← プルタルコス

ソロン伝

§7.1-7.4

喪失の恐怖による独身論への批判と理性

喪失の恐怖から結婚や獲得を避ける態度が批判され、愛する傾向を持つ魂が理性による鍛錬を欠くときに過度の悲嘆に陥る様と、理性こそが真の防壁であるべきことが説かれる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§7.1

ἄτοπος δὲ καὶ ἀγεννὴς ὁ τῷ φόβῳ τῆς ἀποβολῆς τὴν κτῆσιν ὧν χρὴ προϊέμενος· οὕτω γὰρ ἄν τις οὐ πλοῦτον, οὐ δόξαν, οὐ σοφίαν ἀγαπήσειε παραγενομένην, δεδιὼς στέρεσθαι. καὶ γὰρ ἀρετήν, ἧς κτῆμα μεῖζον οὐδὲν οὐδʼ ἥδιον, ἐξισταμένην ὑπὸ νόσων καὶ φαρμάκων ὁρῶμεν· αὐτῷ τε Θαλῇ μὴ γήμαντι πλέον οὐδὲν εἰς ἀφοβίαν, εἰ μὴ καὶ φίλων κτῆσιν ἔφυγε καὶ οἰκείων καὶ πατρίδος.1

しかし、失うことへの恐怖から、持つべきものの獲得を投げ出してしまう者は奇妙であり卑屈である。そうであれば、人は富も名声も、目の前に現れた知恵さえも、失うことを恐れて愛好しないことになってしまうだろう。実際、それより大きく心地よい所有物のない徳でさえも、病や薬物によって失われていくのを我々は目にしている。またタレス自身にとっても、友人や親族や祖国の獲得をも逃れるのでなければ、結婚しなかったところで恐怖からの解放にとっては何の足しにもならない。

§7.2

ἀλλὰ καὶ παῖδα θετὸν ἔσχε ποιησάμενος αὐτὸς τὸν τῆς ἀδελφῆς, ὥς φασι, Κύβισθον. ἐχούσης γάρ τι τῆς ψυχῆς ἀγαπητικὸν ἐν ἑαυτῇ καὶ πεφυκυίας, ὥσπερ αἰσθάνεσθαι καὶ διανοεῖσθαι καὶ μνημονεύειν, οὕτω καὶ φιλεῖν, ἐνδύεταί τι τούτῳ καὶ προσφύεται τῶν ἐκτὸς οἷς οἰκεῖον οὐδέν ἐστιν,2 καὶ καθάπερ οἶκον ἢ χώραν γνησίων ἔρημον διαδόχων, τὸ φιλόστοργον ἀλλότριοι καὶ νόθοι παῖδες ἢ θεράποντες εἰσοικισάμενοι καὶ καταλαβόντες ἅμα τῷ φιλεῖν τὸ φροντίζειν καὶ δεδιέναι περὶ αὐτῶν ἐνεποίησαν.

それどころか彼は、人々が語るように、自ら妹の息子キュビストスを養子にして持っていたのである。なぜなら、魂には自らの内に何かを愛する性質があり、感覚し、思索し、記憶するのと同じように、人を愛するように生まれついているので、親族の縁が何もない部外者のうちのある者が、この愛の性質に入り込み付着するのである。そして、ちょうど正当な継承者を欠く家や土地のように、他人の子供や私生児、あるいは下僕たちが情愛の心に入り込み占拠して、愛することとともに彼らに対する配慮や恐れを植え付けるのである。

§7.3

ὥστʼ ἴδοις ἂν ἀνθρώπους στερροτέρᾳ τῇ φύσει περὶ γάμου καὶ γενέσεως παίδων διαλεγομένους, εἶτα τοὺς αὐτοὺς ἐπὶ παισὶν οἰκοτρίβων ἢ θρέμμασι παλλακῶν νοσοῦσι καὶ θνήσκουσι παρατεινομένους πόθῳ καὶ φωνὰς ἀγεννεῖς ἀφιέντας. ἔνιοι δὲ καὶ κυνῶν θανάτῳ καὶ ἵππων αἰσχρῶς καὶ ἀβιώτως ὑπὸ λύπης διετέθησαν. ἀλλʼ ἕτεροί γε παῖδας ἀγαθοὺς ἀποβαλόντες οὐδὲν ἔπαθον δεινὸν οὐδʼ ἐποίησαν αἰσχρόν, ἀλλὰ καὶ χρώμενοι τῷ λοιπῷ βίῳ κατὰ λόγον διετέλεσαν.

