← プルタルコス

リュクルゴス伝

§4.1-4.6

リュクルゴスの外遊と諸国の国制の調査

リュクルゴスは諸国を巡り、クレタで法制度を学んで詩人タレスをスパルタへ派遣し、アジアではイオニアの贅沢を観察しつつホメロスの叙事詩を収集した。さらにエジプトなどへの外遊の伝承が記される。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§4.1

οὕτως ἀπάρας πρῶτον μὲν εἰς Κρήτην ἀφίκετο· καὶ τὰς αὐτόθι πολιτείας κατανοήσας καὶ συγγενόμενος τοῖς πρωτεύουσι κατὰ δόξαν ἀνδράσι, τὰ μὲν ἐζήλωσε καὶ παρέλαβε τῶν νόμων, ὡς οἴκαδε μετοίσων καὶ χρησόμενος, ἔστι δ’ ὧν1 κατεφρόνησεν. ἕνα δὲ τῶν νομιζομένων ἐκεῖ σοφῶν καὶ πολιτικῶν χάριτι καὶ φιλίᾳ πείσας ἀπέστειλεν εἰς τὴν Σπάρτην, Θάλητα, ποιητὴν μὲν δοκοῦντα λυρικῶν μελῶν καὶ πρόσχημα τὴν τέχνην ταύτην πεποιημένον, ἔργῳ δὲ ἅπερ οἱ κράτιστοι τῶν νομοθετῶν διαπραττό- μενον. λόγοι γὰρ ἦσαν αἱ ᾠδαὶ πρὸς εὐπείθειαν καὶ ὁμόνοιαν ἀνακλητικοί, διὰ μελῶν ἅμα καὶ ῥυθμῶν πολὺ τὸ κόσμιον ἐχόντων καὶ καταστατικόν, ὧν ἀκροώμενοι κατεπραΰνοντο λεληθότως τὰ ἤθη καὶ συνῳκειοῦντο τῷ ζήλῳ τῶν καλῶν ἐκ τῆς ἐπιχωριαζούσης τότε πρὸς ἀλλήλους κακοθυμίας, ὥστε τρόπον τινὰ τῷ Λυκούργῳ προοδοποιεῖν τὴν παίδευσιν αὐτῶν ἐκεῖνον.2

こうして出立したリュクルゴスは、まずクレタ島に到着した。そして現地の国制を綿密に調べ、名声において第一級の人々と交わって、法のうちあるものは称賛して取り入れ、帰国後に移入して用いるつもりであったが、軽蔑したものもあった。そして、現地で賢者・政治家と見なされていた者の一人であるタレスを、親愛と友誼によって説得し、スパルタへと派遣した。彼は抒情詩の詩人と見なされ、この技術を隠れ蓑としていたが、実際には最も優れた立法者たちと同じことを成し遂げていたのである。というのも、その歌は従順と調和を促す教示であり、大いなる秩序と安定をもたらす旋律とリズムを伴っていたからである。人々はこれに耳を傾けるうちに、知らず知らずのうちにその気風を和らげられ、当時互いの間に蔓延していた悪意を離れて善美なものへの情熱へと結びつけられた。その結果、ある意味で彼がリュクルゴスのために彼らの教育の道を開くことになったのである。

§4.3

ἀπὸ δὲ τῆς Κρήτης ὁ Λυκοῦργος ἐπὶ Ἀσίαν ἔπλευσε, βουλόμενος, ὡς λέγεται, ταῖς Κρητικαῖς διαίταις, εὐτελέσιν οὔσαις καὶ αὐστηραῖς, τὰς Ἰωνικὰς πολυτελείας καὶ τρυφάς, ὥσπερ ἰατρὸς σώμασιν ὑγιεινοῖς ὕπουλα καὶ νοσώδη, παραβαλὼν3 ἀποθεωρῆσαι τὴν διαφορὰν τῶν βίων καὶ τῶν πολιτειῶν.

クレタ島からリュクルゴスはアジアへと船出した。伝えられるところでは、質素で厳格なクレタ風の生活様式に対して、あたかも医師が健康な肉体に内部がむしばまれ病んだ肉体を対比させるかのように、イオニア風の豪奢と放縦を比較し、生き方と国制の違いを徹底的に観察しようと望んだからであった。

§4.4

ἐκεῖ δὲ καὶ τοῖς Ὁμήρου ποιήμασιν ἐντυχὼν πρῶτον, ὡς ἔοικε, παρὰ τοῖς ἐκγόνοις τοῖς Κρεοφύλου διατηρουμένοις, καὶ κατιδὼν ἐν αὐτοῖς τῆς πρὸς ἡδονὴν καὶ ἀκρασίαν διατριβῆς τὸ πολιτικὸν καὶ παιδευτικὸν οὐκ ἐλάττονος ἄξιον σπουδῆς ἀναμεμιγμένον,4 ἐγράψατο προθύμως καὶ συνήγαγεν ὡς δεῦρο κομιῶν. ἦν γάρ τις ἤδη δόξα τῶν ἐπῶν ἀμαυρὰ παρὰ τοῖς Ἕλλησιν, ἐκέκτηντο δὲ οὐ πολλοὶ μέρη τινά, σποράδην τῆς ποιήσεως, ὡς ἔτυχε, διαφερομένης γνωρίμην δὲ αὐτὴν καὶ μάλιστα πρῶτος ἐποίησε Λυκοῦργος.

