← プルタルコス

リュクルゴス伝

§27.1-27.4

埋葬と服喪の簡素化および外国旅行の禁止

リュクルゴスは死の穢れへの恐れを取り除く合理的な埋葬法と簡素な服喪の規定を定め、さらに異国の風習や新奇な言説による風紀の乱れを防ぐため外国旅行の禁止と異邦人の追放を行った。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§27.1

καὶ μὴν καὶ τὰ περὶ τὰς ταφὰς ἄριστα διεκόσμησεν αὐτοῖς. πρῶτον μὲν γάρ ἀνελὼν δεισιδαιμονίαν ἅπασαν ἐν τῇ πόλει θάπτειν τοὺς νεκρούς, καὶ πλησίον ἔχειν τὰ μνήματα τῶν ἱερῶν οὐκ ἐκώλυσε,1 συντρόφους ποιῶν ταῖς τοιαύταις ὄψεσι καὶ συνήθεις τοὺς νέους, ὥστε μὴ ταράττεσθαι μηδʼ ὀρρωδεῖν τὸν θάνατον ὡς μιαίνοντα τοὺς ἁψαμένους νεκροῦ σώματος ἢ διὰ τάφων διελθόντας. ἔπειτα συνθάπτειν οὐδὲν εἴασεν, ἀλλὰ ἐν φοινικίδι καὶ φύλλοις ἐλαίας θέντες τὸ σῶμα περιέστελλον.

さらに彼は、埋葬に関する事柄をも彼らにとって最も見事に整えた。まず第一に、あらゆる迷信を取り除いて、死者を市街の中に埋葬すること、また神殿の近くに墓を設けることを禁じず、若者たちをそのような光景に幼い頃から慣れ親しませて、死者の体に触れたり墓の間を通り抜けたりした者を死が汚すとして動揺したり恐れたりすることのないようにした。次に、副葬品を埋めることを一切許さず、〔人々は〕深紅の布とオリーブの葉の中に遺体を置いて包んだ。

§27.2

ἐπιγράψαι δὲ τοὔνομα θάψαντας οὐκ ἐξῆν τοῦ νεκροῦ, πλὴν ἀνδρὸς ἐν πολέμῳ καὶ γυναικὸς τῶν ἱερῶν ἀποθανόντων,2 χρόνον δὲ πένθους ὀλίγον προσώρισεν, ἡμέρας ἕνδεκα· τῇ δὲ δωδεκάτῃ θύσαντας ἔδει Δήμητρι λύειν τὸ πάθος. οὐδὲν γάρ ἦν ἀργὸν οὐδὲ ἀφειμένον, ἀλλὰ πᾶσι κατεμίγνυε τοῖς ἀναγκαίοις ἀρετῆς τινα ζῆλον ἢ κακίας διαβολὴν καὶ κατεπύκνου παραδειγμάτων πλήθει τὴν πόλιν, οἷς ἀναγκαῖον ἦν ἐντυγχάνοντας ἀεὶ καὶ συντρεφομένους ἄγεσθαι καὶ κατασχηματίζεσθαι ἰόντας πρὸς τὸ καλόν.3

また埋葬した後に死者の名を刻むことも許されず、戦死した男子と神職にあって死んだ女子のほかは許されなかった。そして喪の期間も十一日間という短い期間を定めた。十二日目にはデーメーテール神に生贄を捧げて悲哀を解くべきものとされた。なぜなら、無駄なものや放置されたものは何一つなく、すべての必須の営みに徳への何らかの熱意や悪徳への非難を混じり合わせ、街を手本の数々で満たし、人々がそれらに常に接し、それらとともに育つことで導かれ、美へと向かって身を形成せざるを得ないようにしたからである。

§27.3

ὅθεν οὐδʼ ἀποδημεῖν ἔδωκε τοῖς βουλομένοις καὶ πλανᾶσθαι, ξενικὰ συνάγοντας ἤθη καὶ μιμήματα βίων ἀπαιδεύτων καὶ πολιτευμάτων διαφόρων, ἀλλὰ καὶ τοὺς ἀθροιζομένους ἐπʼ οὐδενὶ χρησίμῳ καὶ παρεισρέοντας εἰς τὴν πόλιν ἀπήλαυνεν, οὐχ, ὡς Θουκυδίδης φησί, δεδιὼς μὴ τῆς πολιτείας μιμηταὶ γένωνται καὶ πρὸς ἀρετήν τι χρήσιμον ἐκμάθωσιν, ἀλλὰ μᾶλλον ὅπως μὴ διδάσκαλοι κακοῦ τινος ὑπάρξωσιν.

