← プルタルコス

リュクルゴス伝

§6.1-6.4

大レートラーの文面と後世の追加条項

リュクルゴスがデルポイから持ち帰った「大レートラー」の文面が引用され、部族・オーバーの制定、元老院と民会の権限配分、集会地の規定が解説される。さらに、後に民衆の専横を抑制するために二人の王によって追加された条項と、それを裏付けるティルタイオスの詩が示される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§6.1

οὕτω δὲ περὶ ταύτην ἐσπούδασε τὴν ἀρχὴν ὁ Λυκοῦργος ὥστε μαντείαν ἐκ Δελφῶν κομίσαι περὶ αὐτῆς, ἣν ῥήτραν καλοῦσιν. ἔχει δὲ οὕτως· Διὸς Συλλανίου καὶ Ἀθανᾶς Συλλανίας ἱερὸν ἱδρυσάμενον, φυλὰς φυλάξαντα καὶ ὠβὰς ὠβάξαντα, τριάκοντα γερουσίαν σὺν ἀρχαγέταις καταστήσαντα, ὥρας ἐξ ὥρας ἀπελλάζειν1 μεταξὺ Βαβύκας τε καὶ Κνακιῶνος, οὕτως εἰσφέρειν τε καὶ ἀφίστασθαι δάμῳ δὲ τὰν κυρίαν ἦμεν καὶ κράτος2 ἐν τούτοις τὸ μὲν φυλὰς φυλάξαι καὶ ὠβὰς ὠβάξαι διελεῖν ἐστι καὶ κατανεῖμαι τὸ πλῆθος εἰς μερίδας, ὧν τὰς μὲν φυλάς, τὰς δὲ ὠβὰς προσηγόρευκεν. ἀρχαγέται δὲ οἱ βασιλεῖς λέγονται, τὸ δὲ ἀπελλάζειν ἐκκλησιάζειν· ὅτι τὴν ἀρχὴν καὶ τὴν αἰτίαν τῆς πολιτείας εἰς τὸν Πύθιον ἀνῆψε. τὴν δὲ Βαβύκαν Χείμαρρος, καὶ τὸν Κνακιῶνα νῦν Οἰνοῦντα προσαγορεύουσιν· Ἀριστοτέλης δὲ τὸν μὲν Κνακιῶνα ποταμόν, τὴν δὲ Βαβύκαν γέφυραν.

リュクルゴスはこの官職に対して極めて熱心であったため、それについてデルポイから神託を持ち帰ったほどであった。人々はその神託を「レートラー」と呼んでいる。それは次のようなものである。 「シュラニオスのゼウスとシュラニアのアテナの神殿を建立し、部族に区分し、オーバーに区分し、指導者たちとともに三十名の長老会を設置したうえで、季節から季節へとバビュカとクナキオンの間で民会を開き、そのようにして議案を提出し解散すべし。だが、決定権と支配力は民衆にあるべし」これらのうち、「部族に区分し、オーバーに区分する」とは、民衆をいくつかの区分に分割し配分することであり、そのうちあるものを「部族」、あるものを「オーバー」と呼んだのである。「指導者たち」とは王たちのことであり、「民会を開く」とは集会を行うことである。それは彼が国制の起源と原因をピュティオスのアポロンに帰したからである。人々はバビュカをケイマロス、クナキオンを現在オイヌースと呼んでいる。しかしアリストテレスはクナキオンを川、バビュカを橋であるとしている。

§6.3

ἐν μέσῳ δὲ τούτων τὰς ἐκκλησίας ἦγον, οὔτε παστάδων οὐσῶν οὔτε ἄλλης τινὸς κατασκευῆς, οὐθὲν γάρ ᾤετο ταῦτα πρὸς εὐβουλίαν εἶναι, μᾶλλον δὲ βλάπτειν, φλυαρώδεις ἀπεργαζόμενα καὶ χαύνους φρονήματι κενῷ τὰς διανοίας τῶν συμπορευομένων, ὅταν εἰς ἀγάλματα καὶ γραφὰς ἢ προσκήνια θεάτρων ἢ στέγας βουλευτηρίων ἠσκημένας περιττῶς ἐκκλησιάζοντες ἀποβλέπωσι. τοῦ δὲ πλήθους ἀθροισθέντος εἰπεῖν μὲν οὐδενὶ γνώμην τῶν ἄλλων ἐφεῖτο, τὴν δ’ ὑπὸ τῶν γερόντων καὶ τῶν βασιλέων προτεθεῖσαν ἐπικρῖναι κύριος ἦν ὁ δῆμος.