また彼は現地で、どうやらクレオピュロスの末裔たちのもとで保存されていたホメロスの詩編に初めて接し、その詩の中に、快楽や放蕩への娯楽に劣らぬ真剣さに値する政治的・教育的な要素が混ざり合っているのを見抜くと、当地へ持ち帰るつもりで熱心に書き写し、収集した。というのも、ギリシア人の間にはすでにそれらの叙事詩のかすかな評判はあったものの、詩があちこちで散発的に広まっていたため、一部を所有していた者は少なかったからである。リュクルゴスこそが、それを広く知らしめた実質的な最初の人物であった。

§4.5

Αἰγύπτιοι δὲ καὶ πρὸς αὑτοὺς ἀφικέσθαι τὸν Λυκοῦργον οἴονται, καὶ τὴν ἀπὸ τῶν ἄλλων γενῶν τοῦ μαχίμου διάκρισιν μάλιστα θαυμάσαντα μετενεγκεῖν εἰς τὴν Σπάρτην, καὶ χωρίσαντα τοὺς βαναύσους καὶ χειροτέχνας ἀστεῖον ὡς ἀληθῶς τὸ πολίτευμα καὶ καθαρὸν ἀποδεῖξαι. ταῦτα μὲν οὖν Αἰγυπτίοις ἔνιοι καὶ τῶν Ἑλληνικῶν συγγραφέων μαρτυροῦσιν· ὅτι δὲ καὶ Λιβύην καὶ Ἰβηρίαν ἐπῆλθεν ὁ Λυκοῦργος καὶ περὶ τὴν Ἰνδικὴν πλανηθεὶς τοῖς Γυμνοσοφισταῖς ὡμίλησεν, οὐδένα πλὴν Ἀριστοκράτη τὸν Ἱππάρχου Σπαρτιάτην εἰρηκότα γινώσκομεν.5

エジプト人たちは、リュクルゴスが自分たちのもとにもやって来たと考えており、他の階層から戦士階層を分離したことに大いに感嘆してそれをスパルタへ移入し、職工や手工業者を切り離して、その国制を真の意味で洗練され純粋なものにしたのだとしている。このことについては、ギリシアの著述家の中にもエジプト人たちの説を支持する者がいる。しかし、リュクルゴスがリビュアやイベリアをも訪れ、インド周辺を放浪して裸行哲学者たちと交わったということについては、スパルタ人ヒッパルコスの子アリストクラテス以外に言及した者を我々は知らない。

構文注5 件
  1. 4.1ἔστι δ’ ὧν

    ἔστιν οἵ(一部の者たち)の構文が動詞 κατεφρόνησεν(属格支配)に応じて関係代名詞が属格形(ὧν)をとった慣用表現。「〜のうちあるものは」の意で、κατεφρόνησεν と結びついて「それら(諸法)のうちあるものを彼は軽蔑した」という意味をなす。

  2. 4.2ὥστε τρόπον τινὰ τῷ Λυκούργῳ προοδοποιεῖν τὴν παίδευσιν αὐτῶν ἐκεῖνον

    結果を表す ὥστε 節。不定詞 προοδοποιεῖν の意味上の主語は文末の指示代名詞 ἐκεῖνον(タレスを指す)であり、目的語は τὴν παίδευσιν αὐτῶν(市民たちの教育)、与格 τῷ Λυκούργῳ は利害の与格(リュクルゴスのために)。語順が倒置して主語 ἐκεῖνον が末尾に置かれている。

  3. 4.3ταῖς Κρητικαῖς διαίταις ... τὰς Ἰωνικὰς πολυτελείας ... παραβαλὼν

    動詞 παραβάλλω は「A(対格)を B(与格)と比較する」の構文をとる。ここでは対格 τὰς Ἰωνικὰς πολυτελείας καὶ τρυφάς が与格 ταῖς Κρητικαῖς διαίταις に対比されており、直後の比喩 ὥσπερ ἰατρὸς σώμασιν ὑγιεινοῖς(与格)ὕπουλα καὶ νοσώδη(対格)とも厳密に格の対応が保たれている。

  4. 4.4τῆς πρὸς ἡδονὴν καὶ ἀκρασίαν διατριβῆς τὸ πολιτικὸν καὶ παιδευτικὸν οὐκ ἐλάττονος ἄξιον σπουδῆς ἀναμεμιγμένον

    分詞 ἀναμεμιγμένον(混ざり合っている)が中性名詞化された句 τὸ πολιτικὸν καὶ παιδευτικὸν(政治的かつ教育的な要素)を修飾し、属格 τῆς ... διατριβῆς(〜への娯楽・過ごし方)は比較級 ἐλάττονος に係る比較の属格(「〜への娯楽〔に向けられるの〕に劣らぬ真剣さに値する」)である。

  5. 4.6οὐδένα πλὴν Ἀριστοκράτη τὸν Ἱππάρχου Σπαρτιάτην εἰρηκότα γινώσκομεν

    認識動詞 γινώσκομεν(我々は知っている)に対格補語 οὐδένα と完了分詞 εἰρηκότα が組み合わさった「動詞+対格+分詞」構文(〜が…言ったのを我々は誰も知らない)。冒頭の ὅτι 節全体がこの動詞句の述べる内容(何を言ったか)となっている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:4.1-4.6