← プルタルコス

カミルス伝

§21.1-21.2

アルビニウスの敬虔と運命を待つ長老たち

ウェスタの巫女たちの逃走の途上、平民アルビニウスが家族を車から降ろして巫女たちに提供し避難を助ける一方、市内に残った長老や神官たちは正装してフォルムの象牙の椅子に座り運命を待つ。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§21.1

τὰ δὲ κυριώτατα καὶ μέγιστα τῶν ἱερῶν αὗται λαβοῦσαι φυγῇ παρὰ τὸν ποταμὸν ἐποιοῦντο τὴν ἀποχώρησιν. ἐνταῦθα Λεύκιος Ἀλβίνιος ἀνὴρ δημοτικὸς ἐν τοῖς φεύγουσιν ἔτυχε τέκνα νήπια καὶ γυναῖκα μετὰ χρημάτων ἀναγκαίων ἐφʼ ἁμάξης ὑπεκκομίζων.1 ὡς δʼ εἶδε τὰς παρθένους ἐν τοῖς κόλποις φερούσας τὰ τῶν θεῶν ἱερά θεραπείας ἐρήμους παραπορευομένας καὶ κακοπαθούσας, ταχὺ τὴν γυναῖκα μετὰ τῶν παίδων καὶ τῶν χρημάτων καθελὼν ἀπὸ τῆς ἁμάξης ἐκείναις παρέδωκεν ἐπιβῆναι καὶ διαφυγεῖν2 εἴς τινα τῶν Ἑλληνίδων πόλεων.

彼女たちは聖なる品々のうち最も重要で最大のものを手に取り、逃れて川沿いに退却していった。そのとき、平民のルキウス・アルビニウスという男が、逃亡者たちに交じり、幼い子どもたちと妻を必需財産とともに荷車に乗せて運び出しているところであった。しかし、巫女たちが神々の聖物を懐に抱え、従者も連れずに通り過ぎ、難儀しているのを見るや、彼はただちに妻を子どもたちや財産ともども荷車から降ろし、彼女たちに、〔それに〕乗ってギリシア人の都市のいずれかへと逃れるよう荷車を譲り渡した。

§21.2

τὴν μὲν οὖν Ἀλβινίου πρὸς τὸ θεῖον εὐλάβειαν καὶ τιμὴν ἐν τοῖς ἐπισφαλεστάτοις καιροῖς ἐκφανῆ γενομένην οὐκ ἄξιον ἦν ἀμνημόνευτον παρελθεῖν. οἱ δὲ τῶν ἄλλων θεῶν ἱερεῖς οἵ τε γηραιοὶ τῶν ὑπατικῶν καὶ θριαμβικῶν ἀνδρῶν τὴν μὲν πόλιν ἐκλιπεῖν οὐχ ὑπέμειναν, ἱερὰς δὲ καὶ λαμπρὰς ἀναλαβόντες ἐσθῆτας, ἐξηγουμένου Φαβίου τοῦ ἀρχιερέως,3 ἐπευξάμενοι τοῖς θεοῖς, ὡς ἑαυτοὺς ὑπὲρ τῆς πατρίδος τῷ δαίμονι καθιεροῦντες,4 ἐπὶ τῶν ἐλεφαντίνων δίφρων ἐν ἀγορᾷ ἐκάθηντο κεκοσμημένοι, τὴν ἐπιοῦσαν τύχην ὑπομένοντες.

アルビニウスが最も危機的な時において示した神に対する敬虔と畏敬を、言及せずに見過ごすのはふさわしくない。一方、他の神々の神官たちや、執政官や凱旋将軍の経験者である長老たちは、都市を去ることに耐えられず、聖なる華麗な衣をまとい、大神官ファビウスが式文を先唱するもとで神々に祈りを捧げ、祖国のために自らを神霊に奉献するかのように、正装してフォルムの象牙の椅子に腰を下ろし、身に迫る運命を待ち受けていた。

構文注4 件
  1. 21.1ἔτυχε ... ὑπεκκομίζων

    動詞 τυγχάνω に補充的分詞 ὑπεκκομίζων が結びつき、「ちょうど〜しているところであった」「折よく/たまたま〜していた」という同時性・偶然性を表す構文。

  2. 21.1ἐκείναις παρέδωκεν ἐπιβῆναι καὶ διαφυγεῖν

    παρέδωκεν の直接目的語(荷車 τὴν ἅμαξαν)が直前の ἀπὸ τῆς ἁμάξης から了解され省略されている。後続する二つの不定詞 ἐπιβῆναι と διαφυγεῖν は、目的・結果を表す説明的不定詞(epexegetical infinitive)として機能している。

  3. 21.2ἐξηγουμένου Φαβίου τοῦ ἀρχιερέως

    属格独立構文。動詞 ἐξηγέομαι は宗教儀礼において「誓言・祈祷文の文句を先唱する・口授する」(ラテン語の praeire verbis / carmen に相当)という専門的な意味合いで用いられている。

  4. 21.2ὡς ἑαυτοὺς ὑπὲρ τῆς πατρίδος τῷ δαίμονι καθιεροῦντες

    接続詞 ὡς に分詞 καθιεροῦντες が結びつき、当事者たちの主観的な意図・心境、あるいは儀礼上の見立て(「祖国のために身を神霊に捧げるかのように」)を表す。これはローマの宗教慣行である自己犠牲の奉献(devotio)の観念を反映している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg011.humanitext-grc2:21.1-21.2