくなったために四散し、指揮官や部隊ごとに銘々勝手な方向へと向かったのである。

§23.2

τὸ δὲ πλεῖστον αὐτῶν καὶ μάλιστα συντεταγμένον ἐχώρει πρὸς τὴν Ἀρδεατῶν πόλιν, ἐν ᾗ διέτριβε Κάμιλλος ἀργῶν ταῖς πράξεσι μετὰ τὴν φυγὴν καὶ ἰδιωτεύων, ἐλπίδας δὲ λαμβάνων καὶ διαλογισμοὺς οὐχὶ τὸ λαθεῖν καὶ διαφυγεῖν τοὺς πολεμίους ἀγαπῶντος ἀνδρός, ἀλλʼ ὅπως, εἰ παραγένοιτο καιρὸς, ἀμυνεῖται σκοποῦντος.1

その中で最も兵数が多く、最もよく統率された部隊がアルデア人の都市へと進軍していた。そこにはカミルスが追放の後、公務から退いて一私人の生活を送りながら滞在していた。しかし彼は、敵から身を隠し逃れ去ることに満足するような男の思惑や思案を抱いていたのではなく、もし時機が巡ってきたなら、いかにして反撃すべきかを熟考していたのである。

§23.3

διὸ καὶ τοὺς Ἀρδεάτας ὁρῶν πλήθει μὲν ἱκανοὺς ὄντας, ἐνδεεῖς δὲ τόλμης διʼ ἀπειρίαν καὶ μαλακίαν τῶν στρατηγῶν, ἐνέβαλε λόγον εἰς τοὺς νέους πρῶτον, ὡς οὐ χρὴ τὴν Ῥωμαίων ἀτυχίαν ἀνδρείαν Κελτῶν νομίζειν, οὐδʼ ἃ κακῶς φρονήσασι συνέβη παθεῖν ἐκείνοις ἔργα τῶν οὐδὲν εἰς τὸ νικῆσαι παρασχόντων,2 ἀλλὰ τύχης ἐπίδειξιν ἡγεῖσθαι.

そのため彼は、アルデア人たちが人口においては十分でありながら、指揮官たちの経験不足と軟弱さゆえに勇敢さに欠けているのを見て、まず青年たちに言葉を投げかけた。すなわち、ローマ人たちの不運をケルト人の武勇と見なすべきではなく、思慮を欠いたあの者たちに降りかかった災難を、勝利に何ら貢献しなかった敵の功績と考えるべきでもなく、運命の気まぐれな顕現と見なすべきである、と。

§23.4

καλὸν μὲν οὖν εἶναι καὶ διὰ κινδύνων ἀπώσασθαι πόλεμον ἀλλόφυλον καὶ βαρβαρικόν, ᾧ τοῦ κρατεῖν πέρας, ὥσπερ τῷ πυρὶ, διαφθαρῆναι τὸ νικώμενον3 οὐ μὴν ἀλλὰ καὶ θαρροῦσι καὶ προθυμουμένοις αὐτοῖς ἀκίνδυνον ἐν καιρῷ τὴν νίκην παρέξειν. τούτους τοὺς λόγους τῶν νέων δεξαμένων ἐπὶ τοὺς ἄρχοντας ᾔει καὶ τοὺς προβούλους τῶν Ἀρδεατῶν ὁ Κάμιλλος. ὡς δὲ κἀκείνους συνέπεισεν, ὥπλισε τοὺς ἐν ἡλικίᾳ πάντας καὶ συνεῖχε τοῦ τείχους ἐντός, ἀγνοεῖσθαι βουλόμενος ὑπὸ τῶν πολεμίων ἐγγὺς ὄντων.

したがって、危険を冒してでも異民族かつ野蛮な敵との戦いを退けることは立派なことである。彼らにとって勝利の終着点とは、火にとってそうであるように、敗れた者が滅亡し尽くすことだからである。そればかりか、もし彼らが勇気を奮い起こし熱意を示すならば、〔自分が〕時機を得て彼らに危険のない勝利をもたらすであろう、と。青年たちがこの言葉を受け入れると、カミルスはアルデア人の支配者たちや評議員たちのもとへ赴いた。そして彼らをも説得すると、適齢の男子すべてを武装させ、城壁の内側に留め置いた。近くにいる敵に察知されないことを望んだからである。

