← プルタルコス

テミストクレス伝

§23.1-23.4

パウサニアスの反逆とテミストクレスの告発

アルゴス追放中のテミストクレスは、パウサニアスの反逆発覚に伴い売国罪で告発され、書簡で自己弁護を行うもののアテナイ民衆は彼の逮捕と審判を決定する。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§23.1

ἐκπεσόντος δὲ τῆς πόλεως αὐτοῦ καὶ διατρίβοντος ἐν Ἄργει τὰ περὶ Παυσανίαν συμπεσόντα κατʼ ἐκείνου παρέσχε τοῖς ἐχθροῖς ἀφορμάς. ὁ δὲ γραψάμενος αὐτὸν προδοσίας1 Λεωβώτης ἦν ὁ Ἀλκμαίωνος Ἀγραυλῆθεν, ἅμα συνεπαιτιωμένων τῶν Σπαρτιατῶν. ὁ γὰρ Παυσανίας πράττων ἐκεῖνα δὴ τὰ περὶ τὴν προδοσίαν πρότερον μὲν ἀπεκρύπτετο τὸν Θεμιστοκλέα, καίπερ ὄντα φίλον·

彼が都市から追放されてアルゴスに滞在していたとき、パウサニアスの身に起こった出来事が、彼の政敵たちに彼に対する口実を与えることになった。彼を反逆罪で告発した者はアグラウレ区のアルクマイオンの子レオボテスであり、同時にスパルタ人たちも彼を共同で告発した。というのも、パウサニアスはあの反逆に関する企てを行っていた際、友であったにもかかわらず以前はテミストクレスにそれを隠していたからである。

§23.2

ὡς δʼ εἶδεν ἐκπεπτωκότα τῆς πολιτείας καὶ φέροντα χαλεπῶς ἐθάρσησεν ἐπὶ τὴν κοινωνίαν τῶν πραττομένων παρακαλεῖν, γράμματα τοῦ βασιλέως ἐπιδεικνύμενος αὐτῷ καὶ παροξύνων ἐπὶ τοὺς Ἕλληνας ὡς πονηροὺς καὶ ἀχαρίστους. ὁ δὲ τὴν μὲν δέησιν ἀπετρίψατο τοῦ Παυσανίου καὶ τὴν κοινωνίαν ὅλως ἀπείπατο, πρὸς οὐδένα δὲ τοὺς λόγους ἐξήνεγκεν οὐδὲ κατεμήνυσε τὴν πρᾶξιν, εἴτε παύσεσθαι προσδοκῶν αὐτόν, εἴτʼ ἄλλως καταφανῆ γενήσεσθαι σὺν οὐδενὶ λογισμῷ πραγμάτων ἀτόπων καὶ παραβόλων ὀρεγόμενον.

しかし、彼が国制から放逐され、それを苦々しく思っているのを見ると、王からの書簡を彼に見せ、ギリシア人たちは不正で恩知らずであるとして反感を煽りながら、その企てへの加担へと誘いかける勇気を奮い起こした。だがテミストクレスはパウサニアスの請願を退け、その加担を断固として拒絶したが、その言葉を誰にも漏らさず、その企てを密告することもなかった。彼が思いとどまるのを期待していたのか、あるいは、無謀にも奇怪で危険極まりない企てを求めている以上、いずれにせよ露見するだろうと考えていたかのどちらかであった。

§23.3

οὕτω δὴ τοῦ Παυσανίου θανατωθέντος ἐπιστολαί τινες ἀνευρεθεῖσαι καὶ γράμματα περὶ τούτων εἰς ὑποψίαν ἐνέβαλον τὸν Θεμιστοκλέα· καὶ κατεβόων μὲν αὐτοῦ Λακεδαιμόνιοι, κατηγόρουν δʼ οἱ φθονοῦντες τῶν πολιτῶν, οὐ παρόντος, ἀλλὰ διὰ γραμμάτων ἀπολογουμένου μάλιστα ταῖς προτέραις κατηγορίαις.2

こうしてパウサニアスが処刑されたとき、発見された幾通かの手紙やこれらの事柄に関する文書がテミストクレスに嫌疑を投げかけることになった。そしてラケダイモン人たちは彼を糾弾し、嫉妬する市民たちも彼を告発したが、彼はその場におらず、書簡を通じて、主として以前の告発に対して弁明を行っていた。

§23.4

διαβαλλόμενος γὰρ ὑπὸ τῶν ἐχθρῶν πρὸς τοὺς πολίτας ἔγραφεν, ὡς ἄρχειν μὲν ἀεὶ ζητῶν, ἄρχεσθαι δὲ μὴ πεφυκὼς μηδὲ βουλόμενος, οὐκ ἄν ποτε βαρβάροις αὑτὸν οὐδὲ πολεμίοις ἀποδόσθαι3 μετὰ τῆς Ἑλλάδος. οὐ μὴν ἀλλὰ συμπεισθεὶς ὑπὸ τῶν κατηγορούντων ὁ δῆμος ἔπεμψεν ἄνδρας, οἷς εἴρητο συλλαμβάνειν καὶ ἀνάγειν4 αὐτὸν κριθησόμενον ἐν τοῖς Ἕλλησιν.

なぜなら彼は、政敵たちによって中傷されると、市民たちに向けて手紙を書き、自分は常に支配することを求めており、支配されるような生まれつきでもなく、またそれを望みもしないのだから、ギリシア諸国もろとも自らを異民族や敵に売り渡すはずなど決してなかったのだと主張していたからである。だがそれにもかかわらず、告発者たちに説得された民衆は、彼を捕縛し、ギリシア人たちの前で裁かせるために連行するよう命じられた男たちを派遣した。

構文注4 件
  1. 23.1ὁ δὲ γραψάμενος αὐτὸν προδοσίας

    中動態 γράφομαί τινα は公的訴訟において告発することを意味し、罪状・罪名は属格 προδοσίας(犯罪・告発の属格)で示される。直訳すれば「彼を反逆の廉で告発した者」。

  2. 23.3ἀπολογουμένου μάλιστα ταῖς προτέραις κατηγορίαις

    与格 ταῖς προτέραις κατηγορίαις は、動詞 ἀπολογέομαι の相手方・対抗対象を表す与格(「以前の非難に対して弁明して」)。手段の与格ではなく、「弁明の対象となる告発内容」を指している。

  3. 23.4ὡς ἄρχειν μὲν ἀεὶ ζητῶν, ἄρχεσθαι δὲ μὴ πεφυκὼς μηδὲ βουλόμενος, οὐκ ἄν ποτε βαρβάροις αὑτὸν οὐδὲ πολεμίοις ἀποδόσθαι

    ἔγραφεν に対する間接話法節で、接続詞 ὡς のあとに直説法ではなく不定詞+ἄν(ἀποδόσθαι ἄν)が用いられている(ὡς 節と対格不定詞構文の混交)。分詞 ζητῶν と πεφυκὼς μηδὲ βουλόμενος は主格で、不定詞の意味上の主語(書簡の書き手テミストクレス自身)に一致している。ἄν+不定詞は「身を売るようなことは決してなかったはずだ」という反実仮想あるいは潜在的断定を表す。

  4. 23.4οἷς εἴρητο συλλαμβάνειν καὶ ἀνάγειν

    関係詞 οἷς は完了受動態非人称構文(または代名詞与格を受ける受動構文) εἴρητο に係る与格。「〜するよう命令されていた男たち」を意味する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:23.1-23.4