このため、望む者が外遊して放浪し、異国の風習や、教育なき生活様式および異なる政体の模倣を寄せ集めることをも許さず、また何の役にも立たないのに集まり市内に流れ込んでくる者たちをも追放した。これはトゥーキュディデースが言うように、彼らが政体の模倣者となり徳にとって有益な何かを学び取ることを恐れたからではなく、むしろ何らかの悪の教師となることのないようにするためであった。

§27.4

ἅμα γάρ ξένοις σώμασιν ἀνάγκη λόγους ἐπεισιέναι ξένους· λόγοι δὲ καινοὶ κρίσεις καινὰς ἐπιφέρουσιν. ἐξ ὧν ἀνάγκη πάθη πολλὰ φύεσθαι καὶ προαιρέσεις ἀπᾳδούσας πρὸς τὴν καθεστῶσαν πολιτείαν, ὥσπερ ἁρμονίαν. διὸ μᾶλλον ᾤετο χρῆναι φυλάττειν τὴν πόλιν ὅπως ἠθῶν οὐκ ἀναπλησθήσεται πονηρῶν ἢ σωμάτων νοσερῶν ἔξωθεν ἐπεισιόντων.4

なぜなら、異邦の身体とともに異邦の言説が侵入することは不可避であり、新しい言説は新しい判断をもたらすからである。それらから多くの情念や、まるで調和に対するように既存の政体と不協和をなす選択が生じることは避けられない。それゆえ彼は、外部から侵入してくる病んだ身体よりもむしろ悪しき気風で街が満たされることのないよう守る必要があると考えたのである。

構文注4 件
  1. 27.1ἀνελὼν δεισιδαιμονίαν ἅπασαν ἐν τῇ πόλει θάπτειν τοὺς νεκρούς, καὶ πλησίον ἔχειν τὰ μνήματα τῶν ἱερῶν οὐκ ἐκώλυσε

    主動詞 οὐκ ἐκώλυσε は二つの不定詞 θάπτειν(埋葬すること)と ἔχειν(設けること)を目的語にとる。分詞 ἀνελὼν δεισιδαιμονίαν ἅπασαν は手段・付帯状況を表し、「あらゆる迷信的恐れを取り除いた上で/取り除くことによって」の意。

  2. 27.2πλὴν ἀνδρὸς ἐν πολέμῳ καὶ γυναικὸς τῶν ἱερῶν ἀποθανόντων

    前置詞的副詞 πλήν(〜を除いて)が導く属格句。ἀποθανόντων は ἀνδρός と γυναικός の双方にかかる分詞。γυναικὸς τῶν ἱερῶν は伝承写本通りの読みで「神職(聖なる役職)にあった女性」を表す(校訂者によっては λεχοῦς[産褥の]などの読みに改訂されることもあるが、原文の語形に従う)。

  3. 27.2οἷς ἀναγκαῖον ἦν ἐντυγχάνοντας ἀεὶ καὶ συντρεφομένους ἄγεσθαι καὶ κατασχηματίζεσθαι ἰόντας πρὸς τὸ καλόν

    関係代名詞 οἷς は先行詞 παραδειγμάτων πλήθει(多くの手本)を受け、分詞 ἐντυγχάνοντας(接する)の与格補語となっている。対格分詞 ἐντυγχάνοντας, συντρεφομένους, ἰόντας は受動態不定詞 ἄγεσθαι, κατασχηματίζεσθαι の意味上の主語(一般の人々)を指す対格不定詞構文である。

  4. 27.4μᾶλλον ᾤετο χρῆναι φυλάττειν τὴν πόλιν ὅπως ἠθῶν οὐκ ἀναπλησθήσεται πονηρῶν ἢ σωμάτων νοσερῶν ἔξωθεν ἐπεισιόντων

    比較構文 μᾶλλον ... ἤ(〜よりもむしろ……)。動詞 ἀναπλησθήσεται は満たす材料を表す属格 ἠθῶν πονηρῶν をとり、ἤ 以下の σωμάτων νοσερῶν ἔξωθεν ἐπεισιόντων も同じく ἀναπλησθήσεται に支配される並列の属格句(分詞 ἐπεισιόντων は σωμάτων νοσερῶν を修飾)であり、ἠθῶν πονηρῶν と対比されている。

翻訳:Gemini 3.8 Flash・日本語訳と原文の修正なしurn:cts:greekLit:tlg0007.tlg004.humanitext-grc2:27.1-27.4