§23.5

ἐπεὶ δὲ τὴν χώραν ἱππασάμενοι καὶ βαρεῖς ὄντες ὑπὸ πλήθους τῶν ἀγομένων καὶ φερομένων ἀμελῶς καὶ ὀλιγώρως ἐν τῷ πεδίῳ κατεστρατοπέδευσαν, ἐκ δὲ τούτου νὺξ ἐπῆλθε μεθύουσιν αὐτοῖς καὶ σιωπὴ κατέσχε τὸ στρατόπεδον, πυθόμενος ταῦτα παρὰ τῶν κατασκόπων ὁ Κάμιλλος ἐξῆγε τοὺς Ἀρδεάτας· καὶ διελθὼν καθʼ ἡσυχίαν τὸν μεταξὺ τόπον περὶ μέσας νύκτας προσέμιξε τῷ χάρακι κραυγῇ τε χρώμενος πολλῇ καὶ ταῖς σάλπιγξι πανταχόθεν ἐκταράττων ἀνθρώπους κακῶς ὑπὸ μέθης καὶ μόλις ἐκ τῶν ὕπνων ἀναφέροντας πρὸς τὸν θόρυβον.

ところが敵は、馬を乗り回して領地を荒らし回ったあげく、略奪した夥しい物資や家畜の重みに難儀しながら、平野に油断しきって無警戒に野営した。その後、彼らが酔いつぶれたところに夜が訪れ、陣営は静寂に包まれた。斥候からこの報告を受けたカミルスは、アルデア人たちを率いて出撃した。そして夜半頃、その間の道のりを静かに踏破して敵の防柵に迫ると、鬨の声を激しく上げ、角笛を吹き鳴らして、泥酔のために朦朧とし、その騒ぎで眠りから辛うじて覚めつつある男たちを四方八方から恐怖に陥れた。

§23.6

ὀλίγοι μὲν οὖν ἀνανήψαντες ἐν τῷ φόβῳ καὶ διασκευασάμενοι τοὺς περὶ τὸν Κάμιλλον ὑπέστησαν, ὥστʼ ἀμυνόμενοι πεσεῖν τοὺς δὲ πλείστους ἔτι κρατουμένους ὕπνῳ καὶ οἴνῳ καταλαμβάνοντες ἀνόπλους ἔκτεινον. ὅσοι δὲ νυκτὸς ἀπέδρασαν ἐκ τοῦ χάρακος οὐ πολλοί, τούτους μεθʼ ἡμέραν σποράδας ἐν τῇ χώρᾳ διαφερομένους ἐπελαύνοντες ἱππεῖς διέφθειρον.

そこで、恐怖の中で酔いを醒まして身支度を整え、カミルスの一隊に立ち向かった少数の者は、抗戦しつつ斃れたが、残りの大多数は、依然として眠りと酒に支配されているところを急襲され、武器も持たぬまま殺害された。夜のうちに陣営から逃亡した者たちも少数いたが、彼らも昼になると領内を散り散りに彷徨っているところを、騎兵の突撃を受けて掃討された。

構文注3 件
  1. 23.2ἐλπίδας δὲ λαμβάνων καὶ διαλογισμοὺς οὐχὶ τὸ λαθεῖν καὶ διαφυγεῖν τοὺς πολεμίους ἀγαπῶντος ἀνδρός, ἀλλʼ ὅπως, εἰ παραγένοιτο καιρὸς, ἀμυνεῖται σκοποῦντος

    名詞 ἐλπίδας καὶ διαλογισμοὺς に対し、限定修飾として属格分詞句 οὐχὶ ... ἀγαπῶντος ἀνδρός, ἀλλʼ ... σκοποῦντος(〜する男の思惑/思案)が係っている。ἀνδρός は性質・帰属を示す属格で、分詞 ἀγαπῶντος と σκοποῦντος はこれに一致している。

  2. 23.3οὐδʼ ἃ κακῶς φρονήσασι συνέβη παθεῖν ἐκείνοις ἔργα τῶν οὐδὲν εἰς τὸ νικῆσαι παρασχόντων

    間接話法節内の構文で、動詞 νομίζειν / ἡγεῖσθαι の目的語は関係代名詞節 ἃ κακῶς φρονήσασι συνέβη παθεῖν(判断を誤った者たちに降りかかった災難)であり、ἔργα(功績・仕業)がその述語対格、続く属格句 τῶν οὐδὲν εἰς τὸ νικῆσαι παρασχόντων(勝利に何ら寄与しなかった者たちの)が ἔργα に係る所有格である。

  3. 23.4ᾧ τοῦ κρατεῖν πέρας, ὥσπερ τῷ πυρὶ, διαφθαρῆναι τὸ νικώμενον

    関係代名詞 ᾧ(与格)は先行詞 πόλεμον を受け、「その戦争にとっては」という意味での所有・関係の与格。主語は不定詞句 διαφθαρῆναι τὸ νικώμενον(打ち負かされた者が滅ぼされること)であり、πέρας(極限・目的)が述語名詞として機能している(連辞 ἐστί の省略)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:23.1-23.6