彼らはこれらの間で民会を開いていたが、列柱廊も他のいかなる建造物も存在しなかった。というのも、彼はそうしたものが良き審議にとって何ら益とならず、むしろ有害であると考えたからである。民会に参加する人々が、彫像や絵画、劇場の舞台前部、あるいは贅沢に装飾された評議所の屋根などを眺めやりながら審議を行うと、その精神はつまらぬものとなり、空虚な自惚れによって浮ついたものになってしまうからである。民衆が集会したとき、他の何人にも意見を述べることは許されず、長老たちと王たちによって提出された議案を承認・否決する決定権を民衆が持っていた。

§6.4

ὕστερον μέντοι τῶν πολλῶν ἀφαιρέσει καὶ προσθέσει τὰς γνώμας διαστρεφόντων καὶ παραβιαζομένων, Πολύδωρος καὶ Θεόπομπος οἱ βασιλεῖς τάδε τῇ ῥήτρᾳ παρενέγραψαν· αἰ δὲ σκολιὰν ὁ δᾶμος ἕλοιτο, τοὺς πρεσβυγενέας καὶ ἀρχαγέτας ἀποστατῆρας ἦμεν,3 τοῦτʼ ἔστι μὴ κυροῦν, ἀλλʼ ὅλως ἀφίστασθαι καὶ διαλύειν τὸν δῆμον, ὡς ἐκτρέποντα καὶ μεταποιοῦντα τὴν γνώμην παρὰ τὸ βέλτιστον. ἔπεισαν δὲ καὶ αὐτοὶ τὴν πόλιν ὡς τοῦ θεοῦ ταῦτα προστάσσοντος, ὥς που Τυρταῖος ἐπιμέμνηται διὰ τούτων "Φοίβου ἀκούσαντες Πυθωνόθεν οἴκαδʼ ἔνεικαν μαντείας τε θεοῦ καὶ τελέεντʼ ἔπεα· ἄρχειν μὲν βουλῆς θεοτιμήτους βασιλῆας, οἷσι μέλει Σπάρτας ἱμερόεσσα πόλις, πρεσβύτας τε γέροντας, ἔπειτα δὲ δημότας ἄνδρας, εὐθείαις ῥήτραις ἀνταπαμειβομένους."

しかし後になって、民衆が削除や追加によって議案を歪め、不当に変更するようになったため、ポリュドロス王とテオポンポス王はレートラーに次の一文を書き加えた。 「もし民衆が曲がった議案を選ぶならば、年長者たちと指導者たちは退去者たるべし」すなわち、承認せず、完全に退場して民衆を解散させよということである。民衆が議案を最善から逸脱させ、改変していると見なしたからである。彼ら自身も、神がこれを命じていると説得して国家に受け入れさせた。ティルタイオスが以下の詩句によって言及しているとおりである。 「ピュトーよりポイボスの声を聞き、彼らは家へと持ち帰った、 神の神託と、成就すべき言葉を。 すなわち、美しいスパルタの都市を気にかける、 神に尊ばれし王たちが審議を主導すべし、 そして老練なる長老たちが。次いで平民たる男たちが、 真直ぐなる言葉に応答すべしと」

構文注3 件
  1. 6.1Διὸς Συλλανίου καὶ Ἀθανᾶς Συλλανίας ἱερὸν ἱδρυσάμενον, φυλὰς φυλάξαντα καὶ ὠβὰς ὠβάξαντα, τριάκοντα γερουσίαν σὺν ἀρχαγέταις καταστήσαντα, ὥρας ἐξ ὥρας ἀπελλάζειν

    古風な神託・制定文における対格分詞群(ἱδρυσάμενον, φυλάξαντα, ὠβάξαντα, καταστήσαντα)と主動詞的不定詞(ἀπελλάζειν)の呼応関係。一連の対格男性単数能動・中動分詞は、不定詞の文脈上想定される受託者(立法者リュクルゴス自身、あるいは布告の名宛人)に一致する付帯状況・時間的先行の分詞であり、続く命令的意味を持つ不定詞 ἀπελλάζειν に先行条件として係っている。

  2. 6.1δάμῳ δὲ τὰν κυρίαν ἦμεν καὶ κράτος

    ドーリス方言形を含む条項。ἦμεν はアッティカ方言の εἶναι にあたる不定詞で、命令的用法。τὰν κυρίαν(=τὴν κυρίαν)は女性名詞(γνώμην や ψῆφον 等)の省略を伴う名詞化、あるいは「主権・最終決定権」を表す抽象名詞的表現であり、与格 δάμῳ(=δήμῳ)に対する述語的連結をなしている。

  3. 6.4αἰ δὲ σκολιὰν ὁ δᾶμος ἕλοιτο, τοὺς πρεσβυγενέας καὶ ἀρχαγέτας ἀποστατῆρας ἦμεν

    付加条項の条件構文。αἰ は εἰ のドーリス形。条件節の ἕλοιτο(希求法アオリスト中動)は潜在的条件を示し、直接の目的語 σκολιὰν には ῥήτραν ないし γνώμην が補われる。帰結節の ἀποστατῆρας ἦμεν は対格主語(τοὺς πρεσβυγενέας καὶ ἀρχαγέτας)を伴う対格不定詞構文で、法文における命令・規程を表す(ἀποστατῆρας は「解散させる者/立ち去る者」の述語名詞)。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:6.1-6.4