- 底本
- Plutarch. Plutarch's Lives, Vol. II. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻訳
- AI生成(gemini-3.8-flash) — 機械翻訳のため誤りを含む場合があります
- 言語
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:9.1-9.4
- 出力
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
テルモピュライ陥落を受けてギリシア艦隊が撤退する中、テミストクレスは石碑に文字を刻んでイオニア人の離反を謀る。一方、ペロポネソス諸邦が地峡防衛に固執してアッティカ防衛を拒んだため、アテナイ人は都市を放棄して船に移る苦渋の選択を迫られる。
τῶν μέντοι περὶ Θερμοπύλας εἰς τὸ Ἀρτεμίσιον ἀπαγγελλόντων πυθόμενοι1 Λεωνίδαν τε κεῖσθαι καὶ κρατεῖν Ξέρξην τῶν κατὰ γῆν παρόδων, εἴσω τῆς Ἑλλάδος ἀνεκομίζοντο, τῶν Ἀθηναίων ἐπὶ πᾶσι τεταγμένων διʼ ἀρετὴν καὶ μέγα τοῖς πεπραγμένοις φρονούντων. παραπλέων δὲ τὴν χώραν ὁ Θεμιστοκλῆς, ᾗπερ κατάρσεις ἀναγκαίας καὶ καταφυγὰς ἑώρα τοῖς πολεμίοις, ἐνεχάραττε κατὰ τῶν λίθων ἐπιφανῆ γράμματα, τοὺς μὲν εὑρίσκων ἀπὸ τύχης, τοὺς δʼ αὐτὸς ἱστὰς περὶ τὰ ναύλοχα καὶ τὰς ὑδρείας, ἐπισκήπτων Ἴωσι διὰ τῶν γραμμάτων, εἰ μὲν οἷόν τε, μετατάξασθαι πρὸς αὐτοὺς πατέρας ὄντας καὶ προκινδυνεύοντας ὑπὲρ τῆς ἐκείνων ἐλευθερίας, εἰ δὲ μή, κακοῦν τὸ βαρβαρικὸν ἐν ταῖς μάχαις καὶ συνταράττειν. ταῦτα δʼ ἤλπιζεν ἢ μεταστήσειν τοὺς Ἴωνας ἢ ταράξειν ὑποπτοτέρους τοῖς βαρβάροις γενομένους.
しかし、テルモピュライの事変をアルテミシオンへ報告しに来た者たちから、レオニダスが斃れ、クセルクセスが陸の通路を掌握したことを知ると、彼らはギリシアの内海へと撤退した。アテナイ勢はその武勇ゆえに殿に配置され、これまでの戦果に大いに胸を張っていた。テミストクレスは沿岸を航行しながら、敵にとって投錨や避難が不可欠と見られる場所で、石の上に目につきやすい文字を刻み込んだ。ある石は偶然に見つけ、ある石は自ら停泊地や給水場の周りに立てて、それらの文字を通じてイオニア人に命じた。もし可能ならば、父祖であり彼らの自由のために危険を冒している自分たちの側へ寝返るように、もしそれが叶わぬなら、戦闘において蛮族の軍を損ない、混乱に陥れるように、と。テミストクレスは、これによりイオニア人を味方に引き入れるか、あるいは彼らが蛮族から疑われるようになって混乱を生じさせることを期待していたのである。
