← プルタルコス

テミストクレス伝

§19.1-19.4

アテナイ城壁の再建とペイライエウスの整備

テミストクレスはスパルタを欺いてアテナイの城壁を再建させ、さらにペイライエウスを整備して海洋国家化を推進し、民衆の勢力を伸長させた。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§19.1

γενόμενος δʼ ἀπὸ τῶν πράξεων ἐκείνων1 εὐθὺς ἐπεχείρει τὴν πόλιν ἀνοικοδομεῖν καὶ τειχίζειν, ὡς μὲν ἱστορεῖ Θεόπομπος, χρήμασι πείσας μὴ ἐναντιωθῆναι τοὺς ἐφόρους, ὡς δʼ οἱ πλεῖστοι, παρακρουσάμενος. ἧκε μὲν γὰρ εἰς Σπάρτην ὄνομα πρεσβείας ἐπιγραψάμενος· ἐγκαλούντων δὲ τῶν Σπαρτιατῶν, ὅτι τειχίζουσι τὸ ἄστυ, καὶ Πολυάρχου κατηγοροῦντος ἐπίτηδες ἐξ Αἰγίνης ἀποσταλέντος, ἠρνεῖτο καὶ πέμπειν ἐκέλευεν εἰς Ἀθήνας τοὺς κατοψομένους, ἅμα μὲν ἐμβάλλων τῷ τειχισμῷ χρόνον ἐκ τῆς διατριβῆς, ἅμα δὲ βουλόμενος ἀντʼ αὐτοῦ τοὺς πεμπομένους ὑπάρχειν τοῖς Ἀθηναίοις.2 ὃ καὶ συνέβη· γνόντες γὰρ οἱ Λακεδαιμόνιοι τὸ ἀληθὲς οὐκ ἠδίκησαν αὐτόν, ἀλλʼ ἀδήλως χαλεπαίνοντες ἀπέπεμψαν. ἐκ δὲ τούτου τὸν Πειραιᾶ κατεσκεύαζε, τὴν τῶν λιμένων εὐφυΐαν κατανοήσας καὶ τὴν πόλιν ὅλην ἁρμοττόμενος πρὸς τὴν θάλατταν, καὶ τρόπον τινὰ τοῖς παλαιοῖς βασιλεῦσι τῶν Ἀθηναίων ἀντιπολιτευόμενος.

それらの事績を終えると、彼は直ちに都市の再建と城壁の構築に着手したが、テオポンポスが記すところでは金銭によってエポロスたちを説得して反対させないようにしたといい、大半の者が記すところでは騙し通したのだという。というのも、彼は使節という名目を掲げてスパルタに赴いたからである。そして、アテナイ人が町に城壁を築いているとスパルタ人たちが告発し、またアイギナから特段に派遣されたポリアルコスが告発すると、彼はこれを否定し、視察する者たちをアテナイへ送るように要求した。これは城壁構築のために引き延ばしによって時間を与えるとともに、送られる者たちが自らの身代わりにアテナイ人たちにとって人質となることを望んだためでもあった。そしてそれは実際にその通りとなった。なぜならラケダイモン人たちは真実を知ったものの、彼に害を加えることはせず、表面には出さず憤慨しながらも送り返したからである。 これに続いて彼は、港の好条件を悟り、都市全体を海に適合させ、ある意味でアテナイの歴代の古王たちの政策に反対するようにして、ペイライエウスを整備した。

§19.3

ἐκεῖνοι μὲν γάρ, ὡς λέγεται, πραγματευόμενοι τοὺς πολίτας ἀποσπάσαι τῆς θαλάττης καὶ συνεθίσαι ζῆν μὴ πλέοντας, ἀλλὰ τὴν χώραν φυτεύοντας, τὸν περὶ τῆς Ἀθηνᾶς διέδοσαν λόγον, ὡς ἐρίσαντα περὶ τῆς χώρας τὸν Ποσειδῶ δείξασα τὴν μορίαν τοῖς δικασταῖς ἐνίκησε.3 Θεμιστοκλῆς δʼ οὐχ, ὡς Ἀριστοφάνης ὁ κωμικὸς λέγει, τῇ πόλει τὸν Πειραιᾶ προσέμαξεν, ἀλλὰ τὴν πόλιν ἐξῆψε τοῦ Πειραιῶς καὶ τὴν γῆν τῆς θαλάττης·

