← プルタルコス

ソロン伝

§13.1-13.3

アテナイの三派対立と負債による階級闘争

キュロン事件の収束後、アテナイは地域に基づく三派の党争と深刻な負債問題による貧富の対立に直面し、民衆の間で指導者を擁立して土地再分配と体制変革を求める動きが生じる。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§13.1

οἱ δʼ Ἀθηναῖοι τῆς Κυλωνείου πεπαυμένης ταραχῆς καὶ μεθεστώτων, ὥσπερ εἴρηται, τῶν ἐναγῶν, τὴν παλαιᾶν αὖθις στάσιν ὑπὲρ τῆς πολιτείας ἐστασίαζον, ὅσας ἡ χώρα διαφορὰς εἶχεν, εἰς τοσαῦτα μέρη τῆς πόλεως διαστάσης.1 ἦν γὰρ τὸ μὲν τῶν Διακρίων γένος δημοκρατικώτατον, ὀλιγαρχικώτατον δὲ τὸ τῶν Πεδιέων· τρίτοι δʼ οἱ Πάραλοι μέσον τινὰ καὶ μεμιγμένον αἱρούμενοι πολιτείας τρόπον, ἐμποδὼν ἦσαν καὶ διεκώλυον τοὺς ἑτέρους κρατῆσαι.

アテナイ人たちは、キュロンの騒乱が収まり、すでに述べたように呪われし者たちが追放されたのち、再びかつての国制をめぐる党派争いに突入した。その土地が持っていた地域的差異の数だけ、ポリスが分断されたのである。すなわち、高地派の人々は最も民主的であり、平地派の人々は最も寡頭的であった。そして第三勢力である海岸派の人々は、中間的で混成的な国制を望み、障害となって他の二派のいずれかが覇権を握るのを阻止していた。

§13.2

τότε δὲ τῆς τῶν πενήτων πρὸς τοὺς πλουσίους ἀνωμαλίας ὥσπερ ἀκμὴν λαβούσης παντάπασιν ἐπισφαλῶς ἡ πόλις διέκειτο, καὶ μόνως ἂν ἐδόκει καταστῆναι καὶ παύσασθαι ταραττομένη τυραννίδος γενομένης.2 ἅπας μὲν γὰρ ὁ δῆμος ἦν ὑπόχρεως τῶν πλουσίων. ἢ γὰρ ἐγεώργουν ἐκείνοις ἕκτα τῶν γινομένων τελοῦντες, ἑκτημόριοι προσαγορευόμενοι καὶ θῆτες, ἢ χρέα λαμβάνοντες ἐπὶ τοῖς σώμασιν ἀγώγιμοι τοῖς δανείζουσιν ἦσαν, οἱ μὲν αὐτοῦ δουλεύοντες, οἱ δʼ ἐπὶ τὴν ξένην πιπρασκόμενοι.

そのころ、富裕層に対する貧困層の格差がいわば頂点に達し、ポリスは完全に危機的な状態にあり、僭主政治が樹立されることによってのみ混乱が収まり平穏を取り戻せるかのように見えた。というのも、民衆はみな富裕層に借金を背負っていたからである。彼らは収穫の六分の一を納めて富裕層のために土地を耕作し、ヘクテモリオイやテテスと呼ばれていたか、あるいは身体を抵当に借金をして債権者によって身柄を差し押さえられうる状態にあり、ある者はその地で奴隷となり、ある者は他国へと売り飛ばされていた。

§13.3

πολλοὶ δὲ καὶ παῖδας ἰδίους ἠναγκάζοντο πωλεῖν (οὐδεὶς γὰρ νόμος ἐκώλυε) καὶ τὴν πόλιν φεύγειν διὰ τὴν χαλεπότητα τῶν δανειστῶν. οἱ δὲ πλεῖστοι καὶ ῥωμαλεώτατοι συνίσταντο καὶ παρεκάλουν ἀλλήλους μὴ περιορᾶν, ἀλλʼ ἑλομένους ἕνα προστάτην ἄνδρα πιστὸν ἀφελέσθαι τοὺς ὑπερημέρους3 καὶ τὴν γῆν ἀναδάσασθαι καὶ ὅλως μεταστῆσαι τὴν πολιτείαν.

また多くの者は、債権者たちの過酷さゆえに、自らの子供たちを売ること(いかなる法律もこれを禁じていなかった)や、ポリスから逃亡することを余儀なくされていた。しかし、多数派にして最も血気盛んな者たちは結託し、事態を傍観することなく、信頼できる一人の指導者を選び出して、期限を過ぎた債務者たちを救済し、土地を再分割して、国制を根底から変革しようと互いに呼びかけ合った。

構文注3 件
  1. 13.1ὅσας ἡ χώρα διαφορὰς εἶχεν, εἰς τοσαῦτα μέρη τῆς πόλεως διαστάσης

    相関代名詞 ὅσας と相関指示詞 εἰς τοσαῦτα による相関構文に、属格独立構文(διαστάσης)が組み合わさった構造。先行詞 διαφορὰς が関係節内に繰り込まれており、「土地が持っていた差異の数と同じだけの部分にポリスが分裂した」という強い地域的・党派的分断の対応関係を示している。

  2. 13.2μόνως ἂν ἐδόκει καταστῆναι καὶ παύσασθαι ταραττομένη τυραννίδος γενομένης

    小辞 ἄν は不定詞 καταστῆναι および παύσασθαι に係り、間接話法における潜在・条件文の帰結節を形成している(直説法または希求法+ἄν の代替)。これに対し属格独立構文 τυραννίδος γενομένης が条件節(protasis,「もし僭主政治が生じるならば」)として機能している。

  3. 13.3ἀλλʼ ἑλομένους ἕνα προστάτην ἄνδρα πιστὸν ἀφελέσθαι τοὺς ὑπερημέρους

    対格分詞 ἑλομένους は、παρεκάλουν の間接話法・命令的従属節を構成する不定詞 ἀφελέσθαι の意味上の主語となっている。主節の主格主語ではなく、前文の対格目的語 ἀλλήλους(互いに呼びかけ合う対象)に一致し、不定詞節の主語として対格が採られている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:13.1-13.3