Ξέρξου δὲ διὰ τῆς Δωρίδος ἄνωθεν ἐμβαλόντος εἰς τὴν Φωκίδα καὶ τὰ τῶν Φωκέων ἄστη πυρπολοῦντος οὐ προσήμυναν οἱ Ἕλληνες, καίπερ τῶν Ἀθηναίων δεομένων εἰς τὴν Βοιωτίαν ἀπαντῆσαι πρὸ τῆς Ἀττικῆς, ὥσπερ αὐτοὶ κατὰ θάλατταν ἐπʼ Ἀρτεμίσιον ἐβοήθησαν. μηδενὸς δʼ ὑπακούοντος αὐτοῖς, ἀλλὰ τῆς Πελοποννήσου περιεχομένων καὶ πᾶσαν ἐντὸς Ἰσθμοῦ τὴν δύναμιν ὡρμημένων συνάγειν, καὶ διατειχιζόντων τὸν Ἰσθμὸν εἰς θάλατταν ἐκ θαλάττης, ἅμα μὲν ὀργὴ τῆς προδοσίας εἶχε τοὺς Ἀθηναίους, ἅμα δὲ δυσθυμία καὶ κατήφεια μεμονωμένους. μάχεσθαι μὲν γὰρ οὐ διενοοῦντο μυριάσι στρατοῦ τοσαύταις· ὃ δʼ ἦν μόνον ἀναγκαῖον ἐν τῷ παρόντι, τὴν πόλιν ἀφέντας ἐμφῦναι ταῖς ναυσίν, οἱ πολλοὶ χαλεπῶς ἤκουον,2 ὡς μήτε νίκης δεόμενοι μήτε σωτηρίαν ἐπιστάμενοι θεῶν τε ἱερὰ καὶ πατέρων ἠρία προϊεμένων.3
一方、クセルクセスがドリスを経て高所からフォキスへと侵入し、フォキス人の町々を焼き払っても、ギリシア人たちは救援に赴かなかった。アテナイ人が、自分たちが海上でアルテミシオンへ救援に向かったのと同様に、アッティカの前衛であるボイオティアで迎撃するよう懇請したにもかかわらずである。誰一人として彼らの言うことに耳を貸さず、ペロポネソスに固執し、全戦力を地峡の内側に集結させようと逸り、地峡を海から海へと城壁で塞いでいたため、アテナイ人には裏切りに対する怒りとともに、孤立したことによる落胆と沈鬱が同時に襲いかかった。というのも、これほど膨大な数万の軍勢と戦う気にはなれなかったからである。そして、現在の状況で唯一やむを得ないこと、すなわち都市を放棄して船に乗り移ることを、民衆はひどく嫌がって聞き入れようとしなかった。神々の神殿や父祖の墓を見捨てるのであれば、勝利を求めることもなく、救いがあるとも思えなかったからである。
- 9.1τῶν μέντοι περὶ Θερμοπύλας εἰς τὸ Ἀρτεμίσιον ἀπαγγελλόντων πυθόμενοι
ἀπαγγελλόντων は名詞化された現在分詞属格複数で、情報源を表す属格として動詞 πυθόμενοι に直接係っている(「〜を報告してきた者たちから聞いて」)。後続の不定詞句 Λεωνίδαν τε κεῖσθαι καὶ κρατεῖν Ξέρξην... が πυνθάνομαι の伝達内容(対格不定詞構文)を形成する。
- 9.4ὃ δʼ ἦν μόνον ἀναγκαῖον ἐν τῷ παρόντι, τὴν πόλιν ἀφέντας ἐμφῦναι ταῖς ναυσίν, οἱ πολλοὶ χαλεπῶς ἤκουον
関係代名詞 ὃ が導く名詞節(ὃ δʼ ἦν μόνον ἀναγκαῖον ἐν τῷ παρόντι)は、後続の主動詞 ἤκουον の直接目的語として機能している。その具体的な指示内容として不定詞句 τὴν πόλιν ἀφέντας ἐμφῦναι ταῖς ναυσίν が同格(apposition)で置かれている。χαλεπῶς ἀκούω は「(命令や提案を)不快に受け止める、聞き入れるのをひどく嫌がる」の慣用表現。
- 9.4θεῶν τε ἱερὰ καὶ πατέρων ἠρία προϊεμένων
文脈上の動作主は主文の主語(οἱ πολλοί)と一致するが、主格ではなく属格独立構文(genitive absolute)として構成されている。これは条件的な意味(「もし神殿や先祖の墓を放棄することになるならば」)を際立たせるための構文的用法であり、前置する分詞(δεόμενοι, ἐπιστάμενοι)の理由・条件として機能している。