というのも、かの王たちは、語り伝えられるところによれば、市民たちを海から引き離し、航海するのではなく国土に作物を植えて生活することに慣れさせようと努めて、アテナについての伝承を広めたからである。すなわちアテナは国土をめぐって争ったポセイドンに対し、裁判人たちに聖なるオリーブの木を示して勝利したというものである。しかしテミストクレスは、喜劇詩人アリストパネスが言うようにペイライエウスを都市に練り合わせたのではなく、都市をペイライエウスに、大地を海に結びつけたのである。

§19.4

ὅθεν καὶ τὸν δῆμον ηὔξησε κατὰ τῶν ἀρίστων καὶ θράσους ἐνέπλησεν, εἰς ναύτας καὶ κελευστὰς καὶ κυβερνήτας τῆς δυνάμεως ἀφικομένης. διὸ καὶ τὸ βῆμα τὸ ἐν Πνυκὶ πεποιημένον ὥστʼ ἀποβλέπειν πρὸς τὴν θάλασσαν ὕστερον οἱ τριάκοντα πρὸς τὴν χώραν ἀπέστρεψαν, οἰόμενοι τὴν μὲν κατὰ θάλατταν ἀρχὴν γένεσιν εἶναι δημοκρατίας, ὀλιγαρχίᾳ δʼ ἧττον δυσχεραίνειν τοὺς γεωργοῦντας.

そこから彼は最良の階層に対抗して民衆の勢力を伸長させ、気概に満ちあふれさせた。権力が漕ぎ手や合図係、舵手たちの手に渡ったからである。それゆえにプニュクスに海を望むように造られていた演壇を、後に三十人政権は内陸の国土に向くように方向を変えた。彼らは海上の支配権こそが民主政の起源であり、農業を営む者たちは寡頭政に対して不満を抱くことがより少ないと考えたからである。

構文注3 件
  1. 19.1γενόμενος δʼ ἀπὸ τῶν πράξεων ἐκείνων

    前置詞句 ἀπὸ τῶν πράξεων ἐκείνων を伴う γίγνεσθαι は、「〜から離れる」「〜を終える・片付ける」という慣用的表現。直前の章で語られた対ペルシア戦後の言行や事績の一連の区切りを示す。

  2. 19.2ἀντʼ αὐτοῦ τοὺς πεμπομένους ὑπάρχειν τοῖς Ἀθηναίοις

    βούλομαι の目的語節を成す対格不定詞構文。τοὺς πεμπομένους が不定詞 ὑπάρχειν の意味上の主語であり、「派遣される者たちが彼の代わりにアテナイ人たちにとって(手駒/人質として)手元にあること」を意味する。述語名詞「人質(ὅμηροι)」などは明示されていないが、文脈上 ὑπάρχειν は安全保障としての存在を指す。

  3. 19.3ἐρίσαντα περὶ τῆς χώρας τὸν Ποσειδῶ δείξασα τὴν μορίαν τοῖς δικασταῖς ἐνίκησε

    主動詞 ἐνίκησε に対し、前置された対格 τὸν Ποσειδῶ が目的語であり、一致するアオリスト分詞 ἐρίσαντα が係っている(「国土をめぐって争ったポセイドンに……勝利した」)。主語のアテナ(先行文の Ἀθηνᾶς を受ける女性単数)は分詞 δείξασα(「示して」)に表れている。語順の倒置と関係語の配置に注意を要する。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg010.humanitext-grc2:19.1-19.4