それゆえ、結婚や子作りについては厳格な気概で論じていながら、その同じ人々が家僕の子供たちや妾の子らが病気になったり死んだりすると、悲嘆に打ちひしがれて卑屈な声を放つのを目にすることがある。ある者などは、犬や馬の死に際しても、悲しみのあまり恥ずべき耐え難い取り乱し方をした。しかし別の者たちは、優れた子供たちを失っても、何ら無様な目に遭わず、恥ずべき行いもせず、残りの生涯をも理性に即して過ごし続けたのである。

§7.4

ἀσθένεια γάρ, οὐκ εὔνοια, λύπας ἀπεράντους ἐπάγεται καὶ φόβους ἀνθρώποις ἀνασκήτοις ὑπὸ λόγου πρὸς τύχην, οἷς οὐδʼ ἀπόλαυσις ἐγγίνεται τοῦ ποθουμένου παρόντος, τοῦ μέλλοντος ὠδῖνας ἀεὶ καὶ τρόμους καὶ ἀγῶνας, εἰ στερήσονται, παρέχοντος αὐτοῖς.3 δεῖ δὲ μήτε πενίᾳ πρὸς χρημάτων πεφράχθαι στέρησιν μήτε ἀφιλίᾳ πρὸς φίλων ἀποβολὴν μήτʼ ἀπαιδίᾳ πρὸς τέκνων θάνατον, ἀλλὰ τῷ λογισμῷ πρὸς πάντα. καὶ ταῦτα μέν, ὡς ἐν τῷ παρόντι, πλείονα τῶν ἱκανῶν.

というのも、理性によって運命に立ち向かう訓練を怠った人々に、果てしない悲嘆や恐怖をもたらすのは愛着ではなく弱さなのであり、そのような人々には、望むものが現にあっても享受できず、将来が常に彼らに、奪われるのではないかという苦痛、震え、悶えをもたらすからである。人は財産の喪失に対しては貧困によって、友人の喪失に対しては無縁によって、子供の死に対しては無子によって防護されるべきではなく、すべてに対して理性によって防護されるべきである。もっとも、現下の話題としては、この議論は十分すぎるほど長くなった。

構文注3 件
  1. 7.1αὐτῷ τε Θαλῇ μὴ γήμαντι πλέον οὐδὲν εἰς ἀφοβίαν, εἰ μὴ καὶ φίλων κτῆσιν ἔφυγε καὶ οἰκείων καὶ πατρίδος.

    述語動詞(ἦν または ἐστί)が省略された文。μὴ γήμαντι は与格の分詞で、譲歩・仮定の意味(「たとえ結婚しなかったとしても」「結婚しないことによって」)を含み、αὐτῷ Θαλῇ と一致する。πλέον οὐδὲν (sc. ἦν) は「何らの足し(益)にもならなかった」を意味し、後続の条件節 εἰ μὴ καὶ...(〜も逃れたのでない限り)と相まって、「結婚を避けるだけでは恐怖からの解放には無意味である」という論旨を構成している。

  2. 7.2ἐχούσης γάρ τι τῆς ψυχῆς ἀγαπητικὸν ἐν ἑαυτῇ καὶ πεφυκυίας, ὥσπερ αἰσθάνεσθαι καὶ διανοεῖσθαι καὶ μνημονεύειν, οὕτω καὶ φιλεῖν, ἐνδύεταί τι τούτῳ καὶ προσφύεται τῶν ἐκτὸς οἷς οἰκεῖον οὐδέν ἐστιν,

    文頭は ἐχούσης... πεφυκυίας... と τῆς ψυχῆς に係わる属格絶対構文。主節の主語は τῶν ἐκτὸς(部分属格)によって限定された不定代名詞 τι(人称的意味で「部外者のうちのある者」)、動詞は ἐνδύεται... καὶ προσφύεται。τούτῳ は前出の愛好する能力・感情(τι ... ἀγαπητικόν)を指す指示代名詞(与格)。関係節 οἷς οἰκεῖον οὐδέν ἐστιν は τῶν ἐκτὸς を修飾し、「肉親関係を一切持たない者たち」を表す。

  3. 7.4οἷς οὐδʼ ἀπόλαυσις ἐγγίνεται τοῦ ποθουμένου παρόντος, τοῦ μέλλοντος ὠδῖνας ἀεὶ καὶ τρόμους καὶ ἀγῶνας, εἰ στερήσονται, παρέχοντος αὐτοῖς.

    οἷς は先行詞 ἀνθρώποις を受ける関係代名詞(間接目的の与格)。主節の主語は ἀπόλαυσις。後半には二つの対比的な属格絶対構文が置かれている。第一は τοῦ ποθουμένου παρόντος(望まれるものが現前しているときでさえ)、第二は τοῦ μέλλοντος ... παρέχοντος(未来のことが〜をもたらすとき)。εἰ στερήσονται は間接疑問または懸念を表す条件節(「もし失うことになれば」)。「現在享受すべきときにも、将来の喪失への恐怖が先行して楽しむことができない」心理を表現している。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:7.1-7.4